- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:370.3-371.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《形而上学》卷五第七章(1017a7)的开篇,提出作为是者的第一种划分的偶性之是与自身之是,分析了偶性之是的诸种模式(偶性与偶性、实体与偶性、实体逆向述谓于偶性)之间的差异,并论述了自身之是依十个范畴而有的十种意义。
" Τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκός, τὸ δὲ καθ’ αὐτό." Καὶ τοῦ ὄντος ὥσπερ καὶ τοῦ ἑνὸς πρώτην διαίρεσιν ποιεῖται τὴν εἰς τε τὸ κατὰ συμβεβηκὸς καὶ τὸ καθ’ αὑτὸ καὶ πρῶτον· καὶ ἐπὶ τούτου τρόπους ἐκτίθεται καθ’ οὓς κατὰ συμβεβηκὸς εἶναί τι λέγεται, διὰ παραδειγμάτων, χρώμενος ἀντὶ τοῦ ὄντος τῷ ἔστιν, ἐπεὶ καὶ ἐκ τοῦ ὄντος τὸ ἔστιν ἐσχημάτισται. λέγει δὴ κατὰ συμβεβηκὸς τὸ ὂν καὶ τὸ εἶναι κατηγορεῖν ἡμᾶς ποτὲ μέν, ἂν οὕτω λέγωμεν, ὁ δίκαιος μουσικός ἐστιν, ὥσπερ ἦν καὶ κατὰ συμβεβηκὸς ἕν, ποτὲ δὲ ἂν οὕτως, ὁ ἄνθρωπός μουσικός ἐστιν, ποτὲ δέ, ἂν οὕτως, τὸ μουσικὸν ἄνθρωπός ἐστιν· καθ’ οὓς προεδείχθη καὶ τὸ κατὰ συμβεβηκὸς ἓν λεγόμενον. τίς δὲ ἡ τούτων διαφορὰ πρὸς ἄλληλα, καὶ δι’ ἃ ἐπὶ πάντων τῶν τοιούτων κατὰ συμβεβηκὸς τὸ ὂν καὶ τὸ εἶναι λέγεται, ἑξῆς δείκνυσιν· ὡς γὰρ ὅταν συμβεβηκότα τινὰ κατηγορήσωμέν τινος, κατὰ συμβεβηκὸς λέγομεν ἐκείνην εἶναι μίαν τὴν κατηγορίαν τῷ ἓν εἶναι τὸ ὑποκείμενον τοῖς οὕτω συνυπάρχουσιν, οὕτω καὶ ὂν λέγεται κατὰ συμβεβηκὸς τὰ οὕτως ὑπάρχοντά τινι οὐσίᾳ. ὡς γὰρ ἕν ἐστι κατὰ συμβεβηκός, ὅτι ἑνὶ συμβέβηκεν, οὕτω καὶ ὂν κατὰ συμβεβηκός, ὅτι ὄντι συμβέβηκε τῇ οὐσίᾳ, καὶ ἔστιν αὐτοῦ· ὧν δὲ κυρίως ἐστὶ τὸ ὑποκείμενον, ταῦτα εἴτε ἓν ἢ πλείω, αὐτῷ εἴη συμβεβηκότα, εἰ τοῦτο εἶεν. ὃ γὰρ μὴ κυρίως τί ἐστι, τοῦτο κατὰ συμβεβηκὸς ἐκεῖνό ἐστιν· οὐδεμία γὰρ οὐσία καθ’ αὑτήν ἐστί τι τούτων ἃ οὐκ ἐν τῷ εἶναι αὐτῆς ἐστιν, ἀλλὰ συμβέβηκεν αὐτῇ· διὸ αὐτή τε ἡ ὑποκειμένη τούτοις οὐσία κατὰ συμβεβηκὸς αὐτά ἐστιν ἃ οὕτως αὐτῆς κατηγορεῖται, καὶ τὰ συμβεβηκότα αὐτῇ καὶ αὐτὰ κατὰ συμβεβηκός ἐστι τῷ μὴ κυρίως εἶναι μηδὲ καθ’ αὑτά, ἀλλὰ τὸ εἶναι παρὰ τούτου ἔχειν ᾧ συμβέβηκε. παραπλησίως λέγοντες ὥσπερ εἰ τὸν μουσικὸν οἰκοδομεῖν εἴποιεν ἀλλ’ οὐχὶ οἰκοδόμον εἶναι,1 ἵνα χωρὶς τοῦ εἶναι λαβὼν τὸ συμβεβηκός, καὶ δείξας πῶς τοῦτο λέγεται, δείξῃ ὁμοίως τούτῳ λεγόμενον καὶ τὸ εἶναι τὸν οἰκοδόμον μουσικόν. ὡς οὖν ὁ οἰκοδόμος μουσικός, καὶ ἀντιστρέψαντι ὁ μουσικὸς οἰκοδόμος. οὐδὲν γὰρ διαφέρει, ὅπως ἄν ῥηθείη· ὅτι γὰρ ᾧ συμβέβηκεν οἰκοδόμῳ εἶναι, τούτῳ καὶ μουσικῷ· ὅταν γάρ τι τάδε λέγηται εἶναι ἀληθῶς, τούτῳ ἀληθές ἐστι τὸ κατηγορούμενον ὑπάρχειν τε καὶ συμβεβηκέναι. ὡς δὴ ἐπὶ τῶν ἄλλων, οὕτως δὲ καὶ ἐπὶ τῶν εἰρημένων ἔχει· ἄν τε γὰρ λέγωμεν τὸν ἄνθρωπον μουσικὸν εἶναι ἢ τὸν μουσικὸν ἄνθρωπον, ἄν τε τὸν μουσικὸν λευκὸν εἶναι ἢ τὸν λευκὸν μουσικόν, τὸ μὲν ὅτι ἀμφότερα τῷ αὐτῷ συμβέβηκε λέγομεν, καὶ ἔστιν ὁ ἄνθρωπος ἀμφότερα καὶ λευκὸς καὶ μουσικὸς κατὰ συμβεβηκός· τὸ δὲ ὁ ἄνθρωπος μουσικός, ὅτι τῷ ἀνθρώπῳ συμβέβηκε τὸ μουσικόν, καὶ ἔστιν οὕτως ὂν ὡς ὄντι συμβεβηκός, κυρίως ἂν καὶ αὐτὸ ὄν, εἰ ἦν ἐκ τῆς οὐσίας αὐτοῦ. τὸν δὲ μουσικὸν ἄνθρωπον λέγομεν οὐχ ὡς τοῦ ἀνθρώπου ὑπάρχοντος τῷ μουσικῷ, ἀλλ’ ὡς τοῦ μουσικοῦ τῷ ἀνθρώπῳ, παρὰ φύσιν τὴν ἐκφορὰν τῆς κατηγορίας ποιούμενοι, ὅταν οὕτω λέγωμεν τὸν μουσικὸν ἄνθρωπον. ἐκθέμενος οὖν τοὺς τρεῖς τοῦ κατὰ συμβεβηκὸς τρόπους, δείκνυσιν αὐτῶν τὴν πρὸς ἀλλήλους διαφοράν· ἢ γὰρ διότι τῷ ὄντι καὶ τῇ οὐσίᾳ ἄμφω ὑπάρχει, ἢ ὅτι τῷ ὑποκειμένῳ οὐσίᾳ ὄντι ὑπάρχει καὶ συμβέβηκε τὸ κατηγορούμενον, ἢ ὅτι αὐτό ἐστιν ᾧ ὑπάρχει τὸ οὗ αὐτὸ κατηγορεῖται, ὡς ἐν ταῖς παρὰ φύσιν προτάσεσιν, ἐν αἷς συμβεβηκότος οὐσία κατηγορεῖται. προσέθηκε δὲ τοῖς προειρημένοις ὡς κατὰ συμβεβηκὸς τοῦ εἶναι λεγομένου ὁμοίως τοῖς προειρημένοις καὶ ἐπὶ τῶν τοιούτων τὸ οὐ λευκὸν ἔστιν· τὸ γὰρ οὐ λευκὸν κατὰ συμβεβηκὸς εἶναι λέγεται, ὅτι ᾧ συμβέβηκε μὴ εἶναι λευκῷ ἐκεῖνο ἔστιν.2 εἰπὼν δὲ περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος, ἑξῆς περὶ τοῦ καθ’ αὑτὸ λέγει.// φησὶ δὲ τοσαυταχῶς τὸ καθ’ αὑτὸ ὂν λέγεσθαι ὅσα σχήματα καὶ γένη κατηγοριῶν. σχήματα δὲ κατηγοριῶν τὰς δέκα κατηγορίας λέγει· δεκαχῶς οὖν φησι τὸ καθ’ αὑτὸ ὂν λέγεσθαι. καὶ αἴτιον τούτου ἀποδίδωσιν· ἐπεὶ γὰρ ἑκάστῳ τῶν ὄντων τὸ εἶναι συντασσόμενον ταὐτὸν ᾧ συντάσσεται σημαίνει·3 τὴν γὰρ οἰκείαν ὕπαρξιν ἑκάστου σημαίνει τὸ ὂν ὁμώνυμον· εἰ δὲ δέκα αἱ κατὰ τὰ ἀνωτάτω γένη διαφοραί, δεκαχῶς καὶ τὸ ὄν τε καὶ τὸ εἶναι ῥηθήσεται.
“‘是’(存在),一方面依偶性被言说,另一方面依自身被言说。” 关于是者,正如关于一者一样,他所作的第一个划分是划分为依偶性者与依自身且第一者;对此,他通过例子阐明了某物依偶性而是所由以被言说的诸种方式,用“是”(动词)代替“是者”,因为“是”也是从“是者”派生出来的。他明确指出,我们依偶性述谓是者以及“是”,有时是在我们这样说时:“公正者是通晓音律的”(正如依偶性的一也是如此),有时是在这样说时:“人是通晓音律的”,有时又是在这样说时:“通晓音律者是人”;依偶性被称为一者先前也是按照这些方式被指明的。至于这些方式彼此之间的区别是什么,以及由于什么缘故在所有此类情形下是者与“是”都依偶性被言说,他随后指明了:因为正如当我们把某些偶性述谓于某物时,我们说那一述谓由于基体对如此共存的事物而言是一而依偶性是一,同样,如此属于某个实体的事物也被依偶性称为是者。因为正如由于它偶然属于一个事物而依偶性为一,同样它也由于偶然属于一个实体这一是者并且是属于它的,而成为依偶性的是者;而基体在本原意义上所是的那些事物,无论是一还是多,如果它们是这个,就会是它的偶性。因为凡非本原意义上的某物者,依偶性即是那物;因为没有任何实体按自身会是那些不属于它的存在而是偶然属于它的事物中的任何一种。因此,作为这些事物的基体的实体自身,依偶性就是如此被述谓于它的那些事物,而属于它的偶性自身也由于并非本原意义上存在亦非依自身存在,而是从它所偶然属于的那物那里获得其存在,因而依偶性而存在。 人们作类似的言说,就如同他们若说通晓音律者建房,而不是说他是建筑师一样,以便[亚里士多德]脱离“是”而把握偶性,并在指明了这是如何被言说之后,指明“建筑师是通晓音律的”这一存在也是类似地被言说的。因此,正如建筑师是通晓音律的,换位而言,通晓音律者也是建筑师。因为无论怎样表述都没有区别;因为建筑师这一属性偶然属于谁,通晓音律这一属性也偶然属于此人。因为每当某物被真实地说成是这些事物时,述谓项属于并且偶然发生于此物就是真实的。因此正如在其他事物上一样,在上述事物上也同样如此:因为无论我们说人是通晓音律的还是通晓音律者是人,无论通晓音律者是白的还是白者是通晓音律的,一方面我们这样说是因为两者偶然属于同一物,人依偶性既是白的又是通晓音律的;另一方面,“人是通晓音律的”,是因为通晓音律偶然属于人,它作为偶然属于是者之物而如此存在,如果它是出于人的实体,它自身原本也会是在本原意义上的是者。但我们说通晓音律者是人,并不是因为人属于通晓音律者,而是因为通晓音律者属于人,当我们这样说通晓音律者是人时,我们是在违背自然地作出述谓的表述。因此,在阐明了偶性的三种模式之后,他指明了它们彼此之间的区别:要么是因为两者都属于是者和实体,要么是因为被述谓项属于并偶然发生于作为实体的基体,要么是因为它自身就是其自身所被述谓于的那物所属于的主体,正如在违背自然的命题中那样(在这些命题中实体被述谓于偶性)。在上述内容之外他又补充道,正如“是”依偶性被言说类似于上述情况,在诸如此类的情形中“非白者是”也是如此:因为非白者依偶性被称为是,是因为那个并非白者的属性所偶然属于的事物是存在的。在论述了依偶性的是者之后,他接下来论述依自身的是者。// 他说,依自身的是者被言说的方式,正如范畴的形式和属有多少种那样多。而他把范畴的形式称为十个范畴;因此他说依自身的是者有十种言说方式。他也给出了其原因:因为对每一个是者而言,“是”在与之组合时,就意味着与它所组合之物同一的事物;因为同名异义的是者意味着每一事物本己的实存;如果依最高属的差异有十种,那么“是者”与“是”也将以十种方式被言说。
- 5.12παραπλησίως λέγοντες ὥσπερ εἰ τὸν μουσικὸν οἰκοδομεῖν εἴποιεν ἀλλ’ οὐχὶ οἰκοδόμον εἶναι
分词 λέγοντες 承接前文语境中隐含的一般言说者,作情况分词。ὥσπερ εἰ 引导的假设从句表明一种类比,即使用动词动作(“通晓音律者建房”)而非名词性述谓(“是建筑师”)。随后的 ἵνα 从句则说明了亚里士多德如此论述的目的。
- 5.12ὅτι ᾧ συμβέβηκε μὴ εἶναι λευκῷ ἐκεῖνο ἔστιν
ὅτι 从句的主语是 ἐκεῖνο,动词是 ἔστιν。关系代词 ᾧ 是 συμβέβηκε 的与格补足语。λευκῷ 是不定词 μὴ εἶναι 的表语补足语,因受关系代词 ᾧ 的吸引而采用与格。
- 5.12ἐπεὶ γὰρ ἑκάστῳ τῶν ὄντων τὸ εἶναι συντασσόμενον ταὐτὸν ᾧ συντάσσεται σημαίνει
主语是带定冠词的不定词 τὸ εἶναι(“存在/是”),分词 συντασσόμενον 与之同格修饰。动词 σημαίνει 的宾语是 ταὐτόν,而与格关系代词 ᾧ 取决于 συντάσσεται(意为“意味着与它所组合之物同一的事物”)。
