← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§377.35-379.15

形式的同一与他者及有别者的含义

亚历山大注述亚里士多德《形而上学》卷五第九章(1017b27起),梳理了依形式与实体的同一之定义,从与同一性的相反对应关系阐明“他者”(hetera)与“有别者”(diaphora)的诸种含义,并评述了阿斯帕西奥斯的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#2

ταὐτὰ λέγεσθαί φησι καὶ ὧν ἡ οὐσία μία, οὐσίαν τὸ εἶδος λέγων. εἴη δ’ ἂν ἐν τούτῳ περιειλημμένα καὶ τὰ ὁμοειδῆ ἀλλήλοις καὶ τὰ ὁμογενῆ καὶ κατὰ ἀναλογίαν· καὶ γὰρ κοινωνία τίς ἐστιν εἴδους τε καὶ λόγου. ὁρίζεται δὲ τὰ ταὐτὰ εἰπὼν τὴν ταυτότητα πλειόνων ἑνότητα. κατὰ τὸ εἶναί τε καὶ τὴν οὐσίαν κατὰ συμβεβηκὸς ἐδείχθη ὄντα τὰ αὐτά· κατ’ οὐσίαν γὰρ τὰ αὐτὰ καὶ ὧν ἡ ὕλη μία καὶ ὧν ἡ οὐσία τε καὶ τὸ εἶδος. ἐπεὶ δὲ καὶ αὐτό τι αὑτῷ λέγεται ταὐτόν, προσέθηκε τὸ ἢ ὅταν χρῆται ὡς πλείοσιν· καὶ γὰρ ὁ αὐτό τι ταὐτὸν λέγων ὡς δύο οὖσι τῷ ἑνὶ χρῆται. Καὶ τὰ ἕτερα δέ, φησί, λέγεται ἀντιστρόφως τοῖς ταὐτοῖς· ὧν τε γὰρ εἴδη πλείω, ταῦτα ἕτερα, ὡς ἵππος ἀνθρώπου. λέγοιτο δ’ ἂν καὶ τὰ ἐκ μὲν τῆς αὐτῆς ὕλης μὴ ὁμοειδῆ δὲ ἀλλήλοις, οἷον εἰ ξύλινα ὄντα ἀνομοειδῆ ἀλλήλοις ᾖ, καὶ ὧν ἡ ὕλη ἑτέρα, εἰ μὲν κατ’ ἀριθμόν, ἀριθμῷ ἕτερα, εἰ δὲ εἴδει, εἴδει. ἕτερα ἀλλήλων λέγοιτ’ ἂν καὶ τὰ ὁμοειδῆ, ἂν ᾖ ἐκ διαφόρου ὕλης, τὸ χρυσοῦν ἔκπωμα καὶ τὸ ἀργυροῦν καὶ ὁ λίθινος ἀνδριὰς καὶ ὁ χαλκοῦς. ἀλλὰ καὶ ὧν ὁ λόγος ὁ τῆς οὐσίας δηλωτικὸς ἕτερος, ἕτερα καὶ ταῦτα, ὡς τὰ ἑτερώνυμα. καὶ τίσιν ἂν εἴη καὶ τὰ ἑτερώνυμα καὶ οὕτως ἕτερα ἀντικείμενα τῶν ὑπὸ ταὐτόν; εἰ τοῖς ὧν ἡ ὕλη μία κατ’ ἀριθμὸν καὶ οὕτω τοῖς αὐτοῖς λεγομένοις, καὶ τὰ ἑτερώνυμα εἴη ταὐτά· κατὰ γὰρ τὴν ὕλην μίαν οὖσαν κατ’ ἀριθμὸν καὶ ταῦτα ταὐτά. ἢ διὰ μὲν τοῦ εἰπεῖν ἕτερα δὲ λέγεται ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη δύναται λέγειν ἀμφότερα ἐπὶ τῆς ὕλης· ἐπεὶ γὰρ ἦν ταὐτὰ ὧν ἡ ὕλη μία ἢ εἴδει ἢ ἀριθμῷ, εἴη ἂν καὶ ἕτερα ὧν ἢ τῷ εἴδει πλείους αἱ ὗλαι ἢ τῷ ἀριθμῷ, εἴδει μὲν εἰ τῷ μὲν ἄργυρος εἴη τῷ δὲ χρυσὸς ἡ ὕλη, ἀριθμῷ δὲ εἰ εἴη ὁμοειδὴς μὲν διῃρημένη δέ. καὶ εἴη ἂν τὸ ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη περὶ τῆς ὕλης λέγων. εἰ δὲ ταῦτα οὕτω διαιροῖτο, ὁ λόγος τῆς οὐσίας οὕτω ἐπὶ τοῦ εἴδους ἂν λέγοιτο· ὧν γὰρ τὰ εἴδη πλείω τε καὶ διαφέροντα ταῦτα ἕτερα καὶ ὅλως φησὶν ἀντικειμένως λέγεσθαι τῷ ταὐτῷ τὸ ἕτερον. καθ’ ἕκαστον οὖν τὸ ἰσόρροπον τοῦ ταὐτοῦ λαμβάνοντα χρὴ κατὰ τὴν ἀντίθεσιν τὴν ἐν τῷ ταὐτῷ τὸ ἕτερον λέγειν, ὡς καὶ αὐτὸς πεποίηκε. λέγει δὲ καὶ διάφορα λέγεσθαι ἀλλήλων καθ’ ἕνα μὲν τρόπον ταῦτα ὅσα μὴ μόνον ἕτερά ἐστιν ἀλλήλων, ἀλλ’ ὅσα κατά τι ἓν ὄντα ταὐτὰ τὴν πρὸς ἄλληλα ἑτερότητα ἔχει. τὸ δὲ καὶ μὴ μόνον ἀριθμῷ προσέθηκε τῷ ταὐτό τι ὄντα ὡς ἴσον τῷ μόνον μὴ ἀριθμῷ ὄντα ταὐτά·1 τὰ γὰρ οὕτω ταὐτὰ οὐκέτι διαφέρειν δύναται. τὸ γὰρ ταὐτὸν τὰ διαφέροντα ἀλλήλων ἔχειν δεῖ μὴ κατ’ ἀριθμόν (τὰ γὰρ οὕτω ταὐτὰ οὐ διάφορα), ἀλλ’ ἢ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ δεῖ ταὐτὰ εἶναι· καὶ γὰρ τὰ τῷ εἴδει ταὐτὰ διάφορα κατ’ ἀριθμόν. δύναται δὲ καὶ κατά τινα μορφὴν καὶ τὰ γένει· δύναται γὰρ καὶ ἀριθμῷ καὶ εἴδει ταῦτα διάφορα εἶναι, εἰ τῷ γένει μόνον εἴη ταὐτά. ὁμοίως καὶ τὰ κατ’ ἀναλογίαν ταὐτὰ καὶ ἀριθμῷ καὶ εἴδει καὶ γένει δύναται διαφέρειν ἀλλήλων. Ἀσπάσιος δὲ ἤκουσε τοῦ ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα, μὴ μόνον ἀριθμῷ2 ἀλλ’ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ, ὡς εἰρημένου ὅτι δεῖ τὰ διάφορα μὴ μόνον ἕτερα εἶναι ἀριθμῷ, ἀλλὰ καὶ κατά τι τὰ αὐτὰ ἀλλήλοις εἶναι, εἰ μέλλοι μὴ μόνον ἕτερα εἶναι ἀλλὰ καὶ διάφορα· τὰ γὰρ ἀριθμῷ ἕτερα οὐ πάντως διάφορα, ἂν μὴ καὶ κατά τι τῶν εἰρημένων τὰ αὐτὰ ᾖ. δεύτερον σημαινόμενον τῶν διαφερόντων ἐκτίθεται, ὧν τὰ γένη ἕτερα· ταῦτα δ’ ἔστιν ἃ πάντῃ ἀλλήλων ἐστὶν ἕτερα. οὕτω διάφορα ζῷον καὶ χρῶμα. καὶ τρίτον σημαινόμενον τῶν διαφερόντων τὰ ἐναντία· ταῦτα δέ ἐστιν ἃ ἐν τῷ αὐτῷ γένει ἀλλήλοις ὄντα πλεῖστον ἀλλήλων διέστηκεν. οὐ κατὰ τοῦτο τὸ σημαινόμενον τὰ πρῶτα διάφορα ἐλέγετο ἁπλῶς· τὰ γὰρ ἐν τῷ αὐτῷ γένει μὴ ὁμοειδῆ ἐκεῖ ἐλέγετο, τὰ διαφέροντα δὲ ὡς ἐναντία προσείληφε καὶ τὸ πλεῖστον διεστάναι.

他指出,其实体为一者亦被称为同一,在此他以实体指形式。而在这一项中,彼此同形式者、同属者以及依比例者亦当被包揽在内;因为形式与定义皆存在某种共通性。 他通过说同一性乃是多数事物的一性来定义同一者。依存在与实体,事物被表明依偶性而为同一;因为凡质料为一者,以及其实体与形式为一者,皆依其实体为同一。然而,既然某一事物自身亦被说成与其自身同一,他便补充了“或者当它被当作多数事物使用时”;因为说某一事物与自身同一的人,乃是将一者当作二者来使用。 他说,他者亦与同一者相反对应地被述说:因为形式为多数者,这些便是他者,如马相对于人。而由相同质料构成却彼此并非同形式者,亦可被称为他者,例如皆为木制却彼此在形式上不相同者;质料为他者亦然,若在数量上为他,则在数量上为他者,若在形式上为他,则在形式上为他者。同形式者若由不同质料制成,亦可被称为彼此相异的他者,如金杯与银杯,石雕像与青铜雕像。不仅如此,揭示实体的定义为他者,这些亦是他者,如异名之物。那么,异名之物以及如此被称为他者的事物,与归于“同一者”之下的何者相对立呢?若是与质料在数量上为一并因而被称为同一者相对立,则异名之物亦当是同一的;因为由于质料在数量上为一,这些亦是同一的。或者,通过说“或者形式为多数、或者质料为多数者被称为他者”,他可能将这两者皆用于质料;因为既然质料在形式上或在数量上为一者是同一的,那么质料在形式上为多数或在数量上为多数者亦当是他者——在形式上为多数,指一方以银为质料而另一方以金为质料;在数量上为多数,指质料同形式却被分割。从而“或者形式为多数、或者质料为多数者”便是在谈论质料。但若将这些如此区分,那么实体的定义就将如此就形式而言被述说了;因为形式为多数且不同者是他者,而且总的说来,他说“他者”是与“同一者”相对立而被述说的。因此,人们应当把握与同一者各个方面相当的平衡,依据存在于同一者之中的对立来述说他者,正如他自己所做的那样。 他还指出,在一种方式下,被称为彼此有别者是指那些不仅彼此为他者,而且在某个方面作为一而为同一、却具有彼此之间的他异性的所有事物。他将“且不仅在数量上”加在“作为某种同一者”之后,等同于“不仅在数量上为同一”;因为如此为同一者便不能再有别了。盖因彼此有别者必须具有并非在数量上的同一性(因为如此同一者并非有别),而必须在形式上、或在属上、或在比例上为同一;因为在形式上同一者在数量上有别。而在某种形态上,在属上同一者亦可如此;因为若它们仅仅在属上同一,它们便能在数量上和形式上皆有别。同样,依比例为同一者亦能在数量上、形式上和属上皆彼此有别。 然而阿斯帕西奥斯将“凡作为某种同一者而为他者,不仅在数量上而且在形式上或属上或比例上”这句理解为是指:有别者必须不仅在数量上为他者,而且若要不仅为他者而且有别,还必须在某一方面彼此同一;因为在数量上为他者若非在上述某一方面亦为同一,便绝不能称为有别。 他阐述了有别者的第二种含义:即属为他者;这些乃是在一切方面彼此为他者之物。在此意义下,动物与颜色是有别的。有别者的第三种含义则是相反者;这些乃是虽然彼此处于同一属中,却彼此相距最远者。最初的有别者并非单单依此含义被述说的;因为在那里所指的是同一属中非同形式者,但作为相反者的有别者则额外包含了相距最远这一特征。

语法注2 条
  1. 5.14τὸ δὲ καὶ μὴ μόνον ἀριθμῷ προσέθηκε τῷ ταὐτό τι ὄντα ὡς ἴσον τῷ μόνον μὴ ἀριθμῷ ὄντα ταὐτά

    亚历山大在此说明了亚里士多德原文(1018a12: ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα, μὴ μόνον ἀριθμῷ ἀλλ’ ἢ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ)中 μὴ μόνον ἀριθμῷ 一语的句法归属。他将其视为修饰前面的分词短语 ταὐτό τι ὄντα,并等同于 μόνον μὴ ἀριθμῷ ὄντα ταὐτά(“不仅在数量上为同一”),以此表明有别者的同一性绝不能仅限于数量上的同一,而必须是形式、属或比例上的同一。

  2. 5.14Ἀσπάσιος δὲ ἤκουσε τοῦ ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα, μὴ μόνον ἀριθμῷ ἀλλ’ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ, ὡς εἰρημένου ὅτι δεῖ τὰ διάφορα μὴ μόνον ἕτερα εἶναι ἀριθμῷ

    此处对比了先行注疏家阿斯帕西奥斯的读法。亚历山大将 μὴ μόνον ἀριθμῷ 与同一性(ταὐτό τι ὄντα)相连,而阿斯帕西奥斯则将 μὴ μόνον... ἀριθμῷ 与他者(ἕτερα)相连,从句法上理解为“有别者不仅应当在数量上为他者”,还必须在某种意义上为同一。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:377.35-379.15