- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:367.21-368.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了本真之一的诸种方式(连续性、种、公式、整体性)及与其相对立的复数性,进而论述了一作为第一尺度和认识的原理,以及基于在量或种上的不可分性对数与几何基本单位(单元、点、线、平面、物体)的划分。
κατὰ γὰρ τὸ ἐκείνων τινὸς ὁμοίως ἀλλήλοις κεκοινωνηκέναι τὰ οἷς συμβέβηκεν ἐκεῖνο τὸ ἓν ἔχει. κυρίως δὲ ἕν, ὧν ἡ οὐσία μία. μία δέ, ὥς φησιν, ἡ οὐσία τινῶν ἢ συνεχείᾳ (ἓν γὰρ τὸ συνεχὲς καθὸ τοιοῦτον· οὕτω γραμμὴ μία καὶ ἐπίπεδον ἓν καὶ σῶμα ἕν) ἢ εἴδει (οὕτω τρίγωνον ἓν καὶ ἄνθρωπος εἷς λέγονται εἶναι· ὧν γὰρ ἓν εἶδος, ἓν ταῦτα τῇ οὐσίᾳ, ὡς οἱ ἄνθρωποι· ὁμοειδεῖς γάρ· ὁμοίως καὶ πάντα τὰ ὁμοειδῆ ἀλλήλοις), ἢ λόγῳ φησίν· λόγῳ γὰρ λέγοι ἓν ἂν τὰ πολυώνυμα· καὶ γὰρ ταῦτα κατ’ οὐσίαν ἕν· εἷς γὰρ λόγος αὐτῶν ὁ τὴν οὐσίαν σημαίνων. ἢ ἐκ παραλλήλου εἶπε τὸ ἢ εἴδει ἢ λόγῳ·1 καὶ τοῦ οὕτως εἰρῆσθαι σημεῖον τὸ καὶ τὰ πλείω τίνα ἐστὶν ἀποδιδόντα τῶν τοῖς συνεχέσιν ἀντικειμένων μεμνημονευκέναι καὶ τῶν τῷ εἴδει·2 εἶπε γὰρ ὡς πλείω ἢ τὰ μὴ συνεχῆ ἢ ὧν μὴ ἓν τὸ εἶδος. ὅτι δὲ τούτων ἕκαστον ἕν, δείκνυσιν ἐκ τοῦ καὶ τὰ μὴ συνεχῆ ἀλλήλοις ὡς πλείω ἡμᾶς ἀριθμεῖν· πολλοὺς γὰρ ἀνθρώπους λέγομεν, ὅτι διῄρηνται ἀπ’ ἀλλήλων, καίτοι ταὐτὸν ἔχουσιν εἶδος. ἀλλὰ καὶ τὰ μὴ ὁμοειδῆ ἀλλήλοις πολλὰ λέγομεν, ὡς ἵππον, κύνα, ἄνθρωπον. οὐκέτι δὲ παρέθετο πῶς καὶ ὧν οἱ λόγοι πλείους, καὶ ταῦτα πλείω. προστίθησι δὲ τοῖς προειρημένοις τοῦ κυρίως ἑνὸς τρόποις καὶ τὸ ὡς ὅλον ἕν· πολλάκις γὰρ κἂν ᾖ τι συνεχές, οὐ λέγομεν αὐτὸ ἕν, ἂν μὴ ὅλον ᾖ καὶ τὸ εἶδος ἀπείληφεν· οὐ γὰρ τὸ ὁπωσοῦν συγκείμενον ἕν, κἂν πάντα ἔχῃ τὰ μέρη ἐν αὑτῷ, ἀλλ’ ἂν οὕτως ἔχῃ ὡς τὸ οἰκεῖον εἶδος ἔχειν, ὡς ἔδειξεν ἐναργῶς ἐπὶ τοῦ ὑποδήματος. λέγει δὲ καὶ τὴν τοῦ κύκλου γραμμὴν διὰ τοῦτο μάλιστα ἓν εἶναι, ὅτι πρὸς τῷ συνεχεῖ καὶ τὸ τέλειόν τε καὶ ὅλον ἔχει· οὐ γὰρ δέχεται προσθήκην κατ’ οὐδέν, ὡς τὸ τέλειον ἔχουσα. δοκεῖ δὲ ἡ λέξις αὕτη ἐλλιπῶς εἰρῆσθαι· προθεὶς γὰρ ἐπεὶ δ ἔστι μὲν ὡς ὁτιοῦν ἕν φαμεν εἶναι, ἄν ᾖ ποσόν, οὐκέτι οὐδὲν πρὸς τοῦτο ἀπέδωκε·3 λείπει γὰρ τὸ εἴη ἄν τις καὶ οὗτος ἑνὸς τρόπος, ἤ τι τοιοῦτον. καὶ γὰρ εἰ δύναται τὸ ἐπὶ τοῦ κύκλου εἰρημένον ὡς οὕτως εἰρημένον ἀκούεσθαι διὰ τοῦτο ἡ τοῦ κύκλου μάλιστα μία τῶν γραμμῶν, ἀλλ’ οὐχ οὕτως αὐτὸς εἴρηκε τῇ λέξει. εἴη δ ἂν σαφὴς ἡ λέξις καὶ τὸ ἀκόλουθον σῴζουσα, εἰ εἴη γεγραμμένον ἀντὶ τοῦ ἐπεὶ δ ἔστι μὲν ὡς ὁτιοῦν ἔτι ἔστι μὲν ὡς ὁτιοῦν. προστίθησι τοῖς εἰρημένοις καὶ ὅτι τὸ ἑνὶ εἶναι τὸ ἀρχῇ ἀριθμοῦ εἶναί ἐστιν· τὸ γὰρ ἐν ἑκάστῳ πρῶτον μέτρον, ὃ καὶ ἕν ἐστιν, ἐν ἑκάστῳ ἀρχή· τοιοῦτον δὲ ἐν μὲν τῷ ἀριθμῷ ἡ μονάς, ἐν ἄλλῳ δὲ ἄλλο, ὅ τι ποτὲ καὶ ἔστιν ἐν αὐτῷ τὸ πρῶτον μέτρον· οὐ γὰρ ταὐτὸν ἐν πᾶσι τὸ ἕν. τί δέ ἐστι τὸ ἐν ἑκάστῳ πρῶτον μέτρον, ἐδήλωσεν εἰπὼν ᾧ γὰρ πρώτῳ γνωρίζομέν τι, τοῦτο πρῶτον μέτρον ἑκάστου γένους. διὸ καὶ ἔδειξεν ὅτι ἀρχὴ ὡς γνωστοῦ· δι’ ὃ γὰρ πρῶτον γνωρίζεταί τι, τοῦτο ἀρχὴ ἐκείνου, ὥστε γνώσεως καὶ τοῦ γνωστοῦ τὸ ἓν ἀρχή· ἑνί τε γὰρ ἀνθρώπῳ πρώτως οἱ ἄνθρωποι γνωρίζονται καὶ ἑνὶ ἵππῳ οἱ ἵπποι, καὶ καθ’ ἕκαστον γένος οἰκείῳ τινὶ τοῦ γένους ἐκείνου. οὕτως ἐν μέλει ἡ δίεσις· τούτῳ γὰρ ἐλαχίστῳ αἰσθητῷ διαστήματι δοκεῖ πάντα τὰ διαστήματα ἐν τοῖς μέλεσι μετρεῖσθαι. καὶ ἐν φωνῇ δὲ τὸ φωνῆεν ἢ ἄφωνον στοιχεῖον ἕν· τούτοις γὰρ ἐλαχίστοις πᾶσα ἐγγράμματος φωνὴ μετρεῖται. πάλιν ἐν βάρει ἄλλο τι τὸ πρῶτόν τε καὶ ἕν, οὗ τῷ πλήθει τε καὶ τῇ συνθέσει τὸ πᾶν βάρος γνωρίζεται. ὁμοίως καὶ ἐν κινήσει ἔστι τι πρῶτον γνωριζόμενόν τε καὶ λαμβανόμενον, ᾧ ἡ πᾶσα κίνησις γνωρίζεται· καὶ γὰρ εἰ μὴ φύσει τίς ἐστι πρώτη κίνησις, ἀλλ’ ἡμεῖς γε ὁρίζομεν τὴν σταδιαίαν ἢ τινα ἄλλην, ᾗ τὴν ὅλην μετροῦμεν. ἐν πᾶσι δέ, φησί, καὶ πανταχοῦ τὸ ἓν ἢ τῷ ποσῷ ἢ τῷ εἴδει ἀδιαίρετον· τὸ μὲν δὴ κατὰ τὸ ποσὸν ἀδιαίρετον ἂν ᾖ πάντῃ ἀδιαίρετον καὶ ἔτι ἄθετον, μονὰς τοῦτο· ἂν δὲ θέσιν ἔχῃ πάντῃ ὂν ἀδιαίρετον, στιγμή· τὸ δὲ μοναχῇ διαιρετὸν γραμμή (κατὰ γὰρ μῆκος), ἐπίπεδον δὲ τὸ διχῇ, τὸ δὲ πάντῃ τε καὶ τριχῇ διαστατόν (τὸ γὰρ τριχῇ πάντῃ) σῶμα.
因为正是通过彼此类似地分有那些[偶性]中的某一种,具有该偶性的事物才具有了一。而本真的一则是其实体为一的事物。正如他所说,某些事物的实体为一,或是由于连续性(因为连续者在其作为连续者的限度内是一;依此方式线是一,平面是一,物体是一),或是由于种(依此方式三角形被说成是一,人被说成是一;因为凡种为一者,在实体上是一,正如人们一样,因为他们是同种的;同样,凡彼此同种的事物也是如此),或是依公式,他说;因为他依公式说成是一的应当是指多名之物;因为这些在实体上也为一;因为它们揭示实体的公式是一。或者他是把“或依种或依公式”作为并列同义来陈述的;这样说的证据是,在说明复数的事物是何种事物时,他既提到了与连续者相对立的事物,也提到了与在种上[为一者]相对立的事物;因为他作为复数的事物所指出的,要么是不连续的事物,要么是种不为一的事物。而关于这些事物中的每一个都是一,他从我们把彼此不连续的事物数作多数这一事实中予以表明;因为我们说有许多人,是因为他们彼此分离,尽管他们具有相同的种。而且我们把彼此不同种的事物也说成是多数,如马、狗、人。但他不再附带说明那些公式为多数的事物是如何也是多数的。在上述本真之一的诸方式之外,他又补充了“作为整体的一”;因为往往即使某物是连续的,若非整体且未获得其形式,我们也不会称它为一;因为无论如何组合而成的事物都不是一,即使它自身包含了所有部分,但若它处于具有其固有形式的状态下,[才是一,]正如他在鞋子的例子上清晰表明的那样。他还说,圆周线尤其因此是一,因为它在连续之外还具有完全与整体;因为它在任何方面都不接受增加,作为具有完全性者。但这句文句似乎陈述得有所缺失;因为在提出了“既然在某种意义上我们说任何东西只要是量就是一”之后,他再未对这一句给出相应的对应句;因为缺失了“这大概也是一的某种方式”,或诸如此类的话。因为即便关于圆所说的可以被理解为是在这种意义下说的——“因此圆周线是诸线中最是一的”——但他自己在文字上并不是这样说的。但如果把“既然在某种意义上……”改写为“此外,在某种意义上……”,文句就会清楚,并保持论述的连贯。他在所说的话之外又补充道,对于一而言,其存在就是作为数的原理;因为每一事物中那本身也是一的第一尺度,是每一事物中的原理;而在数中这种东西是单元,在其他事物中则是别的东西,即在其自身中作为第一尺度的无论何物;因为并非在所有事物中一都是同一的。至于每一事物中的第一尺度是什么,他通过说“因为我们最初借以认识某物的那个东西,就是每一类的第一尺度”表明了这一点。因此他也表明了它是作为可知之物的原理;因为凡最初借以认识某物者,就是该物的原理,从而一是认识以及可知之物的原理。因为借由一个人,人们最初被认识,借由一匹马,马被认识,而在每一类中,则是借由属于该类的固有之物。在旋律中同样是四分之一音;因为通过这一最小的可感知音程,旋律中的所有音程似乎都被度量。而在语音中,元音或辅音元素是一;因为通过这些最小的元素,所有可以书写的发音都被度量。在重量中,又是别的某种东西是第一且为一的,通过它的多寡和组合,全部重量被认识。同样在运动中,也存在某种被认识和被把握的第一者,通过它全部运动被认识;因为即使自然上不存在某种第一运动,但我们至少规定了一斯塔德的运动或某种其他运动,并借此度量整个运动。他说,在所有事物中且在一切地方,一要么在量上要么在种上是不可分的;因此在量上不可分者,若在一切方面都不可分且没有位置,这就是单元;若它在一切方面不可分却具有位置,这就是点;仅在一个方向上可分者是线(因为是在长度上),在两个方向上可分者是平面,而在一切方面以及在三个方向上具有广延者(因为在三个方向上就是在一切方面)是物体。
- 5.11ἢ ἐκ παραλλήλου εἶπε τὸ ἢ εἴδει ἢ λόγῳ
介词短语 ἐκ παραλλήλου 意为“并列地”或“作为同义重复”。针对亚里士多德原文中的 ἢ εἴδει ἢ λόγῳ,亚历山大在前面先提出了将“依公式为一”解释为多名之物(同义词)的方案,随后在此提出另一种解释,即 εἴδει 与 λόγῳ 是作为指称基本同一事态的并列同义表达。
- 5.11καὶ τοῦ οὕτως εἰρῆσθαι σημεῖον τὸ καὶ τὰ πλείω τίνα ἐστὶν ἀποδιδόντα τῶν τοῖς συνεχέσιν ἀντικειμένων μεμνημονευκέναι καὶ τῶν τῷ εἴδει
句子的骨架是 σημεῖόν [ἐστι] τὸ ... μεμνημονευκέναι,由带冠词 τὸ 的完成时不定式短语作主语。宾格分词 ἀποδιδόντα 在格上与不定式的逻辑主语(亚里士多德)保持一致。μεμνημονευκέναι 支配属格补足语 τῶν τοῖς συνεχέσιν ἀντικειμένων 和 τῶν τῷ εἴδει [ἀντικειμένων]。
- 5.11προθεὶς γὰρ ἐπεὶ δ’ ἔστι μὲν ὡς ὁτιοῦν ἕν φαμεν εἶναι, ἄν ᾖ ποσόν, οὐκέτι οὐδὲν πρὸς τοῦτο ἀπέδωκε
此处指出了亚里士多德原文中的破格现象(anacoluthon)。亚历山大指出,作者虽然以连词 ἐπεί 引出了前置从句(προθείς),却没有给出相应的后行主句(ἀπόδοσις)。在指出句法上缺失的成分后,亚历山大提出了校勘建议,将 ἐπεὶ δ' 改作 ἔτι,以使句意通畅连贯。
