- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:379.15-380.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《形而上学》卷Δ的定义,亚历山大阐释了依实体中的他异性而来的“有别者”、四种含义下的“相似者”及其相反的“不相似者”,并在对立者的通行四分法之外补充了解释生成与毁灭的本原以及中间状态的“对立者”。
λέγει διάφορα εἶναι καὶ ὅσα ἐν τῇ οὐσίᾳ ἔχει τὴν ἑτερότητα, ἤτοι ἐπὶ τῶν ἐναντίων καὶ τοῦτο εἰρηκώς, ἢ λέγοι ἂν ἑτερότητα τὴν ἐναντίωσιν· καὶ γὰρ τὰ μὴ ἐναντία ἀλλήλοις, ἔχοντα μέντοι ἐν τῇ οὐσίᾳ τῇ αὐτῶν ἐναντίωσίν τινα πρὸς ἄλληλα, διαφέροντα.1 οὕτω γῆ καὶ ὕδωρ διαφέρει· ἐν γὰρ τῇ οὐσίᾳ τῆς μὲν γῆς τὸ ξηρόν, τοῦ δὲ ὕδατος τὸ ὑγρόν. δύναται διαφέροντα λέγειν καὶ ὅσα κατὰ τὸ ὑποκείμενον ὄντα ταὐτά, κατὰ τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν ἔχει τὴν ἑτερότητα, ὡς ἔχει τὰ ἑτερώνυμα. δύναται ἐν τῇ οὐσίᾳ ἔχειν τὴν ἑτερότητα καὶ ἐναντίωσιν τὸ κίβδηλον καὶ δραχμή, καὶ πάλιν ὁ νεκρὸς καὶ ὁ ἄνθρωπος, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἶπεν. Ὅμοιά φησι λέγεσθαι τά τε πάντη ταὐτὰ πεπονθότα, τουτέστι πάντη ἐοικότα ἀλλήλοις κατὰ τὸ εἶδός τε καὶ τὴν μορφήν (ταῦτα γὰρ λέγει πάθη), ὡς οἱ Διόσκουροι, ὁ Ζῆθος καὶ Ἀμφίων, καὶ ὡς ἐπὶ τὸ πλεῖστον τὰ δίδυμα. καὶ εἴη ἂν μάλιστα ταῦτα ὅμοια. δευτέρως δὲ καὶ ὅσα πλείω ταὐτὰ πέπονθεν ἢ ἕτερα, καὶ ταῦτα ὅμοια· ἀπὸ γὰρ τοῦ πλεονάζοντος ὅμοια λέγεται. πλείω γὰρ οὗτοι ταὐτὰ πάθη ἔχουσιν ὡς ἐπὶ τὸ πλεῖστον τῶν καθ’ ἃ διαφέρουσιν ἀλλήλων, οἷον Γερμανὸς Γερμανῷ καὶ Ἰνδὸς Ἰνδῷ. ἀλλὰ καὶ τὰ ἑπόμενα τοῖς γεννήσασιν οὕτως ὅμοια λέγεται. καὶ κατὰ τὸ τρίτον σημαινόμενον ὅμοια λέγεται, ὧν ἡ ποιότης μία, οἷον τὰ θερμὰ κατὰ τὴν ποιότητα ταύτην ὅμοια, κἂν τὰ ἄλλα ἀνόμοια, κατὰ τὸ σημαινόμενον τοῦτο. ἢ τὰ ὁμοίως τῆς αὐτῆς κοινωνοῦντα ποιότητος, ἢ τὰ ἐν τῇ αὐτῇ πάντα ποιότητι, κἂν μὴ ὁμοίως αὐτὴν ἔχῃ, οἷον θερμά, ἀλλὰ τὸ μὲν μᾶλλον τὸ δ’ ἧττον. τέταρτον σημαινόμενον ὁμοίου ἐκτίθεται, ὅταν τινὰ τῶν καθ’ ἃς ἀλλοιοῦσθαι καὶ μεταβάλλειν πέφυκεν ἐναντιώσεων τὰς πλείστας τὰς αὐτὰς ἔχῃ. οἷον οἶνος ἀλλοιοῦσθαι πέφυκε καὶ κατὰ χρῶμα καὶ κατὰ χυμῶν διαφορὰς καὶ κατὰ ὀσμάς· ὅταν οὖν τινες οἶνοι τὰς πλείστας ποιότητας, καθ’ ἃς οἷοί τέ εἰσι μεταβάλλειν τε καὶ ἀλλοιοῦσθαι, τὰς αὐτὰς ἔχωσιν, ἢ τὰς κυριωτέρας (κυριώτερον δὲ ἐν οἴνῳ χυμὸς καὶ εὐωδία χρώματος), οὗτοι ὅμοιοι οἶνοι λέγονται. οὐ κατὰ τοῦτο τὸ σημαινόμενον ὅμοια ἦν τὰ κατὰ τὸν δεύτερον τρόπον εἰρημένα· ἐνθάδε γὰρ πρόσκειται τὸ καθ’ ὅσα ἀλλοιοῦσθαι ἐνδέχεται· τὰ γὰρ τούτων πλείω οὐ τὰ ἁπλῶς πλείω. λέγεσθαι δέ φησι καὶ τὰ ἀνόμοια ἀντικειμένως τοῖς ὁμοίοις· ἀνόμοια γὰρ τά τε κατ’ εἶδος διαφέροντα καὶ τὰ ἐλάττω ταὐτὰ πάθη ἔχοντα, καὶ τὰ ἐπὶ διαφόρων ποιοτήτων ὄντα κατ’ αὐτὰς ἀνόμοια, καὶ τὰ τῶν καθ’ ἃ πέφυκεν ἀλλοιοῦσθαι τὰ πλείω ἢ τὰ κυριώτερα διαφέροντα ἔχοντα. Λέγει δὲ καὶ περὶ τῶν ἀντικειμένων, ποσαχῶς ἀντίκειται, καὶ προστίθησι τῇ εἰς τέσσαρα διαιρέσει τῶν ἀντικειμένων τῇ καθωμιλημένῃ, ἥτις ἐστὶ τἀναντία, στέρησις καὶ ἕξις, τὰ πρός τι, κατάφασις καὶ ἀπόφασις, καὶ τὰ ἐξ ὧν αἱ γενέσεις καὶ φθοραί.2 εἴη δ’ ἂν ταῦτα ἤτοι τὸ ὄν τε καὶ μὴ ὄν· ἡ μὲν γὰρ ἐκ μὴ ὄντος εἰς ὂν μεταβολὴ γένεσις, ἡ δὲ ἐξ ὄντος εἰς μὴ ὂν φθορά. οὔτε δὲ τὸ ὂν κατάφασις οὔτε τὸ μὴ ὂν ἀπόφασις· ὀνόματι γὰρ τὸ μὲν ὡρισμένον τὸ δὲ ἀόριστον· ἀλλ’ οὐδὲ ἐναντία, ἀλλ’ οὐδὲ πρός τι, ἀλλ’ οὐδὲ τὸ μὲν ἕξις τὸ δὲ στέρησις εἶναι δοκεῖ. λέγοι δ’ ἂν μᾶλλον τὰ ἐξ ὧν αἱ γενέσεις καὶ αἱ φθοραὶ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. ἐκ τοῦ δυνάμει γὰρ ἡ γένεσις καὶ ἐκ τῆς ὕλης εἰς τὸ ἐνεργείᾳ καὶ τὸ εἶδος, καὶ ἡ φθορὰ ἐκ τοῦ ἐνεργείᾳ καὶ τοῦ εἴδους εἰς τὸ δυνάμει καὶ τὴν ὕλην· οὐ γὰρ ἡ ὕλη στέρησις, οὐδὲ ἐναντία τῷ εἴδει, εἰ καὶ συμβέβηκεν αὐτῇ ἡ στέρησις. δύναται καὶ αὐτὴν τὴν γένεσιν καὶ τὴν φθορὰν ἀντικείμενα λέγειν. ἢ ταῦτα ὡς ἐναντία ἀντίκειται. ἔτι φησὶν ἀντικεῖσθαι καὶ ταῦτα ἃ μὴ ἐνδέχεται ἅμα παρεῖναι τῷ ἀμφοῖν δεκτικῷ, ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστιν· ἐπεὶ γὰρ οὐδὲ τὰ μεταξὺ τῶν ἐναντίων ἅμα παρεῖναι τῷ αὐτῷ οἷόν τε, καὶ οὐ λέγεται ἀντικείμενα, διὰ τοῦτο εἶπεν ἢ αὐτά, εἰ ὡς ἐναντία εἴη, ἢ τὰ ἐξ ὧν ἐστιν· τὰ γὰρ μεταξὺ τῷ τὰ ἐξ ὧν ἐστι καὶ αὐτὰ ἀντικείμενα εἶναι, τούτῳ οὐ δύναται ἅμα τῷ αὐτῷ ὑπάρχειν, ᾧ τὸ ἕτερον τῶν ἀμίκτων.3
他指出,凡在实体中具有他异性者亦是有别者,这或者同样是就相反者而言的,或者他可能是以他异性指相反性;因为彼此并不相反、却在自身实体中具有彼此之间的某种相反性者,亦是有别的。在此意义下,土与水是有别的;因为在土的实体中有干燥,在水的实体中有湿润。他亦可能以有别者指凡在底层上为同一、但在实体和定义上具有他异性的所有事物,如同异名之物所具有的那样。假币与德拉克马银币,以及尸体与人,正如他在《解释篇》中所说的那样,亦可能在实体中具有他异性与相反性。 他说,被称为相似者,乃是在一切方面遭受相同规定者,即在形式和形态上在一切方面彼此相像者(因为他将这些称为状态规定),如狄俄斯库洛伊兄弟、齐托斯与安菲翁,以及绝大多数情形下的双胞胎。这些应当是在最高程度上相似的。第二,凡遭受相同规定多于他异规定者,这些亦是相似的;因为它们是根据占优势的方面被称为相似的。盖因这些在大多数情况下,相同的状态规定多于其彼此有别的方面,如日耳曼人相对于日耳曼人,印度人相对于印度人。不仅如此,随顺产生它们之物的事物亦依此方式被称为相似。依第三种含义,凡性质为一者被称为相似,如热的事物依此含义而在这一性质上是相似的,哪怕在其他方面并不相似;或者指同等地分有相同性质者,或者指一切处于相同性质之中者,哪怕并非同等地拥有它,如热的事物中一者程度更甚而另一者程度较弱。他阐述了相似者的第四种含义:即当某些事物在它们依其本性易于遭受质变和转化的那些相反性中,将绝大多数相反性作为相同者而拥有时。例如葡萄酒依其本性无论在颜色上、在味道的差异上、还是在气味上皆易于遭受质变;因此,当某些葡萄酒在它们能够转化和质变的绝大多数性质上,或者在更根本的性质上(在葡萄酒中,味道和香气比颜色更根本)拥有相同者时,这些葡萄酒便被称为相似的葡萄酒。依第二种方式所述者并非依这一含义为相似;因为在此处添加了“在能够质变的范围内”,盖因在这些范围内的多数并非单单指多数。 他还指出,不相似者亦是与相似者相对立而被述说的;因为在形式上有别者、拥有较少相同状态规定者、处于不同性质之上而在这些性质上不相似者、以及在它们依其本性易于遭受质变的性质中将多数或更根本者作为相异者而拥有者,皆是不相似者。 他还论及对立者,探讨它们依多少种方式对立,并在对立者通行的四种区分——即相反者、匮乏与拥有、关系者、肯定与否定——之外,还补充了“生成与毁灭由之产生者”。这些或者是有与非有;因为由非有向有的转化乃是生成,而由有向非有的转化乃是毁灭。然而有既非肯定,非有亦非否定(因为作为名称,一者是确定的,另一者是不确定的);它们既非相反者,亦非关系者,且一者为拥有而另一者为匮乏似乎亦不成立。毋宁说,他可能是以生成与毁灭由之产生者指质料与形式、潜能与现实。因为生成乃是由潜能中的事物和质料向现实中的事物和形式转化,而毁灭乃是由现实中的事物和形式向潜能中的事物和质料转化;盖因质料并非匮乏,亦不与形式相反,即使匮乏偶性地属于它。他亦可能以生成与毁灭自身指对立者。或者这些乃是作为相反者而对立。 他进一步指出,凡不能同时存在于能接受两者的同一主体之中的所有事物,或者其自身或者其构成成分,亦是对立的。因为既然相反者之间的中间状态亦不可能同时存在于同一事物中,却并未被称为对立者,因此他说或者“其自身”(若作为相反者存在),或者“其构成成分”;因为中间状态由于其构成成分自身是对立的,因此不能与纯粹极端的另一方同时属于同一事物。
- 5.14τὰ μὴ ἐναντία ἀλλήλοις, ἔχοντα μέντοι ἐν τῇ οὐσίᾳ τῇ αὐτῶν ἐναντίωσίν τινα πρὸς ἄλληλα, διαφέροντα
系动词 ἐστί 在谓词 διαφέροντα 前后被省略的名词谓语结构。主语短语 τὰ μὴ ἐναντία ἀλλήλοις 附带分词短语 ἔχοντα...,并与谓词 διαφέροντα [ἐστί](“是有别的”)相联结。
- 5.14προστίθησι τῇ εἰς τέσσαρα διαιρέσει τῶν ἀντικειμένων τῇ καθωμιλημένῃ, ἥτις ἐστὶ τἀναντία, στέρησις καὶ ἕξις, τὰ πρός τι, κατάφασις καὶ ἀπόφασις, καὶ τὰ ἐξ ὧν αἱ γενέσεις καὶ φθοραί
在动词 προστίθησι 支配下,与格短语 τῇ εἰς τέσσαρα διαιρέσει... 充当间接宾语(被添加的对象),而句末的宾格短语 καὶ τὰ ἐξ ὧν αἱ γενέσεις καὶ φθοραί 是直接宾语。中间插入的关系代词从句 ἥτις ἐστὶ... 列举并说明了四分法的具体内容。
- 5.14τὰ γὰρ μεταξὺ τῷ τὰ ἐξ ὧν ἐστι καὶ αὐτὰ ἀντικείμενα εἶναι, τούτῳ οὐ δύναται ἅμα τῷ αὐτῷ ὑπάρχειν, ᾧ τὸ ἕτερον τῶν ἀμίκτων
主语为 τὰ μεταξὺ(“中间状态”)。与格冠词不定词 τῷ ... εἶναι 表示原因,由指示代词 τούτῳ(“因此”)承接并修饰主句动词短语 οὐ δύναται ... ὑπάρχειν。关系代词与格 ᾧ 的先行词是 τῷ αὐτῷ(“中间状态不能与纯粹极端的另一方同时属于同一事物”)。
