← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§363.27-364.40

连续性的一之条件与底层主体的一

关于因连续性而构成的一,注解者讨论了运动在时间上的不可分性、直线性与弯曲性、以及依据有无角而区分的一的程度,随后解释了由于底层主体在种上无差别(在感觉上不可分)而构成的一,区分了邻近的主体与最终的主体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.11#2

τίς δὲ ἡ μία, προσέθηκεν εἰπὼν μία δέ, οὗ ἀδιαίρετος, ἀδιαίρετος δὲ κατὰ τὸν χρόνον, λέγων ταῦτα κυρίως καὶ πρώτως εἶναι συνεχῆ, ὧν ἡ κίνησις μία ἣν καθ’ αὑτὰ κινεῖται, καὶ ἐξ ἀνάγκης μία, τουτέστιν ἣν πάντα κινεῖται1 καὶ μὴ οἷόν τε αὐτῶν τὸ μὲν κινεῖσθαι τὸ δὲ ἠρεμεῖν. τοιαῦτα δέ ἐστι τῶν συνεχῶν τὰ μὴ ἔχοντα καμπήν· τῶν γὰρ τοιούτων ἡ κίνησις ἀδιαίρετος κατὰ χρόνον. εἰπὼν δὲ συνεχῆ λέγεσθαι ὧν ἡ κίνησις μία, ἐφεξῆς λέγει τίνα ἐστὶν τὰ ὧν ἡ κίνησις μία, καὶ ἐν τίνι τῷ συνεχεῖ τὸ εἶναι τοιούτῳ. καθόλου φησὶ καὶ καθ’ αὑτὰ καὶ κυρίως συνεχῆ εἶναι τὰ μὴ τῇ ἁφῇ τὸ ἓν ἔχοντα, ὡς τὰ δεσμῷ ἢ κόλλῃ, ἀλλὰ ὑπὸ κοινοῦ ὅρου συναπτόμενα· τὰ γὰρ ἁπτόμενα ἀλλήλων ξύλα οὐ λέγεται οὔτε ξύλον οὔτε σῶμα ἓν κυρίως οὔτε ὅλως ἕν τι. καθόλου μὲν οὖν φησιν ἓν λέγεσθαι κυρίως τὸ συνεχές, κἂν ᾖ μὴ εὐθὺ ἀλλὰ κεκαμμένον. ἔτι δὲ μᾶλλον ἓν τῶν συνεχῶν τὰ εὐθέα καὶ μὴ κάμψιν ἔχοντα· μᾶλλον γὰρ ἓν κνήμη καθ’ αὑτὴν καὶ μηρὸς σκέλους ὅλου· τὸ γὰρ σκέλος οὐκ ἀκαμπές, διὸ ἐνδέχεται καὶ μὴ μίαν αὐτοῦ τὴν κίνησιν εἶναι. οὐκέτι δὲ τοῦτο οἷόν τε ἐπὶ τοῦ μηροῦ καὶ τῆς κνήμης· οὐ γὰρ οἷόν τε τῶν τοιούτων μέρος μέν τι κινεῖσθαι μέρος δὲ μή· κάμψις γὰρ ἂν γένοιτο. κατὰ ταῦτα δὲ καὶ τὴν εὐθεῖαν γραμμὴν τῆς κεκαμμένης μᾶλλον εἶναι μίαν λέγει, τὴν δὲ κεκαμμένην οὕτως ὡς καὶ γωνίαν ἔχειν καὶ μίαν καὶ οὐ μίαν εἶναι· ἡ γὰρ τοῦ κύκλου μία· οὐδὲ γὰρ ταύτην οἷόν τε κατὰ μόριον κινεῖσθαι φυλάσσουσαν τὸ σχῆμα τὸ αὐτό. διὰ τί δὲ ἡ γωνίαν ἔχουσα οὐχ ἁπλῶς μία, εἶπεν· ὅτι γὰρ ἐνδέχεται καὶ μὴ ἅμα πᾶσαν αὐτὴν κινεῖσθαι, τῶν δὲ εὐθειῶν ἀδύνατον τὸ μόριον χωρὶς τοῦ ὅλου κινηθῆναι· κάμπτοιτο γὰρ ἄν· οὐδὲν δὲ μόριον μέγεθος ἔχον τῆς εὐθείας δύναται ἢ καθ’ αὑτὸ χωρὶς τῆς ὅλης κινηθῆναι ἢ καθ’ αὑτὸ ἠρεμῆσαι. προσέθηκε δὲ τῷ μορίῳ τὸ ἔχον μέγεθος, ὡς δυναμένου καὶ τοῦ πέρατος τῆς εὐθείας ὑπό τινων μορίου λέγεσθαι, ὃ δύναται μένειν τῆς ὅλης κινουμένης. εἰπὼν δὲ περὶ τοῦ ὡς συνεχοῦς ἑνός, ἄλλον τρόπον φησὶν ἓν λέγεσθαι καὶ τὰ ὧν τὸ ὑποκείμενον τῷ εἴδει ἐστὶν ἀδιάφορον· ὃ ἐξηγήσατο εἰπὼν ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν, λέγων ἀδιαίρετον τὸ μὴ εἰς διαφέροντα αἰσθητὰ διαιρούμενον· οὐ γὰρ κατὰ τὸ ποσὸν ἀδιαίρετον δεῖ τὸ ὑποκείμενον αὐτοῖς εἶναι. διαφέροντα δὲ αἰσθητὰ τὸ γλυκὺ φέρε εἰπεῖν καὶ στρυφνὸν καὶ τὸ λευκὸν καὶ τὸ φαιόν. εἶεν δ’ ἂν οὕτως ἓν τῶν αἰσθητῶν τὰ ὁμοειδῆ ἀλλήλοις. λέγει δὲ μὴ μόνον ὧν τὸ πρῶτον ὑποκείμενον ἀδιαίρετόν ἐστιν, ταῦτα ἓν εἶναι, ἀλλὰ καὶ ὧν τὸ ἔσχατον, πρῶτον μὲν ὑποκείμενον λέγων τὸ προσεχῶς ὑποκείμενον, οἷον εἰ οἶνός ἐστιν (ὑποκείμενον γὰρ τὴν αἰσθητὴν οὐσίαν λέγει), εἰ δὴ οἶνος εἴη, κατὰ τοῦτο ἓν ταῦτα· ἓν γὰρ τῷ εἴδει· ὁμοίως κἂν ὕδωρ. ὧν δὲ τὸ ἔσχατον ὑποκείμενον, ταῦτα ἓν οὐ τῷ αὐτὰ μὴ εἶναι διάφορα αἰσθητὰ ἀλλήλων, ἀλλὰ τῷ ἐξ ἑνός τινος ἐσχάτου αἰσθητοῦ καὶ ἀδιαιρέτου κατ’ εἶδος σώματος γεγονέναι αὐτά· ταῦτα γὰρ ἓν οὐχ ὡς ὁμοειδῆ, ἀλλὰ τῷ τὸ ὑποκείμενον ἔσχατον αὐτοῖς ὁμοειδὲς εἶναι. οὕτως οἱ χυμοὶ πάντες ἓν ἀλλήλοις λέγονται εἶναι, ὅτι ἐξ ἑνός τινος σώματος ἐσχάτου ὑποκειμένου τὸ εἶναι αὐτοῖς, ἢ ὕδατος ἢ ἀέρος. προσέθηκε δὲ τῷ ἢ τὸ τελευταῖον τὸ πρὸς τὸ τέλος, ἤτοι ἴσον λέγων τῷ ἢ τὸ τελευταῖον ἀπὸ τοῦ τέλους, τουτέστιν τὸ τούτου πλεῖστον ἀφεστώς, ἢ τὸ τελευταῖον πρὸς τὸ τέλος,2 τὸ ἔσχατον καὶ τέλος, ὃ μηκέτι ἄλλῳ ὑπόκειται. ἔστι δὲ τελευταῖον μὲν ὁ οἶνος καὶ τὸ ἔλαιον, πρῶτον δὲ τὸ ἐξ οὗ ἡ τούτων γένεσις ὑποκειμένου αἰσθητοῦ· οὕτως ἓν τὰ ἐκ τῆς αὐτῆς ὕλης καὶ τοῦ αὐτοῦ ὑποκειμένου, ἂν αἰσθητὸν ἐκεῖνο.

至于何种运动是一,他补充说道:“所谓一,乃是其[运动]不可分,而且是在时间上不可分的”,他的意思是,那些就自身被运动的运动是一的、且必然是一的事物,才严格地且首要地是连续的,也就是说,其所有的部分都按这种运动而被运动,而不可能其中一部分运动另一部分静止。而在连续者中,不具有屈折的事物就是这一类的;因为这类事物的运动在时间上是不可分的。在指出运动是一的事物被称为连续的之后,他接着说明运动是一的事物是哪些,以及连续者之所以是这类的在于什么。他说,普遍地、就自身地且严格意义上的连续者,不是那些因接触而具有一的事物,如因绳捆或胶水结合的事物,而是由共同界限连结在一起的事物;因为彼此相接触的木块既不能严格地被称为一根木头,也不能被称为一个物体,总之不能被称为任何单一的事物。因此他说,普遍而言,连续者即使不是直的而是弯曲的,也严格地被称为一。而在连续者之中,笔直且没有屈折的事物更为是一;因为胫骨自身和大腿比整条腿更是一;因为腿不是没有屈折的,所以它的运动也有可能不是一。但在大腿和胫骨的情况中,这便不再可能;因为这类事物不可能一部分运动而另一部分不运动;因为那样就会产生屈折。根据这些,他也说直线比弯曲的线更是一,而具有角的弯曲的线则既是一又不是一;因为圆的线是一,因为即使是它,在保持相同形状的同时也不可能按部分被运动。至于为什么具有角的线并非单纯是一,他说明了原因:因为有可能它并非全部同时被运动,而在直线的情况下,部分脱离整体而运动是不可能的;因为那样它就会弯曲;并且直线的任何具有大小的部分,既不能脱离整体而就自身运动,也不能就自身静止。而他在“部分”上加上“具有大小”,是因为直线的端点也可能被某些人称为部分,而在整体运动时端点是能够保持静止的。在谈论了作为连续者的一之后,他说,以另一种方式,那些底层主体在种上无差别的事物也被称为一;他通过说“其种在感觉上不可分者”来解释这一点,把不被分割为不同的可感觉性质者称为不可分;因为对它们而言,底层主体不必在量上是不可分的。而不同的可感觉性质,例如甜与涩,白与灰。而在可感觉的事物中,彼此同种的事物照此将是一。他说,不仅那些第一底层主体不可分的事物是一,而且那些最终底层主体不可分的事物也是一,他称“第一底层主体”为邻近的底层主体,例如若是酒(因为他把可感觉的实体称为底层主体),如果确实是酒,根据这一点这些事物就是一;因为它们在种上是一;若是水也同样。而那些最终底层主体〔不可分〕的事物,它们是一,并非因为它们自身彼此不是不同的可感觉事物,而是因为它们是由某种单一的、最终的、在种上不可分的可感觉物体生成的;因为这些事物是一,不是作为同种的,而是因为对它们而言最终的底层主体是同种的。按此,所有的汁液都被说成是彼此为一的,因为它们的存在来自某种作为最终底层主体的单一物体,或是水或是气。而他在“或者最后者”上加上“相对于终极”,要么是说这等同于“或者从终极[算起]的最后者”,即距离终极最远者,要么是指“朝向终极的最后者”,即最终者与终极,它不再作为任何其他事物的底层。酒和油是最后的产物,而作为可感觉的底层主体、它们从中生成的东西则是第一的;照此,由相同质料和相同底层主体产生的事物,如果那个[主体]是可感觉的,就是一。

语法注2 条
  1. 5.11ἣν πάντα κινεῖται

    关系代词 ἣν 用作内涵宾格(同族宾格),代替 κινεῖσθαι κίνησιν(“被以某种运动所运动”)中的运动。主语是中性复数 πάντα(“所有部分”),搭配单数动词 κινεῖται。

  2. 5.11ἤτοι ἴσον λέγων τῷ ἢ τὸ τελευταῖον ἀπὸ τοῦ τέλους... ἢ τὸ τελευταῖον πρὸς τὸ τέλος

    注解者用 ἤτοι... ἤ... 并置了对亚里士多德词句 τὸ τελευταῖον πρὸς τὸ τέλος 的两种语法解释。前者将 πρὸς τὸ τέλος 理解为等同于 ἀπὸ τοῦ τέλους(从终点算起最远者,即质料始基),后者则将介词 πρός 视作朝向终极的方向,指生成完成的最终产物(τέλος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:363.27-364.40