- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:374.8-375.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大梳理了亚里士多德引用将界限与数视作实体的观点(柏拉图与毕达哥拉斯学派)的缘由,随后探讨了“其所是之是”(定义与本质)被称为实体的涵义,并将其与具质的自然形式区分开来。
ἢ κατὰ ταῦτα οὐ τάδε ἀλλὰ τοιάδε λέγεται· λέγει δὲ τόδε σημαίνειν τὴν ἐπιφάνειαν καὶ τὴν γραμμήν· πρὸς γὰρ τῷ πέρατα εἶναι καὶ φύσιν τινὰ οἰκείαν σημαίνειν δοκεῖ καὶ οὐσίαν. ἢ τόδε τὸ ὡρισμένον, τοῦτο δὲ παρὰ τῶν περάτων αὐτοῖς. προσέθηκε δὲ καὶ τὸ ὧν ἀναιρουμένων ἀναιρεῖται καὶ τὸ ὅλον, ἐν ᾧ τούτων ἕκαστόν ἐστιν, ἐπειδὴ ἀναιρουμένων τῶν πρώτων ἀναιρεῖται καὶ τὰ μετὰ ταῦτα. οὔτε γὰρ μὴ ὄντος ἐπιπέδου σῶμα ἂν εἴη οὔτε μὴ οὔσης γραμμῆς ἐπίπεδον, εἴ γε πᾶν σῶμα καὶ πᾶν ἐπίπεδον πεπερασμένον, πέρατα δὲ αὐτῶν ταῦτα· ἀεὶ γὰρ τὸ πέρας τὸ ἐν τοῖς μεγέθεσι πρῶτον τοῦ οὗ πέρας ἐστίν, ἐλαττούμενον αὐτοῦ διαστάσει μιᾷ. τὸ δὲ ὡς λέγουσί τινες προσέθηκεν ἤτοι ὅτι καθ’ οὓς πεπερασμένα ταῦτα, τό τε σῶμα καὶ ἡ ἐπιφάνεια, ἀναιρουμένων τῶν περάτων ἀναιρεῖται καὶ αὐτά, οὐκέτι μέντοι καὶ καθ’ οὓς ἄπειρόν τί ἐστι σῶμα. ἢ κατ’ ἐκείνους ἀναιρουμένης γραμμῆς τε καὶ ἐπιφανείας ἀναιρεῖται τὸ ἐπίπεδον καὶ τὸ σῶμα, καθ’ οὓς οὐσίαι τε ταῦτα καὶ ἀρχαὶ καὶ στοιχεῖα· καθ’ οὓς γὰρ ἡ τῶν σωμάτων γένεσις ἐκ τῆς τῶν ἐπιπέδων ποιᾶς συνθέσεως, ὡς ἐν τῷ Τιμαίῳ λέγει Πλάτων, κατὰ τούτους ἀναιρουμένων τούτων ἀναιρεῖται καὶ τὸ σῶμα. κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ ἡ ἐπιφάνεια γραμμῶν ἀναιρουμένων καὶ ἡ γραμμὴ στιγμῶν· ἐν γὰρ τῇ αὐτῇ ἀναλογίᾳ πρὸς ἄλληλα ταῦτα πάντα. οὐκέτι μέντοι καθ’ οὓς οὐκ ἐν τῇ οὐσίᾳ τὰ πέρατά ἐστιν ἐκείνων ὧν ἐστι πέρατα, συναναιρεῖται τοῖς πέρασι τὰ πεπερασμένα ὑπ’ αὐτῶν· οὐ γάρ ἐστιν ἐν τῷ τοῦ σώματος λόγῳ ἢ τῆς ἐπιφανείας τὸ πεπερασμένον. δοκεῖ δέ, φησί, τισὶν ὅλως ὁ ἀριθμὸς εἶναι τοιοῦτος ὡς ἀναιρουμένου τε αὐτοῦ μηδὲν τῶν ἄλλων εἶναι, καὶ πάντα ὁρίζεσθαι ὑπὸ τοῦ ἀριθμοῦ· τοῦτο δὲ κατὰ τοὺς στοιχεῖα τῶν ὄντων τοὺς ἀριθμοὺς λέγοντας, ὡς τοῖς Πυθαγορείοις ἐδόκει· καὶ εἴρηται ἡ δόξα αὐτῶν ἐν τῷ Α τῷ μείζονι. εἶεν δ’ ἂν καὶ κατὰ Πλάτωνα τῶν ὄντων πάντων οἱ ἀριθμοί,1 εἰ καὶ μὴ ὡς στοιχεῖά τε καὶ ἐνυπάρχοντα, ἀλλ’ ὡς εἰδοποιοῦντα ἕκαστον τῶν ἄλλων· αἱ γὰρ ἰδέαι ἀριθμοὶ οὖσαι τοῦ εἶναι τοῖς ἄλλοις αἴτιαι. Πρὸς τοῖς προειρημένοις οὐσίαν φησὶ λέγεσθαι καὶ τὸ τί ἦν εἶναι, οὗ τί ἦν εἶναι λόγος ἐστὶν ὁ ὁρισμός·2 τί γάρ ἐστι τὸ τί ἦν εἶναι ἀπαιτούμενοι, λέγομεν ὅτι ὁ ὁρισμός, λόγον κοινότερον εἰπὼν τὸν ὁρισμόν. οὐσίαν δή φησι καὶ τὸν ὁρισμὸν τὸν ἑκάστου ἐκείνου εἶναι οὗ ὁρισμός ἐστιν, οὐχ ἁπλῶς· οὕτω γὰρ καὶ ποιοῦ οὐσία ἂν εἴη καὶ ποσοῦ καὶ τῶν ἄλλων ὁμοίως. διαφέροι δ’ ἂν τοῦ ἐνύλου εἴδους, περὶ οὗ πρὸ ὀλίγου εἶπεν ὡς αἰτίου ὄντος ἑκάστῃ τῶν οὐσιῶν τοῦ εἶναι ταύτην ἥτις ἐστίν, ὅτι3 ἐκείνη μὲν ἐν τοῖς φύσει συνεστῶσιν οὖσα καὶ φυσικὸν εἶδος οὖσα καὶ κυρίως ἦν οὐσία, τὸ δὲ νῦν λεγόμενον εἶδος, καθ’ ὃ τὸ τί ἦν εἶναι ἑκάστῳ, καὶ ἐν μὴ οὐσίαις ἐστίν· οὐ γὰρ μόνον τὸ τί ἦν εἶναι ἐπὶ τῶν οὐσιῶν. διὸ οὐδὲ ἁπλῶς τὰ τοιαῦτα εἴδη οὐσίαι, ἀλλ’ ἐκείνων οὐσίαι ὧν τὸ τί ἦν εἶναι δηλοῦσι, διὸ καὶ λέγεται ἑκάστου οὐσία τις εἶναι.
或者,依据这些[界限],事物被称为不是“这个”而是“如此的”;而他说表面和线标示“这个”,是因为它们除了作为界限之外,似乎还标示某种固有的本性和实体。或者,“这个”指被限定的事物,而这一性质是从界限赋予它们的。此外他还补充了“一旦它们被取消,这些[部分]各安其中的整体亦被取消”,因为在先之物被取消时,在后之物亦被取消。因为,若一切物体与一切平面确实都是有限的,且这些就是它们的界限,那么若无平面就不会有物体,若无线就不会有平面;因为在量度中,界限相对于其作为界限之物始终是在先的,比它少一个量度维度。而他补充说“如某些人所说”,要么是因为在那些主张物体与表面皆为有限的人看来,界限被取消时它们自身亦被取消,然而在那些主张物体是某种无限之物的人看来则不再如此。或者[他的意思是],在那些将线与表面视作实体、本原和元素的人看来,线与表面被取消时平面与物体亦被取消;因为按照那些主张物体的生成源自平面的某种组合的人(正如柏拉图在《蒂迈欧篇》中所说),在他们看来这些一旦被取消,物体亦被取消。依照同样的理路,线被取消时表面亦被取消,点被取消时线亦被取消;因为所有这些彼此处于同一比例之中。然而,在那些认为界限并不存在于其所界限之物的实体之中的人看来,被它们所界限之物便不再与界限一同被取消;因为受界限限定并不在物体或表面的定义之中。他说,在某些人看来,数总体上具有这样的性质,即当它被取消时,其余事物皆不存在,且一切事物皆由数所限定;这是依照那些称数为是者之元素的人,正如毕达哥拉斯学派所认为的那样;他们的见解已在《形而上学》大阿尔法篇中论及。依照柏拉图,数亦大概是所有是者的[原因],即使并非作为元素与内在组成部分,也是作为赋予其余每一事物以形式者;因为理念作为数,是其余事物得以存在的原因。除上述者外,他说实体还被称为“其所是之是”(本质),对于这“其所是之是”,定义便是其界说;因为当被要求回答什么是“其所是之是”时,我们说是定义,而他是在更一般的意义上将定义称为“界说”。因此他说,每一事物的定义也是该定义所界定之物的实体,但并非无条件地是;因为若如此,性质的实体、数量的实体以及其余者的实体也将同样存在。而它不同于具质的形式——关于具质形式,他不久前曾谈及它是每一实体成为其所是的原因——其区别在于:前者存在于依自然构成的事物中且作为自然形式,因而是本义上的实体;而现在所说的形式,即每一事物据以拥有“其所是之是”的形式,亦存在于非实体之中;因为“其所是之是”不仅存在于实体的情形中。因此,这类形式本身并非无条件地是实体,而是它们所揭示其“其所是之是”的那些事物的实体,这也是为什么它被称为每一事物的某种实体。
- 5.13εἶεν δ’ ἂν καὶ κατὰ Πλάτωνα τῶν ὄντων πάντων οἱ ἀριθμοί
带有 ἄν 的希求法(εἶεν δ᾽ ἄν)表示审慎的潜在断言。在 τῶν ὄντων πάντων 之后省略了表语名词(如 αἴτιοι“原因”或 ἀρχαί“本原”),整句意为“依照柏拉图,数亦大概是所有是者的[原因/本原]”。紧随其后的解释分句(αἱ γὰρ ἰδέαι... αἴτιαι)证实了这一省略成分。
- 5.13οὗ τί ἦν εἶναι λόγος ἐστὶν ὁ ὁρισμός
关系代词 οὗ 与复现的不变化先行词 τί ἦν εἶναι 同为属格,构成属格短语 οὗ τί ἦν εἶναι 修饰 λόγος,形成“对于这‘其所是之是’,定义即为其界说”的句法结构,表述了定义(ὁ ὁρισμός)作为界说与其所界定事物的本质之间的对应关系。
- 5.13διαφέροι δ’ ἂν τοῦ ἐνύλου εἴδους... ὅτι
带有 ἄν 的潜能希求法动词 διαφέροι 支配比较属格 τοῦ ἐνύλου εἴδους,ὅτι 引导说明相异之处的名词性从句。在从句中,以 μέν... δέ 对比了 ἐκείνη μὲν...(阴性主语指代前述具质形式,受 οὐσία 吸引或指代 ψυχή)与 τὸ δὲ νῦν λεγόμενον εἶδος...(现在所说的形式/本质)。
