← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§383.21-384.33

在形式上相异与相同的诸含义

亚历山大解释了《形而上学》卷五第九章中“在形式上相异”的其余含义(从属形式、在实体中具有相反性者、原初的相反者、终极形式定义的差异、同形式内个体的差异等)以及与之对应的“在形式上相同”的诸含义,并宣告转向第十一章关于“先与后”的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#6

δεύτερον σημαινόμενον ἐκτίθεται τῶν ἑτέρων τῷ εἴδει, ὅσα ἐκ τοῦ αὐτοῦ γένους ὄντα διαφοράν τινα ἔχει πρὸς ἄλληλα. οὕτως ἂν εἴη ἕτερα ἀλλήλων καὶ τὰ ὑπάλληλα εἴδη· καὶ γὰρ ταῦτα διαφορὰς ἔχει πρὸς ἄλληλα. ἕτερά φησιν εἶναι καὶ ὅσα ἐν τῇ αὐτῶν οὐσίᾳ καὶ τῷ ὁρισμῷ ἐναντίωσιν ἔχει. οὕτω λέγοιτ’ ἄν ὕδωρ πυρὸς ἕτερον. ἐν γὰρ τῇ οὐσίᾳ ἐστὶν αὐτῶν ἐναντίωσις· τὸ μὲν γὰρ θερμόν τε καὶ ξηρὸν τὴν οὐσίαν, τὸ δὲ ὕδωρ ψυχρόν τε καὶ ὑγρόν, καὶ ἔστι γένος αὐτῶν ἢ τὸ φυσικὸν σῶμα ἢ τὸ στοιχεῖον· δεῖ γὰρ τὰ ἕτερα τῷ εἴδει ὑπὸ ἕν τι γένος εἶναι. λέγει καὶ τὰ ἐναντία ἕτερα τῷ εἴδει, ἢ πάντα, φησίν, ἢ τὰ λεγόμενα πρώτως. πρώτως δέ ἐστιν ἐναντία ἤτοι τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διαφέροντα, ἐπειδὴ καὶ ὁ τῶν ἐναντίων ὁρισμὸς ἐν τούτοις, ἢ πρῶτα λέγει τὰ κυρίως ἐναντία, μὴ ἢ τῷ μετέχειν τινῶν ἢ τῷ δεκτικὰ αὐτῶν εἶναι, τὰ δὲ τῷ ποιητικὰ εἶναι τῶν τοιούτων ἢ παθητικά, ἢ κατά τινα τρόπον τῶν πρὸ ὀλίγου εἰρημένων· ἐναντία γὰρ καὶ αὐτὰ καλεῖται. οὐ γὰρ ἀνάγκη ἕτερα τῷ εἴδει εἶναι τὰ ἐναντίων τινῶν δεκτικά·1 κατὰ γὰρ τὸ αὐτὰ τῶν ἐναντίων εἶναι δεκτικά. ἕτερα λέγει τῷ εἴδει εἶναι καὶ ὧν ἀτόμων εἰδῶν ἐν τῷ αὐτῷ γένει ὄντων οἱ λόγοι καὶ οἱ ὁρισμοί εἰσιν ἕτεροι, ὡς ἵππου καὶ βοός· τὰ γὰρ ἄτομα εἴδη τελευταῖα. ἔτι λέγει ἕτερα τῷ εἴδει καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα, τουτέστιν ὁρισμῷ τῷ αὐτῷ καὶ λόγῳ, ἔχει τινὰ πρὸς ἄλληλα διαφοράν, ὡς τὰ ἄτομα τὰ ἐν τῷ αὐτῷ εἴδει, ὁ Σίμων καὶ Σωκράτης· τὸ γὰρ οἰκεῖον ἑκάστῳ εἶδος ἕτερον.2 δύναται διὰ τοῦ καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα ἔχει διαφορὰν λέγειν περὶ τῶν σωμάτων, ἃ ἐναντίωσιν μὲν οὐκ ἔχει πρὸς ἄλληλα ἐν τῇ οὐσίᾳ, ὡς εἶχε τὸ πῦρ καὶ τὸ ὕδωρ, διαφορὰν δέ τινα. οὕτως ἂν εἴη ἕτερα γῆ καὶ ὕδωρ. οὐ γὰρ ὁμοίως ἡ γῆ ὕδατος ἕτερον καὶ ἀέρος (ἀέρος γὰρ κατὰ ἐναντίωσιν), οὐδ’ ὁμοίως τὸ ὕδωρ ἕτερον ἀέρος τε καὶ πυρός. ἤδη δὲ περὶ τούτων προείρηκε. τῷ δὲ εἴδει φησὶ ταὐτὰ λέγεσθαι τὰ ἀντικειμένως λεγόμενα τούτοις, καὶ οὐ χαλεπὸν ἕκαστον λαμβάνοντα τῶν σημαινομένων ὑπὸ τῶν τῷ εἴδει ἑτέρων λαμβάνειν τὰ τῷ εἴδει ταὐτά. ἔσται δὲ ταῦτα οὕτως ταὐτά τινα ὄντα κατὰ μέν τι ἕτερα τῷ εἴδει, κατὰ δέ τι ταὐτά, ὥσπερ καὶ τὰ ὑπάλληλα3 γένη καὶ ταὐτὰ τῷ εἴδει καὶ οὐ ταὐτά, ταὐτὰ μὲν ὅτι ἦν ἕτερα τῷ εἴδει τὰ ἐκ τοῦ αὐτοῦ γένους μὴ ὑπάλληλα· ταὐτὰ δὴ κατὰ τοῦτο ἔσται ἢ [οὐχ] ὑπάλληλα. ἔσται δὲ ἕτερα πάλιν, ὅτι ἦν τινα ἕτερα τῷ εἴδει καὶ κατὰ τὸ σημαινόμενον τοῦτο· ἦν γὰρ ἕτερα καὶ ὅσα ἐν τῷ αὐτῷ γένει ὄντα διαφορὰν τινα εἶχεν, οἷά ἐστι καὶ τὰ ὑπάλληλα. τὰ μὲν οὖν ἔσται ταὐτὰ τῷ εἴδει, ὅτι ὑπάλληλα, τὰ δὲ ὅτι ἐν τῷ αὐτῷ γένει ὄντα οὐκ ἔχει διαφορὰν, ὡς ἄνθρωπος ἀνθρώπῳ, καὶ τὰ μὴ ἔχοντα ἐν τῇ οὐσίᾳ ἐναντίωσιν, ὡς πῦρ πρὸς ἀέρα· οὐ γὰρ πάντῃ τὰ εἴδη αὐτῶν ἐναντία· ἐπεὶ γὰρ τὸ πῦρ τοῦ ὕδατος ἕτερον ἦν τῷ ἔχειν ἐναντίωσιν ἐκείνῳ, ταὐτὸν † ἢ οὖν τῷ ἀέρι. ἢ εἰ καὶ τούτῳ λέγοιτο ἔχειν ἐναντίωσιν, ἀλλ’ ὡς πυρὶ ἔσται ταὐτόν· ἐκείνῳ γὰρ οὐδὲν ἐναντίον ἐν τῇ οὐσίᾳ ἔχει. εἴη ἂν καὶ τὰ μὴ ἐναντία ἐν τῷ αὐτῷ εἴδει, ὡς ἵππος κυνὶ ἢ τὸ μέλαν τῷ φαιῷ. ἀλλὰ καὶ ὧν ἐν τῷ τελευταίῳ τοῦ γένους εἴδει οἱ λόγοι μή εἰσιν ἕτεροι· οὕτως ἄνθρωπος ἀνθρώπῳ καὶ ἵππος ἵππῳ ταὐτὰ τῷ εἴδει. καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα μὴ ἔχει μηδεμίαν διαφοράν· οὕτως ἂν ταὐτὸν εἴη τὸ κατ’ ἀριθμὸν ταὐτὸν αὐτὸ αὑτῷ, καὶ τὰ πολυώνυμα ἀλλήλοις. οὐκ ἄλλο δὲ καθ’ ἑκάστην ἀπόδοσιν δεῖ ζητεῖν· τὰ γὰρ αὐτὰ κατὰ διαφόρους ἐπιβολὰς τὰ αὐτὰ ἀλλήλοις γίνεται πλεοναχῶς. Ἐφεξῆς ἐκτίθεται τὰ σημαινόμενα τοῦ προτέρου τε καὶ ὑστέρου.

他阐明了“在形式上相异者”的第二种含义:凡属于同一属而在彼此之间具有某种差异的一切事物。依此方式,互有上下从属关系的形式彼此之间亦会是相异的;因为它们彼此之间亦具有差异。他又指出,凡在其自身实体和定义中具有相反性的一切事物亦是相异的。依此方式,水可以说是与火相异的。因为在其实体中存在着相反性;因为一者在实体上是热且干的,而另一者即水则是冷且湿的,且它们的属或者是自然物体,或者是元素;因为在形式上相异者必须从属于某个单一的属。他又指出,相反者亦是在形式上相异的,他说,“或者是全部相反者,或者是那些最原初被称为相反者”。而原初的相反者,或者是在同一属中彼此相距最远者(因为相反者的定义亦在此类事物中);或者他所谓原初者是指本义上的相反者,而非由于分有某些性质或能接受某些性质,亦非由于某些事物是此类性质的致动者或受动者,亦非依不久前所述的任何一种方式;因为这些亦被称为相反者。因为能接受某些相反者之物并不必然在形式上相异;因为正是依同一主体能够接受相反者。他又指出,在形式上相异者,亦是那些存在于同一属中的不可分形式,其说明方式和定义是各不相同的,如马与牛的定义;因为不可分形式乃是终极形式。此外,他又指出,在形式上相异者亦包括凡处于同一实体之中——即处于同一定义与说明方式之中——而在彼此之间具有某种差异的一切事物,如在同一形式中的个体,西蒙与苏格拉底;因为属于各人特有的形貌是不同的。通过“凡处于同一实体中而具有差异的一切事物”这一表述,他亦能够用来指那些在其自身实体中彼此并不具有相反性(如火与水所具有的那样)而仅具有某种差异的物体。依此方式,土与水将是相异的。因为土与水相异并非像它与空气相异那样(因为相对于空气乃是依相反性),水与空气相异亦并非像它与火相异那样。而他此前已经谈论过这些。他又指出,在形式上相同者,乃是与这些对立地被表述的事物;对于领会了“在形式上相异者”之各含义的人来说,领会“在形式上相同者”并不困难。而这些事物依此方式虽作为某种相同者,却将会在某一方面在形式上相异,而在另一方面相同;正如同上下从属的属既在形式上相同又非相同:相同乃是因为,在形式上相异者原本是从同一属中出来而互不从属者;因此依此而言,那些从属者将是相同的。然而它们又将是相异的,因为依这种含义亦有某些在形式上相异者;因为凡存在于同一属中而具有某种差异的一切事物原本亦是相异的,而上下从属者正是此类事物。因此,有些事物将因其具有从属关系而在形式上相同,另一些事物则因其处于同一属中而不具有差异[而相同],如人相对于人;还有那些在实体中不具有相反性者,如火相对于空气;因为它们的形式并非在各方面皆相反。因为火原本是因对水具有相反性而与水相异,故而火与空气乃是相同的。或者即使有人说它对空气亦具有相反性,但作为火它将与其自身相同;因为对火自身而言在其实体中没有任何相反者。非相反的事物亦可以在同一形式中,如马相对于狗,或者黑相对于灰。而且在属的终极形式中说明方式并不相异者亦然;依此方式,人与人在形式上相同,马与马亦然。此外,凡处于同一实体中而不具有任何差异的一切事物亦是如此;依此方式,在数量上为一者将与其自身相同,同义异名之物亦将彼此相同。并且不必针对每一种解说去寻求不同的事物;因为相同的事物依不同的着眼点而在多重意义上彼此成为相同的。接下来,先于与后于的诸含义被阐明出来。

语法注3 条
  1. 5.14οὐ γὰρ ἀνάγκη ἕτερα τῷ εἴδει εἶναι τὰ ἐναντίων τινῶν δεκτικά· κατὰ γὰρ τὸ αὐτὰ τῶν ἐναντίων εἶναι δεκτικά

    在因果分句“κατὰ γὰρ τὸ αὐτὰ τῶν ἐναντίων εἶναι δεκτικά”中,αὐτά 作为带冠词不定式结构的宾格主语,指涉接受相反者的同一底层主体(即“因为同一事物自身即可接受相反者”)。因此,受体自身可以保持同种,能够接受相反性质并不必然导致形式上的相异。

  2. 5.14τὸ γὰρ οἰκεῖον ἑκάστῳ εἶδος ἕτερον

    此处的 εἶδος 并非指普遍的“种”或“形式”,而是指属于每个个体(西蒙与苏格拉底)特有的外貌、特征或个体形式。鉴于前文已说明这些个体处于同一实体和定义之中,普遍的种概念是相同的,而属于各人特有的形貌(οἰκεῖον εἶδος)则互不相同,由此构成对比。

  3. 5.14ταὐτὰ δὴ κατὰ τοῦτο ἔσται ἢ [οὐχ] ὑπάλληλα

    写本与校勘中的难点。因为前一句刚刚重申“在形式上相异者乃是从同一属中分化出来且互不从属者(μὴ ὑπάλληλα)”,所以对立面必然是“相互从属者(ὑπάλληλα)在此方面将是在形式上相同的”。无论是否保留文本中的 οὐχ,其论证脉络的核心皆在于相互从属的形式在此界定下归为相同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:383.21-384.33