← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§384.33-386.9

依靠近本原而区分的先后之五种领域

亚历山大基于亚里士多德《形而上学》卷Δ第11章开端,指出其与《范畴篇》的区别,并逐一阐释了“先于与后于”依靠近某一特定本原而在五个领域(空间、时间、运动、能力、秩序)中的具体涵义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#7

ἐποιήσατο δὲ καὶ ἐν ταῖς Κατηγορίαις διαίρεσιν αὐτοῦ, ἀλλ’ ἐκεῖ μὲν ἔλαβε τὸ τῷ χρόνῳ, τὸ τῇ φύσει, τὸ τῇ τάξει, τὸ τῇ δυνάμει, τὸ τῶν ἀντιστρεφόντων πρὸς ἄλληλα αἴτιον τῷ ἑτέρῳ τοῦ εἶναι,1 ἐνταῦθα δὲ τὰ μέν φησι πρότερα λέγεσθαι τῷ ἀρχῆς τινος ὡρισμένης ἐγγυτέρω εἶναι ἢ ἁπλῶς καὶ τῇ φύσει ὡρισμένης καὶ πλειόνων οὔσης ἀρχῆς, ἢ πρός τι ἀρχῆς, ἢ ὑπό τινών γε νομιζομένης. εἰπὼν δὲ ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει, ἑξῆς τὰ γένη προχειρίζεται ἐν οἷς τὸ πρότερόν τε καὶ ἡ ἀρχὴ ἡ οὕτω λεγομένη. ἔστι δὲ κατὰ πέντε, κατὰ τόπον, κατὰ χρόνον, κατὰ κίνησιν, κατὰ δύναμιν καὶ κατὰ τάξιν. καὶ πρῶτον περὶ τῶν κατὰ τόπον λέγει· κατὰ γὰρ τόπον πρότερα μὲν τὰ ἐγγυτέρω τούτου τινός, ὕστερα δὲ τὰ πορρωτέρω τοῦ αὐτοῦ τούτου, ἤτοι ὡρισμένου τῇ φύσει, ὡς ἔχει τὸ μέσον τοῦ παντὸς ἢ τὸ ἔσχατόν τε καὶ πέριξ, ἢ τοῦ τυχόντος, ἀλλ’ οὐ τῇ φύσει ὡρισμένου, ἂν2 ἀπὸ τοῦ ἐν ᾧ τίς ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον τὸ κατὰ τόπον λαμβάνῃ·3 πρότερον γὰρ τὸ ἐγγυτέρω τοῦ ἐν ᾧ ἐστι τόπου ὄν, ὕστερον δὲ τὸ πορρωτέρω καὶ πλεῖον ἀφεστώς. τὸ δὲ προειρημένον τὸ ἀρχῆς τινος διωρισμένης, ἢ ἁπλῶς καὶ τῇ φύσει, ἢ πρός τι ἢ ποῦ ἢ ὑπό τινων, ἐπὶ τοῦ τόπου σημαίνοι ἂν τὸ μὲν τῇ φύσει, ὃ εἶπεν αὐτός, εἰ τὸ μέσον τὸ τοῦ παντὸς ἢ τὸ ἔσχατον λαμβάνοιτο· τὸ δὲ πρός τι, εἰ μὴ φύσει τις ὢν πρῶτος πρὸς ἄλλους τινὰς τόπους ὡς πρῶτος ὢν ἐκείνων λαμβάνοιτο, οἷον πρῶτος τῶν μέχρι Ἐλευσῖνος ὁ πλησίον τοῦ ἄστεος· τῶν γὰρ ἐφεξῆς αὐτὸς πρῶτος· τὸ δὲ ποῦ, εἴ τις ἀπὸ τοῦ ἐν ᾧ ἐστι τὸ πρότερον λαμβάνοι· τὸ δὲ ὑπό τινων, ὡς ἂν ἕκαστος τῶν τὸ πρότερον λαμβανόντων θήσει τὸν τόπον πρὸς ὃν τὸ πρότερον. τὰ δὲ κατὰ χρόνον. εἰπὼν περὶ τοῦ κατὰ τόπον προτέρου, λέγει καὶ περὶ τοῦ κατὰ χρόνον, οὐ πάντῃ ὁμοίως λεγομένου τῷ κατὰ τόπον· ἐπὶ μὲν γὰρ ἐκείνου τὸ ἐγγύτερον τοῦ ὡρισμένου τόπου πρῶτον, ἐπὶ δὲ τοῦ χρόνου οὐχ οὕτως, ἀλλ’ ἐπὶ μὲν τῶν γεγονότων τὸ πορρωτέρω, ἐπὶ δὲ τῶν μελλόντων τὸ ἐγγύτερον· τὰ μὲν γὰρ πορρωτέρω τοῦ νῦν ἀφεστῶτα τῶν παρεληλυθότων πρότερα, ὕστερα δὲ τὰ ἐγγυτέρω· ἐπὶ δὲ τῶν μελλόντων ἔμπαλιν πρότερα μὲν τὰ ἐγγυτέρω τοῦ νῦν, ὕστερα δὲ τὰ πορρωτέρω. ὡς γὰρ ἀρχῇ χρόνου χρωμένων ἡμῶν τῷ νῦν τὰ μὲν ἐγγυτέρω τῶν ἐσομένων τούτου πρότερον λέγεται ἔσεσθαι, τὰ δὲ πορρωτέρω τῶν γεγονότων πρότερα γεγονέναι. πρότερα γὰρ κατὰ χρόνον ταῦτα ὧν ἐν προτέρῳ νῦν ἡ ὕπαρξις, πρότερον δὲ νῦν ἐπὶ μὲν τοῦ παρεληλυθότος τὸ πορρωτέρω τοῦ νῦν, ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐγγυτέρω ὄν. ἔστι μὲν οὖν τὸ νῦν ἀρχὴ χρόνου φύσει· τῷ δὲ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι δόξει καὶ ἐπὶ τοῦ χρόνου εἶναι τὸ μὴ ἀεὶ ὡρίσθαι φύσει τὴν ἀρχήν. πάλιν κατὰ κίνησιν πρότερα τὰ ἐγγύτερα τοῦ πρώτου κινήσαντος. οὕτως πρότερος παῖς ἀνδρός· ἐγγυτέρω γὰρ τῷ γεννήσαντι. ἀρχὴ γὰρ καὶ αὕτη τις, φησίν, ἁπλῶς, τουτέστι κατὰ φύσιν, τὸ πρότερον κινῆσαν ἐπὶ τῆς κατὰ φύσιν κινήσεως. οὕτω πρώτη ἡ τῶν ἀπλανῶν κίνησις καὶ ἡ τοῦ Κρόνου τῶν ἄλλων, ὅτι ἐγγυτέρω ἐκείνου. διὰ δὲ τοῦ προσθεῖναι τὸ ἀρχὴ δὲ καὶ αὕτη τις ἁπλῶς ἔοικε δηλοῦν ὅτι καὶ ἡ ἐπὶ τοῦ χρόνου λαμβανομένη ἁπλῶς καὶ αὐτὴ ἦν ἀρχή· τοιοῦτον γὰρ τὸ νῦν. καὶ κατὰ δύναμιν δὲ λέγεται πρότερα· τὸ γὰρ ἄρχον καὶ δυνατώτερον τῇ δυνάμει πρότερον, ἔστι δὲ δυνατώτερόν τε καὶ ἄρχον οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη τὸ ὕστερον ἀκολουθεῖν τε καὶ κινεῖσθαι ἢ μὴ κινεῖσθαι, ὡς ἂν ἐκείνῳ δοκῇ· ἡ γὰρ ἐκείνου προαίρεσις ἀρχὴ τῆς τῶν ὑπ’ αὐτὸ κινήσεως· καὶ γὰρ καθόλου ἡ προαίρεσις ἀρχή τις ἐν ἀνθρώπῳ. καὶ εἴη ἂν κατὰ δύναμιν πρῶτον μὲν τὸ ἄρχον, ὕστερον δὲ τὸ ὑποτεταγμένον ἐκείνῳ· ἀρχὴ δὲ ἡ τοῦ κινοῦντος προαίρεσις, ἧς ἐγγυτέρω μέν ἐστιν ὁ ἔχων αὐτήν, πορρωτέρω δὲ ὁ ὑπὸ τούτου κινούμενος. Λέγεται τινα καὶ τῇ τάξει πρῶτα.

他在《范畴篇》中亦曾对它作过划分,但在那里他取的是依时间、依自然、依秩序、依能力,以及在彼此可换位的事物中作为另一方存在的原因者;而在这里他指出,有些事物被称为先于,是由于更接近某一被确定的本原——或者绝对地且依自然被确定并作为更多事物的本原,或者相对于某物作为本原,或者至少被某些人视为本原。在说明了在每个属中皆存在某种第一者与本原之后,他接下来列举了存在着如此被表述的先于与本原的诸属。它们依五种方式存在:依空间、依时间、依运动、依能力,以及依秩序。首先他论述依空间者;因为依空间而言,更接近某个此物者为先,而离同一此物更远者为后,无论此物是依自然被确定的(如同宇宙的中心或极处与外周那样),还是偶然的而非依自然被确定的(若有人从自身所在之处来取依空间的先与后;因为更接近自身所在空间者为先,而离得更远更隔开者为后)。而前述“某一被确定的本原,或者绝对地且依自然,或者相对于某物,或者何处,或者由某些人”这句话,在空间上可以意指:依自然者,正如他自己所言,若取宇宙的中心或极处;相对于某物者,若将某个非依自然为第一之处相对于某些其他空间取作它们的第一者,例如在通往厄琉息斯的诸空间中靠近城关者为第一(因为它在接续者中为第一);何处者,若有人从自身所在之处来取先于者;由某些人者,则依选取先于者的每个人将把作为先于之参照的空间设定为何而定。关于依时间者:在论述了依空间的先于之后,他亦论述了依时间者,它并非在各方面皆与依空间者完全相同地被表述;因为就前者而言,更接近被确定的空间者为第一,而在时间上则并非如此,而是在已发生之事中离得更远者为第一,在将发生之事中离得更近者为第一;因为在过去之事中离“现在”更远者为先,而更近者为后;但在将发生之事中则相反,离“现在”更近者为先,更远者为后。因为当我们把“现在”用作时间的本原时,将发生之事中更接近它的被称为将更先存在,而已发生之事中离得更远者被称为更先发生。因为在时间上先于者,乃是其存在处于更先之“现在”中的事物,而在过去之事中,更先之“现在”是离“现在”更远者,在未来之事中则是更近者。因此,“现在”依自然是时间的本原;但由于一个又一个不同的“现在”被选取,在时间中似乎亦会出现本原并非始终依自然被确定的情况。再次,依运动而言,更接近第一推动者的事物为先。依此方式,孩童先于成年男子;因为他更接近生育他的父亲。因为他说,这也是某种绝对意义上的本原,即依自然而言的本原,即在自然运动中更先推动者。依此方式,恒星的运动是第一的,土星的运动在其他者中为第一,因为它更接近那〔第一推动者〕。而通过附加“这也是某种绝对意义上的本原”,他似乎表明在时间上所取的本原自身亦是绝对意义上的本原;因为“现在”就是此类事物。依能力而言事物亦被称为先于;因为居支配地位且更具威力者在能力上为先,而居支配地位且更具威力者是指,依其抉择,后于者必然跟从并被推动或不被推动,完全依照其心意;因为那支配者的抉择乃是其管辖之下诸物运动的本原;因为在总体上抉择亦是人内部的某种本原。依能力而言的第一者将是居支配地位者,后于者将是隶属于它者;而推动者的抉择是本原,拥有抉择者更接近它,被其推动者则离得更远。有些事物在秩序上亦被称为第一。

语法注3 条
  1. 5.14τὸ τῶν ἀντιστρεφόντων πρὸς ἄλληλα αἴτιον τῷ ἑτέρῳ τοῦ εἶναι

    该名词短语的核心为 τὸ αἴτιον(作为原因者),其后限定以属格 τῶν ἀντιστρεφόντων πρὸς ἄλληλα(在彼此可换位的事物中),并由支配关于利害的与格 τῷ ἑτέρῳ(对另一方而言)与冠词化属格不定式 τοῦ εἶναι(存在)所构成。此为《范畴篇》第12章所列第5种“先于”的标准表述。

  2. 5.14τὸ δὲ προειρημένον τὸ ἀρχῆς τινος διωρισμένης, ἢ ἁπλῶς καὶ τῇ φύσει, ἢ πρός τι ἢ ποῦ ἢ ὑπό τινων, ἐπὶ τοῦ τόπου σημαίνοι ἂν

    句首的 τὸ δὲ προειρημένον τὸ ἀρχῆς τινος διωρισμένης... 以双重冠词作为引语标志,将前文提到的亚里士多德词句整体作为复合主语。主句动词为潜能祈愿式的 σημαίνοι ἄν,其宾语则是由后续的 τὸ μὲν τῇ φύσει..., τὸ δὲ πρός τι..., τὸ δὲ ποῦ..., τὸ δὲ ὑπό τινων 所构成的并列项。

  3. 5.14ἂν ἀπὸ τοῦ ἐν ᾧ τίς ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον τὸ κατὰ τόπον λαμβάνῃ

    由 ἄν(即 ἐάν)引导的条件从句。介词短语 ἀπὸ τοῦ ἐν ᾧ τίς ἐστι 省略了先行词,以中性冠词 τοῦ 将关系从句 ἐν ᾧ τίς ἐστι(某人身处之处)名词化,意为“从某人身处之处”,作动词 λαμβάνῃ 的状语修饰成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:384.33-386.9