← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§375.9-376.12

实体向终极底层与可分离形式的归结

针对亚里士多德在《形而上学》Δ篇第8章中将实体的多种含义归纳为“终极底层”与“可分离的这一个(形式)”两种方式,亚历山大阐释了形式的多重涵义,并探讨了“可分离”(choriston)的若干种解释路径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13#3

δύναταί τις καὶ τοῦ εἴδους ὡς πλεοναχῶς λεγομένου ἀκούειν, καὶ ἑνὸς μὲν ὄντος ὡς αἰτίου τοῦ εἶναι τῷ ἐν ᾧ ἐστιν, ὡς ἡ ψυχή, περὶ οὗ εἶπε πρώτου, ἄλλου δὲ ὡς αὐτοῦ εἶναι, οὗ ἦν αἰτία ἡ ψυχὴ ἡ αἰσθητική, ὃ οὐκ ἔστι ταὐτὸν τῇ ψυχῇ, ἐκείνη μέντοι αἰτία τούτου. καὶ εἴη ἂν τούτου νῦν μνημονεύων, ἀλλ’ οὐχὶ τῆς ἔξωθεν μορφῆς καὶ τοῦ σχήματος, ὃ πέρας πώς ἐστιν ἑκάστου καὶ ὁρίζει αὐτό. οὗ καὶ αὐτοῦ εἴη ἂν ἐμνημονευκὼς δι’ ὧν ἔλεγεν οὐσίας εἶναι τὰ ἐνυπάρχοντά τε ἑκάστῳ τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, καὶ ὁρίζοντα αὐτά. ἐκθέμενος δὲ πλείω σημαινόμενα τῆς οὐσίας εἰς δύο φησὶ τρόπους ἀνάγεσθαι τὰς εἰρημένας οὐσίας, τό τε ἔσχατον ὑποκείμενον, ὃ μηκέτι κατ’ ἄλλου λέγεται (εἶπε γὰρ ἐν τῷ πρώτῳ σημαινομένῳ τῆς οὐσίας τὸ μὴ καθ’ ὑποκειμένου· εἰ δὴ τοιοῦτον ἡ οὐσία, τὸ μάλιστα τοῦτο ἔχον μάλιστα ἂν οὐσία εἴη. τοιοῦτον δὲ τὸ ὑποκείμενον ἔσχατον, ὑφ’ ὃ σημαινόμενον τῆς οὐσίας τάσσοιτο ἂν πᾶσα ἡ ἄτομος οὐσία· τοιαύτη δὲ ἥ τε συναμφοτέρα καὶ ἡ κατὰ τὸ πρῶτον εἶδος καὶ ἡ ὕλη· κατ’ οὐδενὸς γὰρ ἡ ὕλη), καὶ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν ᾖ·1 ὅ τι ποτέ ἐστιν ἐξηγούμενος προσέθηκε τοιοῦτον δὲ ἑκάστου ἡ μορφὴ καὶ τὸ εἶδος, ὑφ’ ὃ πάλιν σημαινόμενον ἥ τε ὡς ψυχὴ οὐσία ὑπάγοιτ’ ἄν, ὡς ἐλέγομεν τὰ φυσικὰ εἴδη, καὶ ἡ κατὰ τὰ ἐνυπάρχοντά τε καὶ ὁρίζοντα, ὡς ἡ κατὰ τὰ τῶν σωμάτων πέρατα· κατὰ ταῦτα γὰρ ἡ τῶν σωμάτων μορφή, ἥ τε κατὰ τὰ σχήματα καὶ ἡ κατὰ τὸ τί ἦν εἶναι. τὸ δὲ χωριστὸν εἰ εἴη προσκείμενον, δηλωτικὸν ἂν εἴη ἤτοι τοῦ τῇ ἐπινοίᾳ χωριστὸν αὐτὸ εἶναι τοῦ ὑποκειμένου (τὸ γὰρ εἶδος τῆς ὕλης ἕτερον καὶ χωριστόν, εἰ καὶ μὴ ὑποστάσει, ἀλλὰ τῷ γε λόγῳ), ἢ χωριστόν, ὅτι μὴ ἀΐδιον μηδὲ ἀεὶ ταὐτὸν μένον ἐν τῇ ὕλῃ, ἀλλὰ χωριζόμενόν τε καὶ φθειρόμενον· τοιοῦτον γὰρ τὸ ἔνυλον εἶδος πᾶν, οὗ μνημονεύει διὰ τοῦ δευτέρου σημαινομένου τῆς οὐσίας. ἢ χωριστὸν τῷ ἄλλο εἶναι τοῦ ὑποκειμένου αὐτό, καὶ μὴ ἐκ τῆς οὐσίας αὐτοῦ· οὕτω γὰρ πρὸς τὴν ὕλην ἔχει καὶ τὸ εἶδος. ἐπιζητήσαι τις ἂν πρὸς τοῦτο περὶ τῶν εἰδῶν τῶν ἐν τοῖς θείοις σώμασιν· ταῦτα γὰρ οὔτε ἔνυλα οὔτε φθαρτὰ καὶ χωριστὰ τῇ ἐπινοίᾳ τοῦ ὑποκειμένου αὐτοῖς σώματος. τὰ μὲν γὰρ κινητικὰ αὐτῶν εἴδη εἴη ἂν ἐν τῇ πρώτῃ μοίρᾳ τῆς οὐσίας· ἄτομοι γὰρ καὶ αὗται οὐσίαι καὶ ἔσχατοι καὶ ἐν μηδενὶ οὖσαι. οὐκ ἔοικε δὲ τὰς δευτέρας οὐσίας ἐν ἄλλοις εἰρημένας αὐτῷ νῦν ἐν τοῖς σημαινομένοις τῆς οὐσίας καταριθμεῖσθαι. δύναται καὶ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν εἰρηκέναι ἐπὶ τῶν εἰδῶν τῶν ἐν τῇ οὐσίᾳ, λέγων ἀντὶ τοῦ ἐν χωριστῷ·2 μόνον γὰρ τῶν ὄντων χωριστὸν καὶ καθ’ αὑτὸ ὂν ἡ οὐσία, ὡς λέγειν αὐτὸν μὴ περὶ παντὸς σημαινομένου τῆς οὐσίας ἀλλὰ τῆς κυρίως, ἥτις εἴη ἂν ἐν τοῖς δυσὶ τοῖς προειρημένοις, τῷ τε ἐσχάτῳ ὑποκειμένῳ, ὅ ἐστιν ἡ ὕλη, καὶ τῷ ἐν ταύτῃ εἴδει· τοιοῦτον γὰρ τὸ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν ᾖ· ὃ γὰρ αἴτιον τοῦ τόδε τι εἶναι τῷ χωριστῷ, τοῦτο ἡ κατὰ τὸ εἶδος οὐσία.

人们亦可将“形式”理解为在多种意义上被述说:一种是作为内在之物得以存在的原因,正如灵魂那样,这是他最先谈及的;另一种是作为这一事物自身的是,感觉灵魂曾是其原因,这与灵魂自身并不相同,尽管灵魂是其原因。他现在所提及的当是这一[是],而不是外部的形貌与形状,后者在某种意义上是每一事物的界限并界定着它。而关于这一[外部形状]自身,他当已在断言实体系指内在并界定属于实体的诸类事物的那些成分时提及过了。 在列举了实体的多种含义之后,他说所提及的诸实体可归结为两种方式:其一是不再述说其他主体的终极底层(因为在实体的第一种含义中他曾谈及“不述说一底层”;若实体确乎如此,则最大程度具有此特征者当在最大程度上是实体。终极底层正是这样一类事物,在实体的这一含义下,一切不可分割的实体皆可归类;而此类实体既包括复合物,亦包括依据第一形式者和质料;因为质料绝不述说任何主体);其二是任何作为某个这一个且能够分离之物;在解释这究竟为何物时,他补充道:“每一事物的形貌与形式即是此类事物”,在这一含义之下,作为灵魂的实体(正如我们曾称之为自然形式的那样)以及依据内在且界定者(如依据物体的界限者)的实体当再次被归纳于其下;因为物体的形貌依据这些,既有依据形状的形貌,亦有依据“其所是之是”的形貌。 若附加了“可分离”,则它要么标示它在思想上与底层是可分离的(因为形式与质料相异且可分离,即使并非在实在生存中,至少在定义上是如此),要么之所以称作“可分离”,是因为它并非永恒亦非在质料中始终保持同一,而是被分离且毁灭的;因为一切具质形式皆为如此,这正是他通过实体的第二种含义所提及的。或者之所以是“可分离”,在于它自身与底层相异,而非源自底层的实体;因为形式相对于质料正是如此。针对这一点,人们或许会探询神圣天体中的形式;因为这些形式既非具质亦非可毁灭,并且在思想上与作为其底层的物体可分离。盖因它们之中具有动因的形式当属于实体的第一部分;因为这些形式亦是不可分割的、终极的实体,且不存于任何主体之中。然而,他在别处所说的第二实体,似乎并未在当下实体的诸含义中被一并列入。人们亦可认为,“任何作为某个这一个且可分离之物”是他针对实体之中的形式而言的,是用以代指“在可分离之物中”;因为在诸存在物中,唯有实体是可分离且依其自身而存在的,从而他所谈论的并非实体的每一含义,而是本义上的实体,此种实体当存在于上述二者之中,即作为质料的终极底层以及存在于此质料之中的形式;因为“任何作为某个这一个且可分离之物”正是如此;盖因凡使可分离之物得以成为“某个这一个”的原因,这便是依据形式的实体。

语法注2 条
  1. 5.13ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν ᾖ

    引用亚里士多德《形而上学》1017b24–25的原话。分词 ὂν 修饰虚拟语气动词 ᾖ 的主语,构成“任何作为某个这一个且可分离之物”的句式。在句法上,亚历山大将此关系从句与前文的宾语短语 τό τε ἔσχατον ὑποκείμενον 并列,作为实体被归结的第二种方式。

  2. 5.13λέγων ἀντὶ τοῦ ἐν χωριστῷ

    注疏者提出的代换解释:“用以代指‘在可分离之物中’”。为了解决具质形式自身无法独立分离自存的难点,亚历山大提出一种句法重构,认为亚里士多德简省地使用形容词 χωριστόν,意指形式存在于“可分离的主体(实体)之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:375.9-376.12