- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:380.30-382.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了亚里士多德关于对立者定义中文句(涉及中间状态与其极端成分的关系)的解释,随后整理并阐明了基于属、受体、能力以及最大差异的相反者诸定义及其涵盖范围。
δύναται τὸ ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστιν εἰρηκέναι ἀντὶ τοῦ καὶ αὐτὰ καὶ ἐξ ὧν ἐστιν· καὶ γὰρ τὰ ἐξ ὧν ἐστι τὰ μεταξὺ ἀντίκειται ἐκεῖνα ἀλλήλοις, καὶ τὰ μεταξὺ ἐξ ἐκείνων. δύναται τὸ ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστι δηλωτικὸν εἶναι τοῦ ἢ αὐτὰ ἀλλήλοις ἀντικεῖσθαι τὰ μὴ δυνάμενα ἅμα παρεῖναι τῷ ἀμφοτέρων δεκτικῷ, ἢ τούτοις ἐξ ὧν ἐστιν. λευκὸν μὲν γὰρ καὶ μέλαν αὐτὰ ἀλλήλοις ἀντίκειται (ἐναντία γάρ), ἀντίκειται δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἑκατέρῳ αὐτῶν, τῷ μὴ δύνασθαι μηδὲ αὐτὰ ἅμα τινὶ ἐκείνων ὑπάρχειν. ἢ ἄμεινον ἀκούειν ὡς τὸ πρῶτον ἐρρέθη· καὶ γὰρ ἡ λέξις ἐκεῖνο δηλοῖ. οὐχ ὡς μὴ πᾶσι δὲ τοῖς ἀντικειμένοις τούτου παρακολουθοῦντος λέγει, ἀλλ’ ὡς καὶ ἄλλοις τισὶ παρὰ τὰ ἰδίως ἀντικεῖσθαι λεγόμενα·1 καὶ γὰρ τὰ μεταξὺ τοῖς ἐξ ὧν ἐστι κατὰ τὸ σημαινόμενον τοῦτο ἀντίκειται. καὶ εἴη ἂν τὸ καὶ ὅσα μὴ ἐνδέχεται ὡς ἴσον τῷ καὶ καθόλου ὅσα μὴ ἐνδέχεται εἰρημένον. τὸ δὲ διὸ ἐξ ὧν ἐστιν ἀντίκειται ἐλλιπῶς εἰρημένον ἴσον ἂν εἴη τῷ διὸ ἐξ ὧν ἐστι τὰ μεταξὺ ἐκείνοις ἀντίκειται. Ἑξῆς δὲ λέγει περὶ ἐναντίων. λέγει δὲ ἐναντία εἶναι τά τε μὴ δυνάμενα τῷ αὐτῷ παρεῖναι τῶν κατὰ γένος διαφερόντων, τουτέστιν ἃ κατὰ γένος ἀλλήλων διαφέροντα ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι. τοιαῦτα δ’ ἂν εἴη τὰ ἕτερά τε καὶ μὴ ὑπάλληλα γένη, ὡς ζῷον πεζὸν καὶ ζῷον πτηνὸν ἢ τὸ ποιεῖν καὶ τὸ πάσχειν. καὶ ἡ ἀρετὴ δὲ καὶ ἡ κακία οὕτως ἐναντία· γένη γὰρ καὶ αὐτά, εἰ καὶ μὴ ὑπὸ κοινόν ἐστι γένος. καὶ ὅλως τὰ ἐναντία γένη, οἷον τὸ ἀγαθὸν ἢ κακόν· ἐναντία γὰρ γένη τὸ ἀγαθὸν καὶ τὸ κακόν, ὡς αὐτὸς ἐν ταῖς Κατηγορίαις εἴρηκε καὶ ἐν τῷ τετάρτῳ τῶν Τοπικῶν καὶ Θεόφραστος ἐν τῷ πρώτῳ τῶν Τοπικῶν, ἃ οὐχ οἷά τε τῶν ὑπ’ αὐτὰ ἅμα τινὶ ὑπάρξαι.2 τοιαῦτα καὶ τὰ ὑπὸ τὴν κίνησιν καὶ στάσιν. καὶ ὅσα πλεῖστον διαφέρει τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία, ὡς καὶ τὸν ὁρισμὸν ἀποδιδόναι τῶν ἐναντίων σύνηθες. οὕτω λευκὸν καὶ μέλαν ἐναντία, γλυκὺ καὶ πικρόν. ἄλλως φησὶ λέγεσθαι ἐναντία τὰ πλεῖστον ἀλλήλων διαφέροντα τῶν ἐν τῷ αὐτῷ δεκτικῷ. οὕτως πάλιν λευκὸν καὶ μέλαν ἐναντία· πλεῖστον γὰρ διέστηκε τῶν ἐν τῷ σώματι πεφυκότων γίνεσθαι. ἤτοι δὲ ἄλλο σημαινόμενον τοῦτο τῶν ἐν τῷ αὐτῷ γένει πλεῖστον διεστώτων, ὅτι μὴ πάντα τὰ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ πέφυκε γίνεσθαι (οὐ γὰρ περὶ ταὐτὸν οὐδὲ τῷ αὐτῷ δεκτικῷ τὸ λογικόν τε καὶ ἄλογον), ἢ διαφέρουσα ἡ ἀπόδοσις δείκνυσι3 δυναμένους τοῦ αὐτοῦ καὶ λόγους ἑτέρους λέγειν. ἄλλως ἐναντία λέγεσθαί φησι τὰ πλεῖστον ἀλλήλων διαφέροντα τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, λέγων ἤτοι τὴν πρὸς ἀντικείμενα ὁμοίως ἔχουσαν μέθοδον, ὡς ῥητορικὴν καὶ διαλεκτικήν (ἐναντία γὰρ ὑπὸ μὲν τὴν ῥητορικὴν ἐγκώμιον καὶ ψόγος, κατηγορία καὶ ἀπολογία, προτροπὴ καὶ ἀποτροπή, κατὰ δὲ διαλεκτικὴν τὸ ψεῦδός τε καὶ τἀληθές· ἄμφω γὰρ συμπεραίνεται), ἢ δύναμιν λέγοι ἂν τὴν φυσικὴν ἕξιν, ὑφ’ ἣν ἐναντία, περὶ μὲν ἀκοὴν εὐηκοΐα καὶ δυσηκοΐα, περὶ δὲ τὴν ὁρατικὴν ὀξυωπία καὶ ἀμβλυωπία. ἢ δύναμιν τὴν φύσιν λέγει, ἥτις ἐστὶν ἀρχὴ τῆς κινήσεως· πλεῖστον δὲ κατὰ δύναμιν ταύτην διαφέρει τὰ ἄνω φύσει κινούμενα τῶν κάτω. ἢ δύναμιν λέγει πᾶσαν ἐπιστήμην τε καὶ τέχνην· αἱ γὰρ ἐπιστῆμαι δυνάμεις τε καὶ ἕξεις, τῶν δὲ ἐναντίων αἱ αὐταὶ ἐπιστῆμαι. οὕτως ὑγίεια καὶ νόσος ἐναντία· ὑπὸ γὰρ τὴν ἰατρικὴν ταῦτα ὄντα πλεῖστον ἀλλήλων διέστηκε, καὶ εὐεξία καὶ καχεξία ὄντα ὑπὸ τὴν γυμναστικήν. ἄλλως ἐναντία φησὶ λέγεσθαι καὶ ὧν ἡ διαφορὰ μεγίστη ἢ ἁπλῶς ἢ κατὰ γένος ἢ κατ’ εἶδος. οὗτος δὲ ὁ τρόπος τῶν τε προειρημένων πάντων ἐναντίων ἐστὶ περιεκτικός, προσέτι δὲ καὶ τῶν κατὰ ἀντίφασιν ἀντικειμένων καὶ τῶν καθ’ ἕξιν ἢ στέρησιν· πάντα γὰρ ταῦτα μεγίστην διαφορὰν ἔχει πρὸς ἄλληλα. κατὰ τοῦτο τὸ σημαινόμενον τῶν ἐναντίων πολλάκις καὶ τὴν κατάφασιν τῇ ἀποφάσει ἐναντίαν λέγουσι καὶ τὴν ἕξιν τῇ στερήσει.
他所说的“或者其自身,或者其构成成分”,亦可能是用以代替“其自身及其构成成分”;因为中间状态由之构成的那些极端自身彼此对立,而中间状态又由那些极端构成。“或者其自身,或者其构成成分”亦可能表明:凡不能同时存在于能接受两者的同一主体之中的事物,或者其自身彼此对立,或者相对于这些作为其构成成分的事物对立。因为白与黑其自身彼此对立(盖因它们是相反者),而由两者构成者亦相对于它们各自对立,这是由于它们自身亦绝不能与那些极端的任何一者同时属于同一事物。或者,按照最初所述来理解更为妥当;因为文句本身亦表明了那一含义。他如此说,并非由于这不伴随于一切对立者,而是由于除狭义上被称为对立者之外,这亦伴随于其他某些事物;因为依这一含义,中间状态亦相对于其构成成分对立。而“以及凡不能[内在]的所有事物”这一表述,应当等同于“以及普遍而言凡不能[内在]的所有事物”。至于省略地表述的“因此其构成成分是对立的”,则应当等同于“因此中间状态相对于其由之构成的那些事物对立”。 接下来他论及相反者。他指出,在属上相异者之中不能存在于同一事物之中的事物乃是相反者,即凡在属上彼此相异而不可能同时存在于同一事物之中者。这类事物应当是在属上不同且互不隶属的属,如陆生动物与有翼动物,或者作用与遭受。美德与恶德亦依此方式是相反者;因为它们自身亦是属,即使并不从属于某个共同的属。一般的相反之属亦是如此,例如善或恶;因为善与恶乃是相反的属,正如他本人在《范畴篇》和《论题篇》第四卷中、以及泰奥弗拉斯托斯在《论题篇》第一卷中所述的那样,其下属的任何事物绝不可能同时属于同一事物。处于运动与静止之下者亦属此类。此外,在同一属内相异最大的所有事物亦是相反者,这也是给出相反者定义的通例。在此意义下,白与黑是相反者,甜与苦亦然。 依另一种方式,他指出,在同一受体中彼此相异最大的事物被称为相反者。依此方式,白与黑再次成为相反者;因为它们在依其本性生成于身体中的事物中相距最远。这或者是因为并非一切相反者皆依其本性生成于同一主体中(因为有理性的与无理性的既非关涉同一事物,亦非处于同一受体中),从而构成了不同于“在同一属中相距最远者”的另一含义;或者不同的表述表明,人们能够对同一事物给出不同的说明。 依另一种方式,他指出,在同一能力之下彼此相异最大的事物被称为相反者;他所说的能力,或者指同等地关涉对立双方的方法,如修辞术与辩证术(因为在修辞术之下,颂扬与谴责、指控与辩护、劝诱与制止皆是相反者,而在辩证术中假与真则是相反者;因为辩证术能推导两者);或者他可能以能力指自然状态,在此状态之下的相反者在听觉方面是听觉敏锐与重听,在视觉方面是视力敏锐与视力迟钝。或者他以能力指作为运动本原的自然本性;而依此能力,自然本性上向上运动者与向下运动者相异最大。或者他以能力指一切科学与技术;因为科学既是能力亦是状态,且关涉相反者的乃是相同的科学。在此意义下,健康与疾病是相反者;因为它们在医术之下彼此相距最远,处于体操之下的身体健壮与虚弱亦然。 依另一种方式,他指出,凡其差异或者单纯而言、或者在属上、或者在形式上为最大者,亦被称为相反者。这种方式不仅包容了前述一切相反者,而且还进一步包容了通过矛盾而对立者以及依状态或匮乏而对立者;因为所有这些事物彼此之间皆具有最大的差异。依相反者的这一含义,人们亦常常称肯定与否定相反,称状态与匮乏相反。
- 5.14οὐχ ὡς μὴ πᾶσι δὲ τοῖς ἀντικειμένοις τούτου παρακολουθοῦντος λέγει, ἀλλ’ ὡς καὶ ἄλλοις τισὶ παρὰ τὰ ἰδίως ἀντικεῖσθαι λεγόμενα
οὐχ ὡς ... ἀλλ’ ὡς ... 引领两种观点或理由的对比。τούτου παρακολουθοῦντος 为独立属格,否定词 μή 的使用是由于 ὡς 引领主观理由。在接下来的 ἀλλ’ ὡς 从句中省略了谓语分词 παρακολουθοῦντος,须依前句补全,理解为“并非由于这不伴随于一切对立者,而是由于除狭义的对立者之外它亦[伴随于]其他某些事物”。
- 5.14ἃ οὐχ οἷά τε τῶν ὑπ’ αὐτὰ ἅμα τινὶ ὑπάρξαι
关系代名词 ἃ 指代前文相反的属(善与恶)。在非人称结构 οὐχ οἷά τε ... ὑπάρξαι(“不可能属于”)中,属格 τῶν ὑπ’ αὐτά(“其下属之物”)在否定管辖下充当主语成分(即“其下属之物中的任何一者”),与格 τινί 则表示所属的主体。
- 5.14ἤτοι δὲ ἄλλο σημαινόμενον τοῦτο τῶν ἐν τῷ αὐτῷ γένει πλεῖστον διεστώτων ... ἢ διαφέρουσα ἡ ἀπόδοσις δείκνυσι
该句由 ἤτοι ... ἤ ... 构成选言结构。前半句(ἤτοι)中系动词省略,τοῦτο(基于受体的定义)为主语,ἄλλο σημαινόμενον(另一含义)为表语,属格 τῶν ... διεστώτων 在 ἄλλο 之后作分离或比较属格(“不同于……的另一含义”)。后半句(ἤ)中,διαφέρουσα ἡ ἀπόδοσις 为主语,δείκνυσι 为主谓词,引出宾格不定式结构(δυναμένους ... λέγειν)。
