← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§36.19-37.16

对原子论运动观的批判与毕达哥拉斯派的数

亚历山大解释了亚里士多德对原子论者忽视运动及重量原因的批评(985b19),接着阐明了毕达哥拉斯学派的年代先后定位,及其将数学对象——数——视作万物本原的思想(985b23)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37

" Περὶ δὲ κινήσεως, ὅθεν ἢ πῶς ὑπάρχει τοῖς οὖσι, καὶ οὗτοι παραπλησίως τοῖς ἄλλοις ῥᾳθύμως ἀφεῖσαν." Λέγει μὲν περὶ Λευκίππου τε καὶ Δημοκρίτου· οὗτοι γὰρ λέγουσιν ἀλληλοτυπούσας καὶ κρουομένας πρὸς ἀλλήλας κινεῖσθαι τὰς ἀτόμους· πόθεν μέντοι ἡ ἀρχὴ τῆς κινήσεως τοῖς κατὰ φύσιν, οὐ λέγουσιν·1 ἡ γὰρ κατὰ τὴν ἀλληλοτυπίαν βίαιός ἐστι κίνησις καὶ οὐ κατὰ φύσιν, ὑστέρα δὲ ἡ βίαιος τῆς κατὰ φύσιν. οὐδὲ γὰρ τὸ πόθεν ἡ βαρύτης ἐν ταῖς ἀτόμοις λέγουσι· τὰ γὰρ ἀμερῆ τὰ ἐπινοούμενα ταῖς ἀτόμοις καὶ μέρη ὄντα αὐτῶν ἀβαρῆ φασιν εἶναι·2 ἐκ δὲ ἀβαρῶν συγκειμένων πῶς ἂν βάρος γένηται; εἴρηκε δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τῷ τρίτῳ Περὶ οὐρανοῦ. παραπλησίως δὲ τοῖς ἄλλοις εἶπεν, ὅτι μηδ’ ἐκείνων τις τὴν τῆς κινήσεως αἰτίαν τὴν ἐν τοῖς φυσικοῖς σώμασιν ἀποδέδωκεν· οὐδεὶς γοῦν οὐδὲ τῶν ἄλλων φυσικῶν περὶ κινήσεώς τι εἶπεν, ὡς καὶ ἐν τοῖς Φυσικοῖς εἶπεν, ὅτε περὶ κινήσεως ἔλεγε. περὶ μὲν οὖν τούτων τῶν δύο αἰτιῶν, τῆς τε ὑλικῆς λέγει καὶ τῆς ποιητικῆς.

“然而关于运动,它从何而来或怎样属于存在者,这些人也与其他哲学家相仿,草率地略过了。” 他说的是留基伯和德谟克利特;因为这些人主张原子通过彼此撞击和互相碰击而运动;然而对于自然本性的事物而言,运动的始基究竟从何而来,他们并未说明;因为基于相互碰撞的运动是强迫的而非合乎自然的,而强迫的运动后于合乎自然的运动。事实上,他们甚至没有说明原子之中的重量从何而来;因为他们声称,在原子中被设想且作为其部分的不可分物是无重量的;但由无重量之物合成的东西,又怎么可能产生重量呢?关于这些问题,他在《论天》第三卷中已有更详尽的论述。他说“与其他哲学家相仿”,是因为那些人中也没有一个说明了自然物体中运动的原因;无论如何,其他自然哲学家也没有任何人谈及运动,正如他在《物理学》中讨论运动时所说的那样。因此,他所谈论的是这两种原因,即质料原因和致动原因。

§1.38

"Ἐν δὲ τούτοις καὶ πρὸ τούτων ἕως ἐπεὶ δὲ τούτων οἱ ἀριθμοὶ φύσει πρῶτοι." Λέγει περὶ τῶν Πυθαγορείων, ὅτι οἱ μὲν πρὸ Δημοκρίτου τε καὶ Λευκίππου γεγόνασιν, οἱ δέ τινες ἦσαν καὶ κατὰ τούτους. ἢ τὸ ἐν δὲ τούτοις καὶ πρὸ τούτων οὐ περὶ Δημοκρίτου τε καὶ Λευκίππου μόνον λέγει, ἀλλὰ περὶ πάντων τῶν φυσικῶν τῶν προειρημένων· τῶν μὲν γὰρ ἦσαν πρεσβύτεροι, τοῖς δὲ συνήκμασαν. ἢ μᾶλλον ὅτι αὐτὸς μὲν Πυθαγόρας πρὸ Δημοκρίτου τε καὶ Λευκίππου ὀλίγον ἐγένετο, πολλοὶ δὲ τῶν Πυθαγόρου ἀκουσάντων συνήκμασαν τούτοις. τούτους δέ φησιν ἐντραφέντας τοῖς μαθήμασι τὰς τῶν μαθημάτων ἀρχὰς τῶν ὄντων ἀρχὰς θέσθαι. ἀρχαὶ δὲ τῶν μαθημάτων οἱ ἀριθμοί, καὶ τῇ φύσει πρῶτοι κατ’ αὐτούς, ὅτι ἐκ προσθέσεως τὰ ἄλλα· θέσιν γὰρ προσείληφε τὰ μεγέθη,3 ὡς φθάσας ἐμνημόνευσεν ἤδη.

“与这些人同时以及在这些人之前……至‘由于在这些事物中数按本性是最先的’。” 他是指毕达哥拉斯学派的人,说他们中有的早于德谟克利特和留基伯出生,有的则与他们同时。或者,“与这些人同时以及在这些人之前”并非仅仅指德谟克利特和留基伯,而是指前面提到的所有自然哲学家;因为他们比某些人更年长,而与另一些人同时达到鼎盛。或者更恰当地说,是因为毕达哥拉斯本人比德谟克利特和留基伯略早出生,但毕达哥拉斯的许多门徒却与他们同时处于鼎盛时期。他说,这些人由于沉浸于数学诸学科的培养中,遂将数学的诸原理设定为存在者的诸原理。而数学的原理是数,并且在他们看来数在自然本性上是最先的,因为其他事物都是通过附加而形成的;正如他此前已经提到过的,量度乃是额外获得了位置。

语法注3 条
  1. 1.37πόθεν μέντοι ἡ ἀρχὴ τῆς κινήσεως τοῖς κατὰ φύσιν, οὐ λέγουσιν

    与格“τοῖς κατὰ φύσιν”(对于依自然本性的事物)在此作为主语短语“ἡ ἀρχὴ τῆς κινήσεως”(运动的始基)的领属或关系与格,伴随省略的系动词(ἐστί/ὑπάρχει)。整个间接疑问句“πόθεν... τοῖς κατὰ φύσιν”作“οὐ λέγουσιν”的宾语。

  2. 1.37τὰ γὰρ ἀμερῆ τὰ ἐπινοούμενα ταῖς ἀτόμοις καὶ μέρη ὄντα αὐτῶν ἀβαρῆ φασιν εἶναι

    由“φασιν”支配的“宾格加不定式”结构。“τὰ ἀμερῆ...”是不定式“εἶναι”的逻辑主语(宾格),“ἀβαρῆ”为其表语宾格。“ταῖς ἀτόμοις”是依附于分词“ἐπινοούμενα”的与格(在原子中被设想),“καὶ μέρη ὄντα αὐτῶν”作为同等的分词短语修饰该主语。

  3. 1.38ὅτι ἐκ προσθέσεως τὰ ἄλλα· θέσιν γὰρ προσείληφε τὰ μεγέθη

    由表示原因的连词“ὅτι”引导的从句,其谓语动词(ἐστί 或 γίγνεται)被省略。“ἐκ προσθέσεως”为表示方式/来源的介词短语(“由附加形成”)。紧接着的“θέσιν γὰρ προσείληφε τὰ μεγέθη”说明其理由,指无位置的数(算术单位)在附加“位置”后便构成点与量度(几何量)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:36.19-37.16