- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:373.1-374.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德《形而上学》第五卷第八章开头(1017b10)关于实体的界定,依次厘清了作为底层主体的实体(物体、个体)、作为内在存在原因的形式或灵魂,以及作为限定并标示事物为“这个”的界限与轮廓(面、线等数学限定)。
" Οὐσία λέγεται τά τε ἁπλᾶ σώματα." Διελὼν τὸ κυρίως ὂν κατὰ τὰς κατηγορίας, καὶ τούτων ἑκάστη ποσαχῶς λέγεται δείκνυσι, καὶ πρῶτον περὶ τῆς οὐσίας διαλαμβάνει καὶ διαιρεῖ αὐτὴν εἴς τε τὰ σώματα· τὰ γὰρ σώματα οὐσίαι καὶ ὅλως ὅσα ἐκ σώματός ἐστιν ἢ σῶμα ἔχει, πάντα οὐσίαι, ὥσπερ τὰ ζῷα. λέγει δὲ καὶ δαιμόνια οὕτως οὐσίας, ἤτοι καθ’ οὓς δαίμονές εἰσι, λέγων κἀκείνους τοιαύτας οὐσίας εἶναι,1 εἴ γε κἀκεῖνοι ἐκ ψυχῆς τε καὶ σώματος, ἢ δαιμόνια τὰ θεῖα λέγει· τοιαῦτα γὰρ τὰ ἄστρα καὶ τὰ τούτων μέρη. οὐχ ὡς ψυχὴν δὲ καὶ σῶμα λέγοι ἂν νῦν τὰ μέρη ἐπὶ τῶν ζῴων, ἀλλ’ ὡς τὰ σωματικὰ μέρη, οἷόν ἐστι χεὶρ ἢ πούς· περὶ γὰρ τῆς κατὰ τὸ εἶδος οὐσίας ἐπιφέρει. τοῦ δὲ πάντα τὰ τοιαῦτα οὐσίας εἶναι αἰτίαν ἀποδέδωκεν ὅτι μὴ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ὅτι μή ἐστι τοιαῦτα ὡς ἔν τινι ὑποκειμένῳ αὐτοῖς τὸ εἶναι ἔχειν, ἀλλὰ τοὐναντίον αὐτὰ ἄλλοις ὑπόκειται· ἡ γὰρ τῶν συμβεβηκότων φύσις ἐν τούτοις τὸ εἶναι ἔχει. αἱ δὲ ἄτομοι οὐσίαι τοιαῦται· ἐν γὰρ ταύταις τὰ συμβεβηκότα· διὸ αὗται οὔτε καθ’ ὑποκειμένου οὔτε ἐν ὑποκειμένῳ, ἀλλὰ κατὰ τούτων τὰ ἄλλα καὶ ἐν τούτοις. ἄλλον δέ φησι τρόπον οὐσίαν λέγεσθαι, ὃ ἂν ᾖ αἴτιον τοῦ εἶναι ἐνυπάρχον ἐν τοῖς τοιούτοις ὅσα μὴ λέγεται καθ’ ὑποκειμένου. λέγει δὲ διὰ τούτων ὅσα ταῖς προειρημέναις οὐσίαις ἐνυπάρχει (ταῦτα γὰρ μὴ καθ’ ὑποκειμένου νῦν λέγει· τὰ γὰρ συμβεβηκότα καθ’ ὑποκειμένου)· ὅσα δὴ ἐνυπάρχοντα ταῖς οὐσίαις αἴτιά ἐστιν αὐταῖς τοῦ εἶναι αἵ εἰσι, ταῦτα καὶ αὐτὰ οὐσίας λέγεσθαι. εἴη δ’ ἂν λέγων τὰ τῶν φύσει συνεστώτων εἴδη, ταῦτα δέ ἐστι τὰ φυσικὰ καὶ ἔνυλα εἴδη, ὁποῖόν ἐστιν ἐν τοῖς ζῴοις ἡ ψυχή· διὰ γὰρ ταύτην ζῷα. καὶ ἐπὶ τῶν φυσικῶν δὲ σωμάτων τὸ εἶδος ἑκάστῳ αἴτιον τοῦ εἶναι ὅ ἐστιν. οὐσίας φησὶ λέγεσθαι καὶ ὅσα μόρια ἐνυπάρχοντά τισιν ὁρίζει τε αὐτὰ καὶ τόδε τι εἶναι αὐτὰ σημαίνει, ὧν ἀναιρουμένων ἀναιρεῖται καὶ τὸ ὅλον.2 λέγει δὲ οὕτω τὰ πέρατα τῶν σωμάτων οὐσίας καὶ αὐτὰ λέγεσθαι, μέρη καὶ μόρια κοινότερον εἰπὼν αὐτά, ὡς ὄντα τῶν τοῦ σώματος διαστημάτων μέρη· οὐ γάρ ἐστιν ἡ ἐπιφάνεια μέρος τοῦ σώματος οὕτως ὡς διαιρεῖσθαι εἰς αὐτήν· τοῦ μέντοι λόγου αὐτοῦ μόριόν ἐστι, καὶ ταύτῃ ὁρίζεται τὸ σῶμα. ὁμοίως δὲ καὶ ἡ γραμμὴ πρὸς τὴν ἐπιφάνειαν ἔχει· ὁρίζει γὰρ αὐτὴν πέρας ὂν αὐτῆς, ἢ εἰ μὴ ὡρίζετο τῷ πέρατι, ἄπειρος ἂν ἦν καὶ οὐ τόδε. τὸ γὰρ ἑκάστου σώματος ἢ μεγέθους πέρας, χωρίζον ἀπὸ τῶν ἄλλων αὐτό, αἴτιον αὐτῷ τοῦ τόδε εἶναι κατὰ περιγραφὴν οἰκείαν ὅ ἐστιν. τὸ δὲ ἐν τοῖς τοιούτοις τοῖς σώμασιν ἂν λέγοι,3 ἃ δύναται καθ’ αὑτά τε εἶναι καὶ πέρατα ἔχειν· καὶ γὰρ ἡ γραμμὴ εἰ καὶ προσεχέστερον τῆς ἐπιφανείας, ἀλλὰ καὶ τοῦ σώματος· οὐδὲ γὰρ ἡ ἐπιφάνεια χωρὶς ἐκείνου. ἢ τοῖς τοιούτοις τοῖς πεφυκόσι πέρατα ἔχειν καὶ ὁρίζεσθαι ὑπ’ αὐτῶν. ἢ τοῖς τοιούτοις ταῖς οὐσίαις· δοκεῖ γάρ τισι καὶ τὰ μαθηματικὰ οὐσίαι εἶναι. τόδε δέ τι σημαίνειν εἶπε τὰ πέρατα, ὅτι κατὰ ταῦτα αἱ μορφαὶ τῶν σωμάτων, ἀφ’ ὧν τάδε τινὰ εἶναι λέγεται, οἷον κύβοι, σφαῖραι.
“被称为实体的既有简单物体……” 在依范畴区分了本义的是者之后,他指出了这些范畴中的每一者是以多少种方式被表述的,并且首先论及实体并将其区分为物体;因为物体是实体,且大凡由物体构成或拥有物体的事物,全都是实体,正如动物那样。他说神怪之物以此方式也是实体,这要么是顺应那些主张精灵存在之人的说法,指称它们也是这样的实体(如果它们确实也是由灵魂和身体构成的话),要么他把神怪之物称为神圣之物;因为星辰及其部分便是如此。此时他在动物情形中所说的“部分”,似乎并不是指灵魂与身体,而是指身体的部分,例如手或足;因为关于依形式的实体,他随后才补充论及。他给出所有这类事物之所以是实体的原因在于:它们不表述于任何基体,也就是说,它们并不具有在基体中存在这样的性质,相反,它们自身作为其他事物的基体;因为偶性的本性恰是在这些事物中拥有其实存。个体实体便是如此;因为偶性存在于这些之中,所以它们既不表述于基体,也不存在于基体中,而是其他事物表述于它们并存在于它们之中。他说,在另一种方式下,实体被称为是在那些不表述于基体的事物中内在存在、并作为其存在原因的任何事物。他借此是指内在存在于上述实体中的那些事物(因为他现在称这些为“不表述于基体”;因为偶性是表述于基体的);也就是说,大凡内在存在于实体中、作为它们之所以是其所是之原因的事物,这些事物本身也被称为实体。他所指的大概是由自然构成的事物的形式,而这些是自然的形式与具质的形式,正如动物中的灵魂;因为由于灵魂,它们才是动物。同样在自然物体的情形中,形式对于每一者而言是其是其所是的原因。他说,实体还被称为是在某些事物中内在存在、既限定它们又标示它们是“这个”的那些部分,一旦它们被取消,整体亦被取消。他说,以此方式,物体的界限本身也被称为实体,他更宽泛地将它们称为部分和构成要素,是把它们当作物体量度维度的部分;因为表面并非是物体可以被分割为它的那种意义上的物体部分,但它却是物体定义的部分,物体由此被限定。同样,线相对于表面也是如此;因为线作为表面的界限限定了表面,否则若不由界限所限定,表面就将是无限的而非“这个”。因为每一物体或大小的界限,通过将它与其他事物分离开来,依其固有的轮廓构成了它是其所是的“这个”的原因。所谓“在诸如此类的事物中”,他可能意指物体,即那些能够依自身存在且拥有界限的事物(因为线即使更直接地属于表面,但也属于物体;因为表面离开物体亦不可能存在)。或者[他意指]天生具有界限并被其所限定的这类事物。或者[他意指]实体;因为在某些人看来,数学对象也是实体。他说界限标示“这个”,是因为依凭这些才存在物体的形状,物体由此被称为某类“这个”,例如立方体、球体。
- 5.13ἤτοι καθ’ οὓς δαίμονές εἰσι, λέγων κἀκείνους τοιαύτας οὐσίας εἶναι
析取结构 ἤτοι ... ἤ 的前半部分。καθ’ οὓς 意为“依从……的观点”,δαίμονές εἰσι 为表示存在的从句(“精灵存在”)。分词 λέγων 修饰主句主语(亚里士多德),并统辖宾格不定式结构 κἀκείνους τοιαύτας οὐσίας εἶναι。
- 5.13ὧν ἀναιρουμένων ἀναιρεῖται καὶ τὸ ὅλον
ὧν ἀναιρουμένων 是包含关系代词的属格绝对结构,指代前行词 ὅσα μόρια,具有条件句的功能(“如果这些被取消”)。主句 ἀναιρεῖται καὶ τὸ ὅλον 则表达其推论。
- 5.13τὸ δὲ ἐν τοῖς τοιούτοῖς τοῖς σώμασιν ἂν λέγοι
属于释义性的倒置结构:通过带冠词的标示 τό 提出亚里士多德文本中的短语 ἐν τοῖς τοιούτοις(“在诸如此类的事物中”),并与动词短语 τοῖς σώμασιν ἂν λέγοι(“他大概意指物体”)相接。随后由 ἢ τοῖς τοιούτοις τοῖς... 与 ἢ τοῖς τοιούτοις ταῖς... 并列引出另外两种替代性解释。
