← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§382.5-383.21

相反者的诸模式与依十范畴的表述方式

亚历山大举例阐明在单单而言、在属上或在形式上相异最大的相反者,继而解释分有这些相反者之物(受体、致动者、受动者、丧失、获得、状态与匮乏)如何被称为相反者。他进一步说明,正如存在与一,同、类似、异与相反等概念亦依范畴具有十种表述方式,并给出了在形式上相异的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#5

τὸ δὲ ἢ ἁπλῶς ἢ κατὰ γένος ἢ κατ’ εἶδος εἴη ἂν τοιοῦτον· ἤτοι ὧν ἡ διαφορὰ ἁπλῶς μεγίστη ἐστίν, ἐναντία, οἷον εἰ λέγει τις τὸ ὂν καὶ τὸ μὴ ὂν ἢ τὸ πλῆρες καὶ κενόν, ἢ κατά τι γένος ἢ εἶδος ἀφωρισμένον, οἷον ἐν ζῴοις τὰ πλεῖστον διαφέροντα ὡς λογικὸν καὶ ἄλογον καὶ ὑπόπουν καὶ ἄπουν, ἢ ἐν χρώματι τὸ λευκὸν καὶ μέλαν. κατὰ μὲν γένος οὕτως, κατ’ εἶδος δὲ ἐν ἀνθρώποις τὰ πλεῖστον διαφέροντα ἐναντία οἷον τὸ ἐπίστασθαι καὶ τὸ μὴ ἐπίστασθαι, γινώσκειν καὶ ἀγνοεῖν, ἢ τὸ ἀρετὴν καὶ κακίαν ἔχειν· εἰ γὰρ ἡ ἕξις εἶδος τῆς ὑπολήψεως ἦν, ἐν εἴδει τῷ αὐτῷ εἴη ἂν ἐναντία ἀρετὴ καὶ κακία·1 ἕξις γὰρ ἀμφότερα· ταῦτα γὰρ ἐν τούτῳ τῷ γένει πλεῖστον διαφέροντα. ἢ ἐν τούτῳ τῷ εἴδει ἐναντία λέγεται καὶ τὰ ἁπλῶς πλεῖστον διαφέροντα. εἰπὼν δὲ τίνα ἐστὶ τὰ ἐναντία καὶ κατὰ πόσους λέγεται τρόπους, κατὰ ταῦτα τὰ ἐναντία ἤδη λέγεσθαί φησι καὶ τὰ ἄλλα τὰ μετέχοντα τούτων· ἢ γὰρ τῷ ἔχειν τινὰ τῶν εἰρημένων, ὡς τὸ πῦρ καὶ ἡ χιών· τῷ γὰρ τὴν μὲν ψυχρότητα ἔχειν τὸ δὲ θερμότητα ἐναντία, καὶ οὐ τῷ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διεστάναι· τὰ δὲ τῷ δεκτικὰ τῶν ἐναντίων, οἷον εἰ λέγει τις τὸ λογικὸν καὶ ἄλογον ἐναντία εἶναι τῷ τὸ μὲν ἐπιστήμης τὸ δὲ ἀνεπιστημοσύνης εἶναι δεκτικόν. ἢ ἡ δύναμις ἡ τῆς ἀρετῆς δεκτικὴ τῆς δυνάμεως τῆς κακίας δεκτικῆς, ἢ ἡ δύναμις καθ’ ἣν βαρύτητός ἐστιν ἡ ὕλη δεκτική, τῆς δυνάμεως καθ’ ἣν κουφότητος, ὡς εἶπεν ἐν τῷ Δ Περὶ οὐρανοῦ. τὰ δὲ λέγεται ἐναντία τῷ ποιητικὰ ἐναντίων εἶναι (οὕτω τὸ θερμαντικὸν τῷ ψυκτικῷ ἐναντίον), τὰ δὲ τῷ παθητικὰ τῶν ἐναντίων εἶναι, ὡς τὸ δυνάμενον ψύχεσθαι τῷ θερμαίνεσθαι δυναμένῳ, τὰ δὲ τῷ τὰ μὲν ποιητικὰ εἶναι τὰ δὲ παθητικά, ὡς τὸ θερμαίνειν δυνάμενον τῷ θερμαίνεσθαι, ἢ τὰ θερμαίνοντα τοῖς ψύχουσι καὶ τὰ θερμαινόμενα τοῖς ψυχομένοις. ἀποβολαὶ δὲ ἢ λήψεις τὸ θερμὸν γινόμενον τῷ γινομένῳ ψυχρῷ, τὸ ἀποβάλλον τὴν θερμότητα τῷ τὴν ψυχρότητα.2 ἕξις δὲ καὶ στέρησις τῶν τοιούτων τὸ ἔχον θερμότητα καὶ τὸ δυνάμενον ἔχειν μὴ ἔχον δέ, ἢ ἡ ὄψις καὶ ἡ τυφλότης. ἐκ τῶν νῦν εἰρημένων δῆλον ὅτι καὶ ὧν ἡ διαφορὰ μεγίστη ἢ κατὰ γένος ἢ κατ’ εἶδος, καθ’ ἃ δεύτερον παρεθέμην παραδείγματα, ταῦτα κατὰ γένος καὶ κατ’ εἶδος λέγει. λέγονται ἐναντία καὶ κατὰ τὰς τῶν ἐναντίων ἀποβολάς, οἷον τὸ ὑγίειαν ἀποβάλλον τῷ νόσον ἀποβάλλοντι, ἀλλὰ καὶ κατὰ τὴν τοῦ αὐτοῦ ἀποβολήν τε καὶ λῆψιν· τὸ γὰρ λαμβάνον τῷ ἀποβάλλοντι ὑγίειαν. καὶ κατὰ τὰς ἕξεις δὲ τῶν ἐναντίων ἐναντία λέγεται, οἷον τὸ ἔχον ὑγίειαν τῷ ἔχοντι νόσον, καὶ κατὰ τὰς στερήσεις ὁμοίως (τὸ γὰρ ἐστερημένον ὑγιείας τῷ ἐστερημένῳ νόσου ἐναντίον καὶ αὐτό), ἢ ἐπὶ τοῦ αὐτοῦ τὸ ἔχον αὐτὸ τῷ ἐστερημένῳ αὐτοῦ, τὸ ἔχον ὑγίειαν τῷ ταύτης ἐστερημένῳ. ἐπεὶ δέ, φησί, τὸ ἓν καὶ τὸ ὂν πολλαχῶς λέγεται (δεκαχῶς γάρ), ἰσαχῶς, φησί, λεχθήσεται καὶ τὰ κατ’ αὐτὰ λεγόμενα, τουτέστι καθ’ ἕκαστον αὐτῶν λεγόμενα καὶ ἐν ἑκάστῳ ὄντα. ταῦτα δέ ἐστι τὸ ταὐτόν, τὸ ἕτερον, τὸ ἐναντίον, τὸ ὅμοιον, τὰ ἄλλα ὅσα κοινὰ πάντων τῶν τοῦ ὄντος γενῶν· καὶ γὰρ ἐν οὐσίᾳ ταὐτὸν καὶ ὅμοιον καὶ ἕτερον καὶ ἐναντίον, καὶ ἐν ποιότητι καὶ ἐν ποσότητι καὶ ἐν ἑκάστῳ τῶν ἄλλων γενῶν. ὥστε καὶ τούτων ἕκαστον δεκαχῶς ῥηθήσεται· καὶ γὰρ ἐν οὐσίᾳ ἐναντίωσις, τῷ καὶ τὰ ἔχοντα ἐναντία ἢ τὰ πάσχοντα ἢ τὰ ποιοῦντα ἢ ἀποβάλλοντα ἢ λαμβάνοντα ἐναντία καὶ αὐτὰ ἀλλήλοις λέγεσθαι·3 ὥστε ἔσται κατὰ τὰς κατηγορίας ἡ διαίρεσις τοῦ τε ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἐναντίου. τούτου γὰρ χάριν ἐμνημόνευσε τούτου. ἐξ οὗ καὶ δῆλον πάλιν ὅτι τοῦ πρώτου φιλοσόφου ἡ περὶ τούτων θεωρία. Ἑξῆς δὲ ἐκτίθεται ποσαχῶς ἕτερα τῷ εἴδει λέγεται· πρότερον γὰρ εἶπε ποσαχῶς τὰ ἐναντία λέγεται, καὶ ἦν ἐν αὐτοῖς καὶ τὰ τῷ εἴδει διαφέροντα· ποσαχῶς οὖν καὶ τὰ τῷ εἴδει διαφέροντα, λέγει. ἕτερα δή φησι τῷ εἴδει εἶναι τά τε ἐκ τοῦ αὐτοῦ γένους διαφέροντα εἴδη μὴ ὑπάλληλα, τουτέστι τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις.

而“或者单单而言、或者在属上、或者在形式上”这一表述应当是这样的:凡其差异单单而言为最大者乃是相反者,例如有人若是说“存在与非存在”或“充实与虚空”;或者在某个确定的属或形式中[差异最大者],例如在动物中相异最大者如“有理性的与无理性的”以及“有足的与无足的”,或者在颜色中如“白与黑”。在属上是依此方式,而在形式上,在人类中相异最大者乃是相反者,例如“拥有知识与不拥有知识”、“知晓与无知”,或者“具有美德与具有恶德”;因为如果状态是认知的形式,美德与恶德就将在同一形式中是相反者,因为两者皆是状态;因为这些是在此属中相异最大者。或者在这一形式中,单单而言相异最大者亦被称为相反者。 在说明了相反者是什么以及按多少种方式被表述之后,他指出,分有这些相反者的其他事物亦依这些相反者被称为[相反者]。因为有些是通过具有前述性质中的某些而如此被称为,如火与雪;因为它们是相反者乃在于一者具有冷而另一者具有热,而不是在于它们在同一属中彼此相距最远。另一些则是通过能接受相反者,例如有人若是说有理性的与无理性的乃是相反者,乃在于一者能接受知识而另一者能接受无知;或者能接受美德的能力相对于能接受恶德的能力[是相反的],或者质料凭以能接受重量的能力相对于凭以能接受轻盈的[能力是相反的](正如他在《论天》第四卷中所述)。另一些被称为相反者,乃在于它们是相反者的致动者(依此致热者与致冷者相反),另一些在于它们是相反者的受动者,如能被冷却者相对于能被加热者,另一些在于一者是致动者而另一者是受动者,如能加热者相对于〔能〕被加热者,或者加热之物相对于冷却之物,被加热之物相对于被冷却之物。就丧失或获得而言,变热者相对于变冷者,丧失热者相对于丧失冷者。就此类事物的状态与匮乏而言,具有热者与能够具有却未具有者,或者视力与失明。由刚才所述显而易见,关于其差异或者在属上或者在形式上为最大者,依据我给出的第二组例子,他所指的乃是在属上与在形式上。 事物亦依相反者的丧失被称为相反者,例如丧失健康者相对于丧失疾病者,而且亦依同一事物的丧失与获得而被表述;因为获得健康者相对于丧失健康者。而且事物亦依相反者的状态被称为相反者,例如具有健康者相对于具有疾病者,依匮乏亦同样如此(因为匮乏健康者相对于匮乏疾病者其自身亦是相反者),或者就同一事物而言,具有它者相对于匮乏它者,即具有健康者相对于匮乏健康者。 他又指出,既然一与存在有多重含义(因为有十种表述方式),那么依它们而被表述者,即依它们各自而被表述且存在于各自之中的事物,亦将以同样多数的方式被表述。这些便是同、异、相反、类似,以及所有其他共同属于存在之一切属的事物;因为在实体中亦有同、类似、异与相反,在性质中、在数量中以及在其他各个属中亦然。因此这些之中的每一者亦将以十种方式被表述;因为在实体中亦有相反性,乃在于具有相反者之物、或遭受[相反者]之物、或作用之物、或丧失或获得之物,其自身亦彼此被称为相反者;从而关于同、异、类似与相反的划分亦将依据范畴来进行。因为他正是为此缘故提到了这一点。由此亦再次显明,关于这些的沉思乃属于第一哲学家。 接下来他阐明,在形式上相异乃按多少种方式被表述;因为此前他论述了相反者按多少种方式被表述,而在它们之中亦包含在形式上相异者;因此他又论述在形式上相异者按多少种方式被表述。他指出,在形式上相异者,乃是从同一属中分化出来且互不隶属的相异形式,即从同一属中出来而彼此并列对分的那些形式。

语法注3 条
  1. 5.14εἰ γὰρ ἡ ἕξις εἶδος τῆς ὑπολήψεως ἦν, ἐν εἴδει τῷ αὐτῷ εἴη ἂν ἐναντία ἀρετὴ καὶ κακία

    条件从句中使用了未完成过去时 ἦν,而主句搭配了带 ἄν 的希求法(εἴη ἄν),此处并非标准的与过去事实相反的虚拟语气,而是基于某种预设前提的理论性推设(“若设状态为判断的一种形式”),用以论证美德与恶德如何在同一形式的层面上构成相反者。

  2. 5.14ἀποβολαὶ δὲ ἢ λήψεις τὸ θερμὸν γινόμενον τῷ γινομένῳ ψυχρῷ, τὸ ἀποβάλλον τὴν θερμότητα τῷ τὴν ψυχρότητα

    名词短语 ἀποβολαὶ δὲ ἢ λήψεις 承接前文“另一些则依……被称为相反者”的句式结构,属于高度省略的表达,相当于“在丧失与获得方面[如下事物被称为相反者]”。其后主格与与格的分词配对(如 τὸ θερμὸν γινόμενον 与 τῷ γινομένῳ ψυχρῷ)充当相互对立的两极项。

  3. 5.14καὶ γὰρ ἐν οὐσίᾳ ἐναντίωσις, τῷ καὶ τὰ ἔχοντα ἐναντία ἢ τὰ πάσχοντα ἢ τὰ ποιοῦντα ἢ ἀποβάλλοντα ἢ λαμβάνοντα ἐναντία καὶ αὐτὰ ἀλλήλοις λέγεσθαι

    在 καὶ γὰρ ἐν οὐσίᾳ ἐναντίωσις 中省略了系动词 ἐστί。紧随其后的带冠词与格不定词短语 τῷ... λέγεσθαι 表示原因(“乃在于……”),用以解释为何在实体中亦可言说相反性:尽管实体自身没有直接相反者,但由于具有或承受相反性质的实体(如火与雪)派生地被称为相反者,实体范畴内亦体现出相反性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:382.5-383.21