- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:371.24-372.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大依循亚里士多德的论述,相继阐释了对应于各范畴的依自身的是者、“是”表示真假的功能,以及潜能与完全实现中的是者,并在最后指明了各个论题在《形而上学》后续各卷中的具体展开位置。
τὸ μὲν γὰρ τῇ οὐσίᾳ συντασσόμενον εἶναι τὴν οὐσιώδη ὕπαρξιν σημαίνει, τὸ δὲ τῷ ποσῷ τὴν ὡς ποσοῦ, καὶ τῷ ποιῷ τὴν ὡς ποιοῦ, καὶ ἐπὶ τῶν ἄλλων γενῶν ὁμοίως. ὥστε καὶ ὅταν ἐν τῇ οὐσίᾳ τινὸς τούτων τι κατηγορῆται ὡς γένος ἢ ὡς διαφορὰ ἢ ὡς ὁρισμός τινος ὂν αὐτῶν, τὸ ἔστι τὸ τοῖς οὕτω κατηγορουμένοις συντασσόμενον εἴη ἂν καθ’ αὑτὸ κατηγορούμενον. δεικτικὸν δὲ τοῦ τὸ ἔστιν, ᾧ ἂν συντάσσηται, ἐκείνην σημαίνειν τὴν φύσιν, παρέθετο τὸ μηδὲν σημαίνειν ἄλλο1 τὸ ἄνθρωπος ὑγιαίνων ἐστὶν ἢ τὸ ἄνθρωπος ὑγιαίνει, τουτέστι τὸ ἔστιν, ὃ ἐπὶ τῇ ὑγείᾳ συντέτακται, μηδὲν ἄλλο ἢ τὴν τῆς ὑγείας ὕπαρξιν σημαίνει· ὁμοίως καὶ ἐπὶ τοῦ βαδίζων τὴν τῆς βαδίσεως, καὶ ἐπὶ τοῦ τέμνων τὴν τῆς τομῆς, καὶ ἐπὶ πάντων ὁμοίως. ὡς γὰρ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας, αὐτὸ μὲν οὐδέν ἐστι, προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐχ οἷόν τε εἶναι. ἔτι, φησί, σημαίνει τὸ ἔστι καὶ τὸ εἶναι καὶ τὸ ὂν τὸ ἀληθές, τὸ δὲ μὴ εἶναι καὶ τὸ μὴ ὂν ψεῦδος· τὸ μὲν γὰρ ἀληθὲς εἶναί τε καὶ ὂν φαμεν, τὸ δὲ ψεῦδος μὴ εἶναί τε καὶ μὴ ὄν, ὁμοίως ἔν τε καταφάσει καὶ ἀποφάσει, τουτέστιν ἐάν τε καταφατικῶς τινος κατηγορηθῇ ἄν τε ἀποφατικῶς. ὁ μὲν γὰρ λέγων ‘ἔστι Σωκράτης μουσικός’ ἀληθές φησιν εἶναι τὸ λεγόμενον, τῷ ἔστιν ἐπὶ τοῦ ἀληθοῦς χρώμενος. ὁμοίως καὶ ὁ λέγων ‘ἔστι Σωκράτης οὐ λευκός,’ ἀποφατικῶς κατηγορῶν τὸ οὐ λευκός, ἀληθὲς λέγει πάλιν τὸ εἶναι μὴ λευκὸν Σωκράτην. καὶ οὕτω μὲν ἐν τῇ καταφάσει τἀληθές, τὸ δὲ ψεῦδος ἐν τῇ ἀποφάσει, ὡς ὅταν εἴπῃ τις μὴ εἶναι τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον. συντάξας γὰρ τὸ τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ τῷ μὴ εἶναι, ψεῦδος λέγει τὸ εἶναι τοῦτο. ὁ μὲν γὰρ τὴν κατάφασιν λέγων ἀληθές φησιν εἶναι τὸ εἶναι, ὁ δὲ τὴν ἀπόφασιν ἀναιρεῖ τὸ εἶναι ὡς ψεῦδος ὄν. λέγει δὲ τὸ εἶναί τε καὶ τὸ ὂν σημαίνειν πρὸς τοῖς εἰρημένοις καὶ τὸ δυνάμει2 τε καὶ ἐντελεχείᾳ. ἂν δὲ ᾖ γεγραμμένον ἀντὶ τοῦ δυνάμει3 τὸ ῥητόν, λέγοι ἂν ῥητὸν τὸ δυνάμει, ὅτι ῥηθῆναι μὲν ἀληθές ἐστιν, οὐ μὴν καὶ ἔστιν ἤδη. τὸ δὲ ἐντελεχείᾳ τῶν εἰρημένων τούτων, τουτέστι τῶν ῥητῶν τε καὶ δυνάμει. ὁρῶν γὰρ εἶναι λέγεται καὶ τὸ ἤδη ὁρῶν καὶ τὸ δυνάμενον, ὡς τὸ κοιμώμενον, τοῦ εἶναι καὶ ἐπ’ ἐκείνου καὶ ἐπὶ τούτου κατηγορουμένου· ὁμοίως καὶ ἐπίστασθαι καὶ τὸ ἐνεργοῦν κατ’ ἐπιστήμην καὶ τὸ δυνάμενον· ἔστι δὲ ἴσον τὸ ἐπίστασθαι τῷ ἐπιστάμενον εἶναι. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἠρεμεῖν. καὶ ἐπὶ τῶν οὐσιῶν δὲ ὁμοίως σημαίνεσθαί φησιν ὑπὸ τοῦ εἶναι καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, οὐσίας εἰπὼν αὐτὰ τὰ πράγματα τὰ ὑποκείμενα πρὸς ἀντιδιαίρεσιν τῶν προειρημένων πραγμάτων ἐπὶ ἐνεργειῶν εἰρημένα καὶ ἕξεων καὶ ἠρεμιῶν,4 ἅπερ ἦν ταῖς οὐσίαις συμβεβηκότα. ὅταν γάρ, φησίν, ἐν τῷ ἀργῷ λίθῳ Ἑρμῆν τις λέγῃ εἶναι, ὅτι δύναται γενέσθαι Ἑρμῆς ἐξ αὐτοῦ λέγει. ἀλλὰ καὶ τὸ ἥμισυ τῆς γραμμῆς δυνάμει ἐστὶν ἐν τῇ μὴ διῃρημένῃ, καὶ τὴν γραμμὴν ἐν ταῖς οὐσίαις θείς, ἐπεί τισιν οὕτως ἐδόκει. ὁμοίως καὶ σῖτός ἐστιν ὁ μηδέπω ἁδρὸς δυνάμει. εἰπὼν δὲ ταῦτα προσέθηκε πότε δὲ δυνατὸν καὶ πότε οὔπω, ἐν ἄλλοις διοριστέον· οὐ γὰρ ἐφ’ ὁτουοῦν τῶν ὄντων τὸ δυνατὸν κατηγορητέον, ἀλλ’ ἐπὶ τοῦ ἤδη ὄντος καὶ δυναμένου εἰς ἐκεῖνο προσεχῶς μεταβάλλειν, ὃ λέγεται δύνασθαι ἢ δέξασθαι αὐτό· τὸν μὲν γὰρ ἤδη ὄντα λίθον ἐρεῖ τις Ἑρμῆν εὐλόγως δυνάμει, οὐκέτι μέντοι καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, ἐξ ὧν ὁ λίθος, Ἑρμῆν ἐρεῖ τις δυνάμει. καὶ τὸ μὲν παιδίον δυνάμει ἐπιστῆμον, οὐ μὴν καὶ τὸ ἔμμηνον· καὶ τὸ σκυλάκιον δυνάμει ὁρῶν, οὐ μὴν καὶ τὸ ἔτι κατὰ γαστρὸς ὄν. ποιήσεται δὲ τὸν λόγον περὶ μὲν τοῦ κατὰ συμβεβηκὸς ὄντος καὶ περὶ τοῦ ὡς ἀληθοῦς ἐν τῷ μετὰ τοῦτο, περὶ δὲ τοῦ καθ’ αὑτὸ ὄντος ἐν τῷ Ζ καὶ Η, περὶ δὲ τοῦ δυνάμει τε καὶ ἐντελεχείᾳ ἐν τῷ Θ.
因为与实体相结合的“是”意味着实体性的实存,而与数量相结合的则意味着作为数量的实存,与性质相结合的则意味着作为性质的实存,在其他属上亦同样如此。因此,即便当这些属中某一事物的实体中有什么被作为属、或作为种差、或作为其中某一者的定义而被述谓时,与如此被述谓者相结合的“是”也将是依自身被述谓的。作为“是”无论与何物相结合都意味着那一本性的证明,他援引了这一事实:“人是健康的”并不意味着“人健康着”之外的任何别的东西,也就是说,与健康相结合的“是”,除意味着健康的实存外不意味着任何别的东西;同样,在“行走的”情形中意味着行走的实存,在“切割的”情形中意味着切割的实存,在所有事物上亦同样如此。因为正如他在《解释篇》中所说,它自身什么都不是,而是附带提示了某种结合,而这种结合离开被结合者是不可能存在的。此外他说,“是”(动词)、“存在”(动词不定式)与“是者”意味着真,而“不是”与“非是者”则意味着假;因为我们说真者存在且是是者,而假者不存在且是非是者,这在肯定和否定中同样如此,也就是说,无论肯定地述谓于某物还是否定地述谓于某物皆是如此。因为说“苏格拉底是通晓音律的”的人,在使用“是”指称真时,是在说所说之事是真实的。同样,说“苏格拉底是非白的”的人,通过否定地述谓“非白的”,也再次说苏格拉底是非白的这一存在是真实的。如此一来,真存在于肯定中,而假存在于否定中,正如当有人说对角线与边不是可通约的时那样。因为通过把对角线与边可通约这一项与“不是”相结合,他是在说这一存在是假的。因为说出肯定命题的人表明存在是真实的,而说出否定命题的人则由于其为假而否定其存在。他说,除上述各项外,“存在”与“是者”还意味着潜能中的事物与完全实现中的事物。如果在文本中写的是“被表述的”而非“潜能中的”,他所说的“被表述的”当指潜能中的事物,因为表述它是真实的,但它绝非已经存在。而在完全实现中的事物,则是相对于这些上述事物而言的,即相对于被表述的和潜能中的事物而言的。因为不仅已经在看的事物,而且具有能力的事物(例如睡眠中的事物),都被称为是在看,而“是”既述谓于前者亦述谓于后者;同样,依知识现实运作的事物与具有能力的事物都被称为具有知识;而具有知识等于作为知者而存在。同样的道理也适用于处于静止。他说,在实体的情形中,潜能中的事物与现实活动中的事物同样由“存在”所标示,他所说的实体是指基体事物本身,以区别于上述关于现实活动、状态与静止所言及的事物,而后者曾是实体的偶性。因为他说,每当有人说在未雕琢的石头中有赫尔墨斯像时,他这样说是由于赫尔墨斯像能够从它之中产生出来。不仅如此,一条线的半截潜能地存在于未分割的线中——他将线列入实体之中,是因为在某些人看来是如此。同样,尚未成熟的谷物潜能地是谷物。在说了这些之后他补充道,何时是潜能的而何时还不是,必须在其他地方予以界定;因为潜能之物绝不可述谓于任意的是者,而必须述谓于那已经存在、并且能够直接转变为它被说成对其具有潜能或接受它的那一事物者;因为人们有理由说已经存在的石头潜能地是赫尔墨斯像,但绝不会再说石头所由以产生的泥土和水潜能地是赫尔墨斯像。幼儿潜能地是知者,但经血绝非如此;小狗潜能地是能看的,但尚在腹中的胚胎绝非如此。至于关于依偶性的是者以及关于作为真的是者的讨论,他将在本书之后的一卷中进行,关于依自身的是者将在第七卷和第八卷中讨论,而关于潜能与完全实现中的是者将在第九卷中讨论。
- 5.12δεικτικὸν δὲ τοῦ τὸ ἔστιν, ᾧ ἂν συντάσσηται, ἐκείνην σημαίνειν τὴν φύσιν, παρέθετο τὸ μηδὲν σημαίνειν ἄλλο
句首的 δεικτικόν 用作 παρέθετο 的宾语即带冠词不定式从句 τὸ μηδὲν σημαίνειν... 的谓述宾格(宾语补足语),意为“作为……的证明”。属格带冠词不定式 τοῦ ... σημαίνειν 是由形容词 δεικτικόν 所支配的宾格性属格,其内部嵌有关系从句 ᾧ ἂν συντάσσηται,构成长距离倒装结构。
- 5.12τὸ δὲ ἐντελεχείᾳ τῶν εἰρημένων τούτων, τουτέστι τῶν ῥητῶν τε καὶ δυνάμει
这是一个省略了主要动词和对比表达的简略句。承接前文,需补充其对比关系来理解:“而在完全实现中的事物(τὸ δὲ ἐντελεχείᾳ),则是相对于这些上述事物(即被表述的和潜能中的事物)而言的”。
- 5.12ἂν δὲ ᾖ γεγραμμένον ἀντὶ τοῦ δυνάμει τὸ ῥητόν, λέγοι ἂν ῥητὸν τὸ δυνάμει
这是提及亚里士多德正文异文(抄本读法)的条件句。主句动词 λέγοι ἂν 的主语指亚里士多德,意即“若写的是 τὸ ῥητόν(被表述的/可言说的)而非 δυνάμει(潜能地),他所说的‘被表述的’应是指潜能中的事物”。
- 5.12πρὸς ἀντιδιαίρεσιν τῶν προειρημένων πραγμάτων ἐπὶ ἐνεργειῶν εἰρημένα καὶ ἕξεων καὶ ἠρεμιῶν
中性复数分词 εἰρημένα 在语义上指代前面的 τῶν προειρημένων πραγμάτων,作同格或补充说明,意为“关于现实活动、状态与静止所言及的(事物)”。介词短语 πρὸς ἀντιδιαίρεσιν 支配属格 τῶν προειρημένων πραγμάτων,明示了实体与这些偶性状态之间的范畴区分。
