← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§364.40-366.11

依属为一的区分与依定义为一

注疏者分析了亚里士多德关于“依属为一”的区分,通过类比邻近质料与最终质料来对比依邻近属的一与依更高属的一,随后引入了依定义(逻各斯)的一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.11#3

ἔτι ἓν φησι λέγεσθαι ἀλλήλοις καὶ ὧν ταὐτὸν καὶ ἓν γένος·1 τὰ γὰρ διαφέροντα καὶ ἀντιδιῃρημένα ἐκ τοῦ αὐτοῦ γένους ταῖς ἀντικειμέναις διαφοραῖς ὅμως διὰ τὸ γένος ὂν ταὐτὸν ἓν κατ’ ἐκεῖνο λέγεται, καὶ ἔστιν οὕτως ἓν τὰ τῷ γένει ἓν λεγόμενα. τρόπον δέ τινά φησιν ὁμοίως ταῦτα ἓν λέγεσθαι τοῖς προειρημένοις, ὧν τὸ ἔσχατον ὑποκείμενον καὶ ἡ ὕλη οὖσα αἰσθητόν τι σῶμα ἦν ἡ αὐτή· καὶ γὰρ ἐκεῖνα διαφέροντα ἀλλήλων κατὰ τὴν ἐπὶ τὸ ὑποκείμενον αὐτοῖς ἀναφορὰν ἓν ὂν καὶ ἀδιαίρετον ἓν ἦν. δύναται καὶ ἁπλῶς τὰ ἐκ τῆς αὐτῆς ὕλης λέγειν ὁμοίως ἓν λέγεσθαι τοῖς τῷ γένει τὸ ἓν ἔχουσι. τρόπον δέ τινα ὁμοίως εἶπεν· οὐ γὰρ πάντῃ, ἀλλὰ κατὰ τοσοῦτον καθὸ καὶ ἐν τούτοις καὶ ἐν ἐκείνοις τὸ ἓν κατὰ τὴν ἐπ’ ἄλλο τι ἀναφοράν, ἐπεὶ ἐκεῖνα μὲν τὸ ὑποκείμενον αὐτοῖς ταὐτὸν εἶχε, ταῦτα δὲ τὸ κατηγορούμενον· κἀκεῖνο ἀδιαίρετον μὲν ἦν κατ’ εἶδος, κατὰ δὲ τὸ ποσὸν οὐκ ἀδιαίρετον, τὸ δὲ γένος ἔμπαλιν κατὰ μὲν τὸ ποσὸν ἀδιαίρετον, κατ’ εἶδος δὲ διαιρετόν. ὁτὲ μὲν οὖν, φησί, λέγεται ταὐτὰ ἀλλήλοις τὰ ὑπὸ ταὐτὸν προσεχὲς γένος κατὰ γένος, καίτοι ταῖς ἀντικειμέναις ἐν αὐτῷ διαφοραῖς ἀντιδιῃρημένα, ὁτὲ δὲ τὰ ὑπὸ ἓν γένος ταὐτὰ ἀλλήλοις λέγεσθαι οὐ κατὰ τὸ προσεχὲς γένος, ὡς τὰ προειρημένα, ἀλλὰ κατὰ τὸ ἀνωτέρω. καὶ λέγει ἐφ’ ὧν τοῦτο. ὅταν γὰρ ᾖ γένη τινὰ ὑπάλληλα καὶ ληφθῇ τὰ εἴδη τὰ τοῦ ὑποκειμένου γένους, ἃ οὐκέτι εἴδη προσεχῆ τῷ πρώτῳ γένει ἐστίν, ἀλλὰ τῷ ὑπ’ ἐκεῖνο, τελευταῖα ὄντα καὶ ἔσχατα ἀλλήλοις ἓν οὐ κατὰ τὸ προσεχὲς αὐτοῖς λέγεται γένος, ἀλλὰ κατὰ τὸ ἀνωτέρω· τὸ γὰρ ἄνω τούτου δηλωτικόν ἐστιν, οὗ καὶ τὸ ἀνωτέρω τούτων.2 οἷον ζῷόν ἐστι γένος, καὶ ὄρνεον ὑπὸ τοῦτο, καὶ τούτου εἴδη ἀετὸς καὶ ἱέραξ· ταῦτα δὴ οὐ καθὸ ὄρνεα ταὐτὰ ἀλλήλοις λέγεται (καθὸ γὰρ ὄρνεα, διαφέρει ἀλλήλων), ἀλλ’ ᾗ ζῷα ταὐτὰ καὶ ἕν, κατὰ τὴν εἰς τὸ ἀνωτέρω γένος μετάληψιν. οὕτως οὐδὲ τὸ σκαληνὸν καὶ ἰσοσκελὲς ἓν ἀλλήλοις ὡς τρίγωνα, ἀλλ’ ὡς σχήματα. τὸ γάρ τοι ἀνωτέρω τούτων δηλωτικὸν ἂν εἴη τοῦ κατὰ τὸ ἀνωτέρω τῶν προσεχῶν γενῶν, καὶ εἴη ἂν τὰ οὕτω τῷ γένει ταὐτά, ὡς κατὰ τὸ ἀνωτέρω γένος, οὐ κατὰ τὸ προσεχές, ἀναλόγως τὸ ἓν ἔχοντα τοῖς ἀπὸ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου τὸ ἓν ἔχουσιν, οὐκ ἀπὸ τῆς προσεχοῦς ἀλλ’ ἀπὸ τῆς ἐσχάτης· ὡς γὰρ ἐκεῖνα κατὰ τὴν ἐσχάτην αὐτοῖς ὑποκειμένην ὕλην, οὐ κατὰ τὴν προσεχῆ, τὸ ἓν εἶχεν, οὕτω καὶ τὰ νῦν εἰρημένα τῷ γένει ταὐτά ἐστιν οὐ τῷ προσεχῶς κατηγορουμένῳ ἀλλὰ τῷ ἀνωτέρω. τοῦ δὲ κατὰ μὲν τὸ ἀνωτέρω γένος τὰ αὐτὰ λέγεσθαι ταῦτα, κατὰ δὲ τὸ προσεχὲς μηκέτι ἓν ἀλλήλοις τὴν αἰτίαν ἀποδέδωκεν· οὗ γὰρ γένους διαφοραῖς οὐ διαφέρει ἀλλήλων τινὰ ὄντα ὑπ’ αὐτό, κατ’ ἐκεῖνο ταῦτα ἀλλήλοις ταὐτά, οὗ δὲ διαφοραῖς διαφέρει γένους, κατ’ ἐκεῖνο δὲ οὐ ταὐτά. οὐχ οὕτως ἦν τὰ τῷ γένει τὰ αὐτά, ὧν πρώτων ἐμνημόνευσε. τὰ δὴ τρίγωνα, τό τε ἰσόπλευρον καὶ τὸ σκαληνὸν καὶ τὸ ἰσοσκελές, ἐπεὶ σχήματος μὲν διαφοραῖς οὐ διαφέρει (ὑπὸ γὰρ τὴν τῶν εὐθυγράμμων διαφορὰν πάντα τὰ τρίγωνα), ταὐτὰ ἀλλήλοις ἐστὶ σχήματα· τριγώνου δὲ διαφοραῖς διαφέροντα οὐκέτι τρίγωνα ταὐτὰ ὁμοίως. καὶ ὁ ἀετὸς καὶ ὁ κόραξ τοῦ ζῴου μὲν διαφοραῖς οὐ διαφέρει· ὑπὸ γὰρ τὸ πτηνὸν τὴν ζῴου διαφορὰν τὰ ὄρνεα πάντα, διὸ καὶ ζῷα ταὐτά· ὀρνέου δὲ διαφέροντα διαφοραῖς οὐκέτι τὰ αὐτὰ ὄρνεα. διὰ τοῦτο γὰρ καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ ἄνθρωπος ὁμοίως, ὅτι μὴ ἀνθρώπου διαφοραῖς ἀλλήλων διαφέρουσι. δείξας δὲ τίνα ἕν ἐστι κατὰ γένος, προστίθησί τι σημαινόμενον τοῦ ἑνός τὸ κατὰ τὸν ὁρισμὸν καὶ τὸν λόγον τὸν τί ἦν εἶναι λέγοντα· ὧν γὰρ ἑτέρων ὄντων καὶ κεχωρισμένων ἀπ’ ἀλλήλων ὁ λόγος καὶ ὁρισμὸς ὁ αὐτός ἐστι,3 ταῦτα ἕν ἐστιν ἀλλήλοις.

此外他说,属相同且为一的事物也被说成彼此为一;因为由相反的种差从同一个属区分开来并互相对立的事物,尽管如此,因其属是相同的,仍依那[属]而被说成是一,依属而被说成是一的事物便是以这种方式为一。他说,在某种方式上,这些事物被说成是一,类似于前面所说的事物——其最终的底层主体和作为可感觉物体的质料是相同的;因为那些事物彼此虽有差异,但依其对作为一且不可分的底层主体的归向也是一。他也可以单纯地说,由相同质料构成的事物被说成是一,类似于在属上具有一的事物。但他说了“在某种方式上类似”;因为并非在所有方面,而仅仅在于,无论在这些事物还是在那些事物中,一都是依对某种其他事物的归向而言的,因为那些事物的底层主体相同,而这些事物被述谓者相同;并且那个[主体]在种上是不可分的,但在量上并非不可分,而属则相反,在量上不可分,但在种上可分。他说,有时在同一个邻近的属之下、尽管因其内部相反的种差而互相对立的事物依属被称为彼此相同,但有时在一个属之下的事物并非如前所述依邻近的属、而是依更高的属被说成彼此相同。他也说明了这适用于哪些情况。因为当存在某些相连从属的属,并取下位属的种时(这些种对第一属而言不再是邻近的种,而是对它之下的属而言的),它们作为最后的和最终的种,并非依其邻近的属、而是依更高的属被说成彼此为一;因为“更高的”就是指这一情况,正如“高于这些的”也是如此。例如,动物是一个属,鸟在它之下,鹰和隼是鸟的种;这些事物就它们是鸟而言并不被称为彼此相同(因为就它们是鸟而言,它们彼此有别),但就其作为动物而言则是相同的且为一,这是依向更高属的转移而言的。同样,不等边[三角形]和等腰[三角形]作为三角形彼此并非一,而是作为图形才是一。因为“高于这些的”正是指依高于邻近诸属的属,而如此依属为相同的事物(即依更高的属而非依邻近的属),其具有一正类比于从质料和底层主体(不是从邻近的、而是从最终的质料)获得一的事物;因为正如那些事物依最终作为底层主体的质料而非邻近质料而具有一,现在所说的这些事物依属为相同也不是因邻近述谓者,而是因更高的属。至于为什么依更高的属这些事物被称为相同,而依邻近的属则不再彼此为一,他给出了原因:凡是在某个属之下、不因该属的诸种差而彼此有别的事物,依该属它们彼此就是相同的,但如果因该属的诸种差而有别,依该属它们就不是相同的。他最初提到的那些依属为相同的事物并不属于这种情况。三角形——即等边、不等边和等腰三角形——既然不因图形的种差而有别(因为所有的三角形都在直线图形的种差之下),它们彼此是相同的图形;但由于因三角形的种差而有别,它们就不再以同样方式是相同的三角形。鹰和渡鸦也不因动物的种差而有别;因为所有的鸟都在作为动物种差的有翼者之下,因此它们也是相同的动物;但由于因鸟的种差而有别,它们就不再是相同的鸟。正因如此,男人和女人同样是人,因为他们并不因人的种差而彼此有别。在展示了何种事物依属为一之后,他补充了依定义和陈述“本质(所是)”的公式而言的一的某种含义;因为那些彼此各异且互相分离的事物,若其公式和定义是相同的,它们彼此就是一。

语法注3 条
  1. 5.11ὧν ταὐτὸν καὶ ἓν γένος

    由关系代词 ὧν 引导的分句(“凡属相同且为一者”)整体充当由 φησί 支配的不定词 λέγεσθαι 的主语(受格主语)。在分句内部,γένος 是主语,ταὐτὸν καὶ ἕν 作表语补足语。

  2. 5.11τὸ γὰρ ἄνω τούτου δηλωτικόν ἐστιν, οὗ καὶ τὸ ἀνωτέρω τούτων

    解释亚里士多德原文用语(τὸ ἄνω 或 τὸ ἀνωτέρω τούτων)之处。关系代词属格 οὗ 指向前行词 τούτου:“‘更高的’即表明此点,而‘高于这些的’同样表明该点”(省略了 δηλωτικόν ἐστιν)。

  3. 5.11ὧν γὰρ ἑτέρων ὄντων καὶ κεχωρισμένων ἀπ’ ἀλλήλων ὁ λόγος καὶ ὁρισμὸς ὁ αὐτός ἐστι

    在关系从句内部嵌套了属格独立结构(ἑτέρων ὄντων καὶ κεχωρισμένων ἀπ’ ἀλλήλων)。关系代词属格 ὧν 既限定主语 ὁ λόγος καὶ ὁρισμός(“其公式与定义相同者”),同时又充当属格独立结构中分词的逻辑主语(“当它们彼此相异且分离时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:364.40-366.11