- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:386.9-386.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大基于亚里士多德《形而上学》卷Δ第11章,阐释了秩序上的先与后,将前述五种优先性方式概括为一个共同原则,并探讨了认识上的先与后(定义上的普遍者与感觉上的个别者、定义的部分与整体、在先者的属性)。
τίνα δέ ἐστι τὰ τῇ τάξει πρότερα καὶ ὕστερα λέγει· ὅσα γὰρ πρός τι ἓν ὡρισμένον ἀφέστηκεν ἔν τινι λόγῳ, τὸ πρῶτον ἔχει ταῦτα τῇ τάξει καὶ τὸ ὕστερον, ὡς ὁ ἐν χορῷ πρωτοστάτης τοῦ τριτοστάτου πρότερος· κατὰ γὰρ τὴν πρὸς τὸν κορυφαῖον ἀπόστασιν τῇ τάξει τὸ πρότερον τούτοις καὶ τὸ ὕστερον· ἀρχὴ γὰρ ὁ κορυφαῖος τοῦ χοροῦ. ὁμοίως καὶ παρανήτη νήτης προτέρα τῇ τάξει κατὰ τὴν πρὸς τὴν μέσην ἀπόστασιν, ἥτις ἐν τῷ ἡρμοσμένῳ ἀρχὴ λαμβάνεται. Τὰ μὲν οὖν πρότερα τοῦτον λέγεται τὸν τρόπον, πάντας δὲ τοὺς προειρημένους τοῦ προτέρου τρόπους ὄντας πέντε ὑφ’ ἕν τι κοινὸν ὑπάγει, τὸ ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει κατὰ τὴν πρὸς τοῦτο ἀπόστασίν τε καὶ γειτνίασιν τὸ πρότερον λαμβάνεσθαι·1 καὶ γὰρ εἰ διάφορα τὰ λαμβανόμενα, ὅπου μὲν τόπος, ὅπου δὲ χρόνος, ὅπου δὲ κίνησις, ὅπου δὲ δύναμις, ὅπου δὲ τάξις, ἀλλὰ ὁ τρόπος τῆς λήψεως ὁ αὐτός. ἄλλον δέ φησι τρόπον πρότερα λέγεσθαι παρὰ τὸν προειρημένον τὰ τῇ γνώσει· δοκεῖ γὰρ ὧν ἡ γνῶσις πρῶτον, ταῦτα καὶ ἁπλῶς τε καὶ τῇ φύσει πρῶτα εἶναι, ὧν δὲ ὕστερον, ὕστερα. ὅτι δὲ μὴ ἁπλῶς τὸ τῇ γνώσει πρῶτον καὶ τῇ φύσει πρῶτόν ἐστιν, ἑξῆς δείκνυσι διὰ τῆς τῶν γνωστῶν διαφορᾶς· εἶναι γάρ φησιν ἄλλα μὲν τὰ κατὰ τὸν λόγον πρῶτα, ἄλλα δὲ τὰ τῇ αἰσθήσει· κατὰ μὲν γὰρ τὸν λόγον τὰ καθόλου πρῶτα, ἃ καὶ ἁπλῶς τῇ φύσει πρῶτα (διὰ τούτων γὰρ αἱ κατ’ ἐπιστήμην γνώσεις), κατὰ δὲ τὴν αἴσθησιν τὰ καθ’ ἕκαστα, ἃ πρὸς ἡμᾶς δοκεῖ τὸ πρῶτον ἔχειν, ἀλλ’ οὐχ ἁπλῶς. διὸ κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ πρώτου ἔσται πρῶτα καὶ τὰ καθόλου καὶ τὰ αἰσθητά. λέγει κατὰ τὸν λόγον πρῶτον εἶναι καὶ τὸ συμβεβηκὸς τοῦ συναμφοτέρου,2 ὅ ἐστιν ἔκ τε τοῦ ὑποκειμένου καὶ τοῦ συμβεβηκότος· καὶ εἴη ἂν τοῦτο κατὰ τὸν λόγον πρῶτον οὐ τῇ γνώσει τῇ κατὰ τὸν λόγον, ἀλλὰ τῷ μέρος εἶναι τοῦ λόγου· τὸ γὰρ ἁπλούστερον πρῶτον, ἁπλούστερον δὲ τὸ μέρος τοῦ ὅλου. καὶ ἔστιν ὅλον μὲν ὁ μουσικὸς ἄνθρωπος, μέρος δὲ τὸ μουσικόν. καίτοι ἀδύνατον μουσικὸν ὅλως εἶναι μὴ ὄντος ὑποκειμένου τινός, ἀλλ’ ὅμως ὕστερον ὂν τῇ οὐσίᾳ πρῶτόν ἐστι τῷ λόγῳ, τῷ μόριον εἶναι τοῦ λόγου τοῦ μουσικὸς ἄνθρωπος. πρότερά φησι λέγεσθαι καὶ ἐν πάθεσι τὰ τῶν πρώτων πάθη τῶν τῶν ὑστέρων.
他说明了何为在秩序上先与后;因为凡在某一比例上距某一被确定的事物相隔者,这些事物便在秩序上具有第一与后,正如合唱队中的前排者先于第三排者;因为按照距领唱者的距离,这些事物具有秩序上的先与后;因为领唱者是合唱队的本原。同样,次高音弦按照距中音弦的距离,在秩序上也先于最高音弦,而中音弦在调谐的音阶中被取作本原。先于者便是依这种方式被表述的,然而他把先于的前述所有五种方式归入同一个共同点之下,即在每个属中存在着某种第一者与本原的情况下,先于者乃是依距此物的距离与邻近而被选取的;因为纵然所选取的事物各异——在一处是空间,在另一处是时间,在另一处是运动,在另一处是能力,在另一处是秩序——但选取的方式是同一的。他说,除前述方式之外,还有另一种方式,事物被称为在认识上为先;因为似乎其认识为第一的事物,在绝对意义上且依自然亦是第一的,而其认识在后的事物亦为后。但是,在认识上为第一者并非绝对地在自然上亦为第一,他接下来通过可知对象之间的差异来表明这一点;因为他说,依定义为第一者与依感觉为第一者是不同的;因为依定义而言,普遍者为第一,它们在绝对意义上且依自然亦是第一的(因为科学认识乃是通过普遍者的),而依感觉而言,个别者为第一,它们在我们看来似乎占据第一位,但并非绝对如此。因此,依“第一”的这一含义,普遍者与可感觉者都将是第一的。他还说,依定义而言,偶性亦先于由主词与偶性两者结合而成的复合体;而这之所以依定义为第一,并非通过依定义的认识,而是通过作为定义的一部分;因为更单纯者为第一,而部分比整体更单纯。整体是通晓音乐的人,而部分是通晓音乐。尽管若不存在某一主词,通晓音乐的事物绝不可能存在,但它在实体上虽为后,在定义上却是第一的,因为它是“通晓音乐的人”之定义的一部分。他说,在性质方面,先于者的性质亦被称为先于后于者的性质。
- 5.14τὸ ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει κατὰ τὴν πρὸς τοῦτο ἀπόστασίν τε καὶ γειτνίασιν τὸ πρότερον λαμβάνεσθαι
该句为带有冠词的对格不定式结构(τὸ ... λαμβάνεσθαι),与介词短语 ὑφ’ ἕν τι κοινόν 中的 ἕν τι κοινόν 同格。其内部嵌入了独立属格结构(ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει),构成长篇名词性分句。
- 5.14τοῦ συναμφοτέρου
比较属格,受 πρῶτον 支配,表示与“两者结合的复合体(主词与偶性)”相比,偶性更为在先。
