← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§376.13-377.35

偶性同一与基于底层的自身同一

本节是对亚里士多德《形而上学》卷Δ第9章(1017b27)关于“同一”多重含义的注解。亚历山大阐析了依偶性同一的三种方式及其为何不能全称成立的原因,并解释了基于质料或底层在数量和形式上为一的依其自身之同一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14#1

" Ταὐτὰ δὲ λέγεται." Καὶ τὰ ταὐτὰ διαιρεῖ εἴς τε τὸ κατὰ συμβεβηκὸς καὶ εἰς τὸ καθ’ αὑτό, καὶ τὸ κατὰ συμβεβηκὸς ταὐτὸν δείκνυσι λεγόμενον ἄλλο ἄλλῳ τριχῶς, ὁσαχῶς καὶ τὸ κατὰ συμβεβηκὸς ἕν τε καὶ ὂν διεῖλεν. ἢ γὰρ τὰ τῷ αὐτῷ συμβεβηκότα ταὐτὰ κατὰ συμβεβηκὸς ἀλλήλοις, ἢ τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ, ἢ ἀνάπαλιν τῷ συμβεβηκότι τὸ ὑποκείμενον, ὡς ἐν ταῖς παρὰ φύσιν κατηγορίαις ἔχει. ὅταν γὰρ εἴπωμεν τὸ μουσικὸν ἄνθρωπον εἶναι, ταὐτὸν λέγομεν τὸ μουσικόν, ὃ ὑποτίθεμεν ἐν τῇ προτάσει, ὂν συμβεβηκός, τῷ ἀνθρώπῳ, ὃν κατηγοροῦμεν αὐτοῦ, ὄντα ὑποκείμενον αὐτοῦ καὶ ἔχοντα ἐκεῖνο οὗ κατηγορήθη συμβεβηκός. εἰπὼν δὲ τὴν κατὰ συμβεβηκὸς παρὰ φύσιν κατηγορίαν, προσέθηκεν ἑκατέρῳ δὲ τοῦτο καὶ τούτῳ ἑκάτερον ἐκείνων, ὃ αὐτὸς ἐξηγήσατο πῶς εἶπεν· ἑκατέρῳ γὰρ τῷ τε ἀνθρώπῳ καὶ τῷ μουσικῷ, ἰδίᾳ λαμβανομένοις, τοῦτο τὸ συναμφότερον, ὁ μουσικὸς ἄνθρωπος, ταὐτόν. ὁμοίως καὶ τῷ μουσικῷ πάλιν ὁ μουσικὸς ἄνθρωπος ταὐτὸν κατὰ συμβεβηκός. ἀλλὰ καὶ τούτῳ τῷ συναμφοτέρῳ τῷ μουσικὸς ἄνθρωπος ἑκάτερον πάλιν ἰδίᾳ λαμβανόμενον τῶν ἐν τῷ συναμφοτέρῳ ταὐτὸν κατὰ συμβεβηκός. ἡ διαφορὰ δὲ τῶν εἰρημένων τῷ ποτὲ μὲν τὴν ἀρχὴν ποιεῖσθαι τῆς συγκρίσεως ἀπὸ τοῦ ἑτέρου τῶν ἐν τῷ συναμφοτέρῳ, ποτὲ δὲ ἀπὸ τοῦ συναμφοτέρου· κατὰ συμβεβηκὸς γὰρ ταὐτὰ ἀλλήλοις λέγεται. διὸ τὰ οὕτω, φησί, λεγόμενα ταὐτά, λέγων τὰ κατὰ συμβεβηκός, οὐ λέγεται ταὐτὰ πάντα καθόλου.1 τοῦτο γὰρ λέγει διὰ τοῦ διὸ καὶ ταῦτα πάντα καθόλου οὐ λέγεται· ἴσον γὰρ τοῦτο τῷ διὸ τὰ κατὰ συμβεβηκὸς ταὐτὰ λεγόμενα οὐ ταὐτὰ πάντα καθόλου λέγεται· οὐδὲν γὰρ τῶν κατὰ συμβεβηκός τινι τῶν αὐτῶν λεγομένων καθόλου· οὔτε γὰρ πᾶν μουσικὸν παντὶ λευκῷ ταὐτόν (καίτοι τὸ μουσικὸν τῷ λευκῷ ταὐτόν, ὅταν κατὰ συμβεβηκὸς ἄμφω τῷ αὐτῷ ὑπάρχῃ) ἀλλὰ λέγεταί τινι ταὐτόν (τὰ γὰρ τῷ αὐτῷ ὑπάρχοντα ταὐτά), οὔτε παντὶ ἀνθρώπῳ τὸ μουσικὸν ταὐτόν (καίτοι ἀνθρώπῳ λέγεται τὸ μουσικὸν ταὐτόν, ὅταν ᾖ μουσικός) οὔτε παντὶ μουσικῷ ἄνθρωπος, καίτοι λεγόμενός τινι ὁ αὐτός. τὴν δὲ αἰτίαν τοῦ μὴ καθόλου τὰ κατὰ συμβεβηκὸς λέγεσθαι διὰ συλλογισμοῦ ἔδειξε· τὰ μὲν γὰρ καθόλου καθ’ αὑτὰ ὑπάρχει, τὰ δὲ συμβεβηκότα οὐκ ἔστι καθ’ αὑτά· καθ’ αὑτὰ μὲν οὖν οὐ λέγεται ἐπὶ τῶν καθόλου, ἀλλ’ ἐπὶ τῶν ἐν μέρει, καὶ διὰ τούτου δεῖται διορισμοῦ. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα ἁπλῶς λέγεσθαί φησι ταὐτὰ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκε, τουτέστι χωρὶς διορισμοῦ, ὅτι μηδὲ τὴν ἀρχὴν δέχεται τινα διορισμὸν τὰ καθ’ ἕκαστα· ταὐτὸ γὰρ λέγεται Σωκράτης καὶ Σωκράτης μουσικὸς χωρὶς διορισμοῦ. τοῦτο δὲ οὕτως ἔχει τῷ μὴ κατηγορεῖσθαι ἐπὶ πλειόνων τὰ καθ’ ἕκαστα· οὐ γὰρ λέγεται πᾶς Σωκράτης ἢ τὶς ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου· πᾶς γὰρ ἄνθρωπος λέγεται καὶ πάλιν τίς· καθόλου γὰρ ὁ ἄνθρωπος, τὰ δὲ καθόλου τοὺς διορισμοὺς δέχεται. τὰ δὲ καθ’ αὑτὰ ταὐτὰ ἀλλήλοις λεγόμενα τοσαυταχῶς φησι λέγεσθαι ὁσαχῶς καὶ τὸ καθ’ αὑτὸ ἕν. ἔλεγε μὲν οὖν πλείω σημαινόμενα τοῦ καθ’ αὑτὸ ἑνός, νῦν δὲ οὐ πάντων μνημονεύει, ἤτοι τούτοις τῶν σημαινομένων τοῦ καθ’ αὑτὸ ἑνὸς τὸ καθ’ αὑτὸ ταὐτὸν ὁμοίως λέγεσθαι λέγων, ἢ ὡς πάντων τῶν σημαινομένων ὑπὸ τοῦ καθ’ αὑτὸ ἑνὸς εἰς τούτους ἀνάγεσθαι δυναμένων τοὺς τρόπους.2 λέγει δὲ ταῦτα καθ’ αὑτὰ λέγεσθαι τὰ αὐτά, καὶ ὧν τε ἡ ὕλη μία εἴδει ἢ ἀριθμῷ, τουτέστιν ὧν τὸ ὑποκείμενον ἕν, ἀριθμῷ μέν, εἰ ἕν τί ἐστι κατ’ ἀριθμὸν τὸ λαμβανόμενον· οὕτω γὰρ εἷς αὐτὸς αὑτῷ τις ὁ αὐτός. δύναται καὶ τῶν ἑτερωνύμων μία ἡ ὕλη εἶναι· ἓν γὰρ κατ’ ἀριθμὸν τὸ ὑποκείμενον ἀναβάσει τε καὶ καταβάσει, καὶ κατὰ τοῦτο ταὐτά. αὐτὸς μέντοι ἐπὶ τοῦ ἑνὸς κατ’ ἀριθμὸν ὕλην εἶπεν· ὧν μὲν γὰρ μία κατ’ ἀριθμὸν ὕλη, ταὐτὰ ταῦτα αὐτοῖς· αὐτὸ γὰρ αὑτῷ ταὐτόν. ὅτι γὰρ οὕτως εἶπεν, ἐδήλωσε διὰ τοῦ εἰπεῖν ὅταν χρῆται ὡς πλείοσιν. εἴδει δὲ ἓν τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἐφ’ ὧν τοῦ αὐτοῦ εἴδους τὸ ὑποκείμενόν τισιν εἴη, εἰ καὶ μὴ ἀριθμῷ, οἷον εἰ χαλκὸς εἴη πλείοσί τισιν ὑποκείμενος ἀνδριᾶσιν ἢ λίθος, εἴδει ταὐτὸν εἶχον ὑποκείμενον, καὶ ὅσα κατ’ εἶδος διαφέροντα τὸ ἔσχατον ὑποκείμενον ἓν ἔχει, ὡς τηκτὰ πάντα ταὐτὰ ἀλλήλοις καὶ ἓν διὰ τὸ ἔχειν ἐξ οὗ πάντα πρώτου ὑποκειμένου σώματος ἓν τῷ εἴδει.

“同一者述说如下。” 他将“同一者”亦区分为依偶性者与依其自身者,并表明依偶性的同一在一种事物相对于另一种事物上有三种述说方式,正如他区分依偶性的“一”与“存在”之方式一样多。盖因要么是附属于同一主体的诸偶性彼此之间依偶性而为同一,要么是偶性与底层为同一,要么反过来,如在反自然的谓述中所见的那样,底层与偶性为同一。因为当我们说“有教养者是人”时,我们乃是在说,我们在命题中所设定的作为底层之物(即属于偶性的有教养者),与我们对它所作的谓项(即作为其底层并具有〔人〕被谓述于其上的那个偶性的人)是同一的。在述及依偶性的反自然谓述之后,他补充道:“且对此二者的每一方而言,此[复合物]为同一;而对此[复合物]而言,彼二者的每一方亦为同一”,他自己解释了他是如何表达这一点的:因为无论对于人还是对于有教养者,当二者被分别考量时,这一复合物即“有教养的人”皆是同一的。同样,对于有教养者而言,“有教养的人”亦再次依偶性而为同一。不仅如此,对于这一复合物“有教养的人”而言,复合物中所包含之物被分别考量的每一方亦再次依偶性而为同一。上述诸说的区别在于,有时比较的起点始于复合物中包含的某一方,有时则始于复合物自身;因为它们乃是依偶性而被彼此称为同一的。 因此他说,如此被称为同一者(意指依偶性者),并不全都是全称地被称为同一的。因为他通过“因此这些亦不全都是全称地被述说的”表达了这一点;盖因这等同于说“因此依偶性被称为同一者并不全都是全称地被称为同一的”;因为依偶性与某物被称为同一者中,没有任何一个是全称的。盖因既非每一个有教养者都与每一个白者同一(尽管当二者依偶性同属于一个主体时,有教养者与白者是同一的),它只是被说成与某个特定的白者同一(因为属于同一主体者是同一的);亦非有教养者与每一个人同一(尽管当人是有教养的时,有教养者被说成与人同一);亦非人与每一个有教养者同一,尽管他被说成与某个特定的有教养者同一。 他通过三段论揭示了偶性事物不被全称述说的原因:盖因全称之物依其自身而属于主体,而偶性并非依其自身存在。因此,对于全称之物,偶性并非依其自身被述说,而是就个别部分被述说,并且因此需要限定词。然而,关于个别事物,他说偶性与偶性所依附者乃是单凭自身便被称为同一,即无需限定词,因为个别事物根本不接纳任何限定词;因为苏格拉底与有教养的苏格拉底无需限定词便被称为同一。之所以如此,在于个别事物并不对多数事物进行谓述;因为人们不会像在“人”的情形中那样说“每一个苏格拉底”或“某个苏格拉底”;盖因对于人可以说“每一个人”,又可以说“某个人”;因为人是普遍者,而普遍者接纳限定词。 另一方面,他指出,依其自身彼此被称为同一者,其述说方式与依其自身为“一”者一样多。他此前曾列举过依其自身为“一”的较多含义,但现在并未全部提及,这要么是因为他主张依其自身为同一者是按照依其自身为一者的这些含义以同样的方式被述说的,要么是因为依其自身为“一”所包含的一切含义皆可归结为这些方式。 他指出,凡质料在形式上或在数量上为一者,即底层为一者,亦依其自身被称为同一——在数量上为一,是指所取之物在数量上是某个单一之物;因为如此,某一单个事物才与其自身为一且同一。异名之物的质料亦可为一;因为对于上坡路和下坡路而言,其底层在数量上为一,且依此它们是同一的。然而他自己在论及数量上为一者时称之为“质料”;因为质料在数量上为一者,自身与自身乃是同一的;因为事物自身与其自身同一。盖因他之所以这样说,已通过“当它被当作多者使用时”这句话表明了。而在形式上底层与质料为一,是指在某些事物中其底层属于同一形式,即使在数量上并非同一;例如,若铜作为若干座雕像的底层,或者石头如此,则它们具有在形式上同一的底层;并且所有虽在形式上有别但终极底层为一的事物,如一切可熔化之物彼此同一且为一,皆因它们所由之产生的第一底层物体在形式上为一。

语法注2 条
  1. 5.14διὸ τὰ οὕτω, φησί, λεγόμενα ταὐτά, λέγων τὰ κατὰ συμβεβηκός, οὐ λέγεται ταὐτὰ πάντα καθόλου

    否定词 οὐ 直接修饰动词 λέγεται,与 πάντα 构成部分否定,意为“并不全都是全称地被称为同一的”。紧随其后的解释性分句 οὐδὲν γὰρ τῶν κατὰ συμβεβηκός τινι τῶν αὐτῶν λεγομένων καθόλου(“依偶性与某物被称为同一者中,没有任何一个是全称的”)明确印证了这一构词逻辑。

  2. 5.14ἤτοι τούτοις τῶν σημαινομένων τοῦ καθ’ αὑτὸ ἑνὸς τὸ καθ’ αὑτὸ ταὐτὸν ὁμοίως λέγεσθαι λέγων, ἢ ὡς πάντων τῶν σημαινομένων ὑπὸ τοῦ καθ’ αὑτὸ ἑνὸς εἰς τούτους ἀνάγεσθαι δυναμένων τοὺς τρόπους

    通过 ἤτοι... ἤ... 并列了两种解释:前者以主格现在分词 λέγων 为核心,后者则采用由 ὡς 引导的属格绝对独立结构(πάντων τῶν σημαινομένων... δυναμένων)。这种句式上的非对称交替(variatio)共同解释了亚里士多德为何在此处没有逐一列举依其自身为“一”的全部含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:376.13-377.35