← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§366.11-367.21

种上的一与偶性一的诸形态

亚历山大注解了亚里士多德关于种上的一、定义上的一以及实体中本真的数目上的一的区分,并整理了依作用、具有、受动和关系等各种偶性被称为一的诸种情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.11#4

εἰπὼν δὲ ὧν ὁ λόγος ὁ τὸ τί ἦν εἶναι λέγων ἀδιαίρετος πρὸς ἄλλον, προσέθηκε τὸ αὐτὸς γὰρ καθ’ αὑτὸν πᾶς λόγος διαιρετός· τοῦτο δέ, ἐπεὶ πᾶς λόγος σύγκειται ἐκ πλειόνων τινῶν, εἰς ἃ καὶ διαιρεῖται. ὅταν δὴ κεχωρισμένων τινῶν ἀπ’ ἀλλήλων καὶ συμβεβηκόσι τισὶ διαφερόντων οἱ λόγοι οἱ τὴν οὐσίαν δηλοῦντες αὐτῶν ὦσιν οἱ αὐτοί, καὶ ταῦτα ἕν. καὶ εἴη ἂν διὰ τούτων εἰρηκὼς τίνα ἐστὶ τὰ τῷ εἴδει ἕν τε καὶ ταὐτά· τὸ δὲ ὥσπερ ἐπὶ τῶν ἐπιπέδων ὁ τοῦ εἴδους1 δηλωτικόν ἐστι τοῦ οὕτως τὸν τούτων τῶν κεχωρισμένων ἀλλήλων καὶ κατά τινα συμβεβηκότα διαφερόντων ἕνα εἶναι λόγον· τοιαῦτα γὰρ τὰ κατὰ τὸ μέγεθος μόνον ἀλλήλων διαφέροντα, ἐφ’ ὧν εἶπεν ηὐξημένον καὶ φθῖνον. ἢ ὡς καὶ ἐπὶ τῶν ἐπιπέδων ὁ αὐτὸς λόγος ἑκάστου κατὰ τὸ εἶδος μένει, ἄν τε ᾖ μεῖζον ἄν τε ἔλαττον· ὅμοιον γὰρ τρίγωνον καὶ ἓν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, ἂν ᾖ ὁμοειδῆ. Τούτοις προστίθησι καὶ λέγει καθόλου καὶ κυρίως ἓν ταῦτα εἶναι, ὧν ἡ νόησις ἀδιαίρετος ἡ νοοῦσα τὸ τί ἦν εἶναι αὐτῶν καὶ τὴν οὐσίαν· ἃ γὰρ κατὰ πάντα ἐστὶν ἀχώριστα καὶ μήτε χρόνῳ μήτε τόπῳ μήτε λόγῳ χωρισμόν τινα ἐπιδέχεται, ταῦτα μάλιστα ἕν, καὶ τῶν τοιούτων μάλιστα ὅσα οὐσίαι εἰσίν. λέγοι δ’ ἂν τὸ ἓν κατ’ ἀριθμὸν καὶ τόδε τι καὶ ὑποκείμενον κυρίως ἕν. τῶν μὲν γὰρ ὁμογενῶν καὶ ὁμοειδῶν χωρίζεταί τινα ἀλλήλων καὶ τόπῳ καὶ χρόνῳ, καὶ τῶν ἑτερωνύμων εἰ καὶ μὴ τόπῳ ἢ χρόνῳ ὁ χωρισμός, ἀλλὰ λόγῳ γε· ἄλλος γὰρ λόγος ἀναβάσεως καὶ ἄλλος καταβάσεως, εἰ καὶ ἓν τὸ ὑποκείμενον καὶ ἀχώριστον. τὸ δὲ κατ’ ἀριθμὸν ἓν πάντῃ ἀχώριστον, καὶ μάλιστα τὸ ἓν τῇ οὐσίᾳ· καὶ γὰρ τῶν ἄλλων τῶν κατ’ ἀριθμὸν τὸ ἓν ἐχόντων ἕκαστον παρὰ τῆς οὐσίας ἔχει τοῦτο. ἢ τὰ μὲν ὑπὸ τὸ γένος διαφέροντα ἀλλήλων τῷ εἴδει καὶ ταῖς ἀντικειμέναις διαφοραῖς τῷ γένει τὸ ἓν ἔχει, καὶ τὰ ὑπὸ τὸ εἶδος κεχωρισμένα ἀλλήλων καὶ διαφέροντα, εἰ καὶ μὴ κατ’ οὐσίαν, ἀλλὰ κατὰ συμβεβηκότα γέ τινα, τῷ εἴδει ταὐτά τε καὶ ἕν· τὸ δὲ γένος αὐτὸ τὸ καθόλου λαμβανόμενον, οἷον τὸ ζῷον, ἓν ὂν καὶ ταὐτὸν αὑτῷ καὶ οὐκ ἄλλῳ, εἴη ἂν τῷ ἀριθμῷ αὐτὸ αὑτῷ ταὐτόν τε καὶ ἓν ὁμοίως, τουτέστιν ὁ μὴ ἀνθρώπου διαφοραῖς διαιρούμενος·2 καὶ ἔστι λεγόμενον διὰ τούτων ὑπ’ αὐτοῦ ὃ πρὸ ὀλίγου πρόσθεν εἶπεν. ἐπιφέρει δὲ τούτοις καὶ τὸ καθόλου ἓν ἕκαστον λέγεσθαι κατὰ τοῦτο, καθὸ μὴ ἔχει διαίρεσιν μήτε διαφορὰν πρός τι· τὰ γὰρ μὴ διαφέροντα ἀλλήλων πάντα, καθὸ μὴ διαφέρει, ταὐτά ἐστιν ἀλλήλοις. ὅ τε γὰρ ἄνθρωπος ὁ κατὰ τὸ ἄνθρωπος ἀδιαίρετος εἷς (ὁ γὰρ μὴ εἰς ἀνθρώπους διαιρούμενος εἷς), καὶ ἓν ζῷον ὁμοίως ὃ μὴ καθὸ ζῷον διαιρεῖται· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ταῦτα δὲ εἰπὼν διὰ μέσου πάλιν ἐπάνεισι, καὶ δείκνυσιν ὅτι κυρίως ἓν τὸ κατὰ τὴν οὐσίαν ἕν ἐστιν· τῶν μὲν γὰρ ἄλλων ἕκαστον ἓν λέγεται κατά τι συμβεβηκός· ἢ γὰρ τῷ ἕτερόν τι ποιεῖν, ὡς τὰ ὁμοίως διατιθέντα τινὰ ἓν ἀλλήλοις λέγεται, οἷον μέλι μέλιτι ἢ ὅλως γλυκὺ γλυκεῖ καὶ θερμὸν θερμῷ, ἢ τῷ ἔχειν τι ταὐτόν, ὡς ὁ μουσικὸς τῷ μουσικῷ ἢ ὁ λευκὸς τῷ λευκῷ· τῷ γὰρ ταὐτόν τι ἔχειν ταὐτά· τὰ δὲ τῷ πάσχειν ταὐτὸν ὡς τὰ θερμαινόμενα ἢ ψυχόμενα ἢ ὅλως πάσχοντά τι τὸ αὐτὸ πάθος· τὰ δὲ τῷ πρός τι εἶναι, ὡς λέγομεν τοὺς μὲν πρὸς ἕω οἰκοῦντας πάντας δεξιοὺς τοῦ κόσμου καὶ ἐν τοῖς δεξιοῖς εἶναι καὶ κατὰ τοῦτο ἑνός τινος κοινωνεῖν, πάλιν δὲ ἀριστεροὺς τοὺς πρὸς δύσιν, ἢ τοὺς ἑνός τινος δεξιοὺς ἢ διπλασίους ἢ ἑνὸς υἱούς. ταῦτα μὲν οὖν τὸ ἓν ἔχει κατά τι τῶν συμβεβηκότων.

在说了“那些陈述本质的公式对另一个而言是不可分的”之后,他加上了“因为就其自身而言,每个公式都是可分的”;这是因为每个公式都由若干个部分组成,并且也分割为这些部分。因此,当某些事物彼此分离并在某些偶性上有所不同,而揭示其实体的公式是相同的,这些事物也是一。通过这些话,他应当说明了何种事物在种上是一且相同的。而“正如在平面上种的[公式是相同的]那样”这句话,指明了这些彼此分离且依某些偶性而有别的事物的公式是以这种方式为一;因为仅在量度上彼此不同的事物正是此类,关于它们他说了“增长的与衰减的”。或者,正如在平面上,每一个依种的相同公式无论它更大还是更小都保持不变;因为更大者和更小者若是同种的,都是相似的三角形且为一。在这些之外他又补充并说道,那些思想其本质和实体的思惟不可分的事物,才是普遍且本真的一;因为那些在所有方面都不可分离、无论在时间、地点还是公式上都不容许任何分离的事物,最是一,而在这些事物中,尤其是那些作为实体的事物。他大概是指,在数目上为一者、某个具体物以及底层主体才是本真的一。因为在同属和同种的事物中,有些在地点和时间上彼此分离,而在异名的事物中,即使分离不在地点或时间上,也至少在公式上如此;因为上升的公式是一回事,下降的公式是另一回事,哪怕底层主体是一且不可分离的。但在数目上为一者在一切方面都不可分离,尤其是因其实体而为一者;因为其他具有数目上为一的事物,每一个都从其实体获得这一属性。或者说,在属之下因种和相反的种差而彼此不同的事物在属上具有一,而在种之下彼此分离,且即使不在实体上、也至少依某些偶性有所不同的事物,在种上是相同且为一的;但普遍把握的属自身,例如动物,作为一且仅与自身相同而非与他物相同,将在数目上与自身同样相同且为一——也就是不依人的种差而分割者;通过这些话由他所说的,正是他刚才所说过的。他在这些之后又补充道,总体而言每一事物都依这一点被称为一:即依它没有分割、亦未对某种事物具有种差而言;因为凡是不彼此有别的事物,在它们没有区别的限度内,彼此是相同的。因为依作为人不可分的人是一(因为不分割为人者是一),不依作为动物而分割的动物同样是一;对于其他事物也是同样的道理。在中间说了这些之后,他又返回来并表明,本真的一是依其实体为一者;因为其他事物中的每一个都是依某种偶性被称为一;或者因产生某种他物,正如产生类似状态的事物被说成彼此为一,如蜂蜜对于蜂蜜,或普遍而言甜对于甜、热对于热;或者因具有某种相同之物,如通晓音律者对于通晓音律者,白对于白;因为由于具有某种相同之物,它们是相同的;另一些事物则因承受相同之事,如被加热或被冷却者,或普遍而言承受某种相同受动者;另一些事物则因其为相对者,正如我们说凡居住在东方的人都在宇宙的右侧并在右部,并依此分有某种一,又说朝向西方的人在左侧,或者是某一个人的右侧之人、两倍者、抑或同为一个父亲的儿子们。因此,这些事物是依其偶性的某一种而具有一的。

语法注2 条
  1. 5.11τὸ δὲ ὥσπερ ἐπὶ τῶν ἐπιπέδων ὁ τοῦ εἴδους

    由中性单数冠词 τὸ 引导的整个短语作为句子的主语,引用了亚里士多德的原话(“正如在平面上种的[公式]”)。在阳性冠词 ὁ 之后,根据上文省略了名词 λόγος,指“种的公式”。

  2. 5.11τουτέστιν ὁ μὴ ἀνθρώπου διαφοραῖς διαιρούμενος

    阳性单数分词短语 ὁ ... διαιρούμενος 作为解释性同位语,回指所讨论的普遍主体(如 ἄνθρωπος)。它承接前文关于男女不因人的种差而有别的论述,指明不被该种差所分割的个体/主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:366.11-367.21