- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:362.11-363.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《形而上学》卷五第6章(1015b16)展开注疏,阐释了“一”的划分,具体解释了偶性上的一的三种方式(个体与偶性、偶性与偶性、命题及普遍者中的结合),随后转入自身为一的第一种分类即连续者(宽泛连续、严格连续、自然物与人工物的差异)及其定义。
" Τὸ ἓν λέγεται τὸ μὲν κατὰ συμβεβηκός." Τοῦ ἑνὸς τὸ μὲν κατὰ συμβεβηκός φησι λέγεσθαι τὸ δὲ καθ’ αὑτό, καὶ τὸ μὲν κατὰ συμβεβηκὸς τριχῶς· ἢ γὰρ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν ἓν λέγεται, ὡς Κορίσκος καὶ τὸ μουσικόν, εἰ εἴη Κορίσκῳ συμβεβηκὸς τὸ εἶναι μουσικῷ· ταὐτὸν γὰρ τὸ εἰπεῖν Κορίσκος καὶ μουσικὸν ἕν, καὶ Κορίσκῳ τὸ μουσικὸν συμβέβηκεν, καὶ Κορίσκος μουσικός ἐστιν. ἕν φησι κατὰ συμβεβηκὸς εἶναι καὶ τὸ μουσικὸν καὶ τὸ δίκαιον, ἔτι ἓν κατὰ συμβεβηκὸς μουσικὸς Κορίσκος καὶ δίκαιος Κορίσκος. ἃ εἰπὼν ἑξῆς, κατὰ τί ἕκαστον τούτων ἕν ἐστι κατὰ συμβεβηκός, προσέθηκε. τὸ μὲν γὰρ δίκαιον καὶ τὸ μουσικὸν ἕν, ὅτι μιᾷ οὐσίᾳ συμβεβηκότα· κατὰ συμβεβηκὸς γὰρ ἓν τὸ μουσικὸν καὶ τὸ δίκαιον τῷ ἑνί τινι ἄμφω συμβεβηκέναι. τὸ δὲ μουσικὸν καὶ Κορίσκος ἓν τῷ θάτερον μόριον τοῦ συναμφοτέρου τῷ ἑτέρῳ μορίῳ συμβεβηκέναι· τὸ γὰρ μουσικὸν τῷ Κορίσκῳ. ὁμοίως δὲ φησι τρόπον τινὰ τούτῳ ἓν τὸ ὁ Κορίσκος Κορίσκος μουσικός ἐστι,1 καὶ μία πρότασις κατὰ συμβεβηκός, ὅτι καὶ ἐν τούτῳ τῷ λόγῳ τὸ ἕτερον μέρος τοῦ ὅλου λόγου τῷ ἑτέρῳ ὑπάρχει· τῷ γὰρ Κορίσκῳ ὑπάρχει τὸ μουσικῷ Κορίσκῳ εἶναι. αὐτὸς δὲ εἰπὼν θάτερον μόριον θατέρῳ συμβεβηκέναι τῶν ἐν τῷ λόγῳ, τὸ μουσικὸν εἶναι τῷ Κορίσκῳ συμβεβηκέναι λέγει, ἀφελὼν ἐκ τοῦ κατηγορουμένου τὸ Κορίσκος. τῷ γὰρ τὸ μουσικὸν Κορίσκῳ συμβεβηκέναι, τούτῳ καὶ τὸ ὅλον τὸ Κορίσκος Κορίσκος μουσικός ἐστιν. τρόπον δέ τινα ὁμοίως εἶπεν, ὅτι διαφορά τίς ἐστι κατὰ τὴν λέξιν τε καὶ ἐκφοράν· ἐκεῖ γὰρ ἐλέγετο ἓν ὁ μουσικὸς Κορίσκος, ἐνταῦθα δὲ τὸ μουσικὸς Κορίσκος Κορίσκῳ. τὸ δὲ μουσικὸν Κορίσκον τῷ δικαίῳ Κορίσκῳ ἕν φησιν εἶναι,2 ὅτι ἑκατέρων ἓν μέρος τῷ αὐτῷ, ὃ ἐν ἀμφοτέροις ταὐτόν ἐστι, συμβέβηκε· τὸ γὰρ μουσικὸν καὶ τὸ δίκαιον, ἑκάτερον αὐτῶν μέρος ὂν ἑκατέρας προτάσεως, τῷ Κορίσκῳ συμβεβηκὸς ταὐτὸν ἦν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν. ὁμοίως δέ φησιν ἓν γίγνεσθαι κατὰ συμβεβηκός, κἂν μὴ ἐπὶ Κορίσκου μηδὲ ἀτόμου τινὸς τὸ συμβεβηκὸς κατηγορῆται, ἀλλ’ ἐπί τινος εἴδους ἢ γένους καὶ ὅλως τῶν καθόλου, οἷον ἂν λέγηται ταὐτὸν εἶναι ἄνθρωπος καὶ μουσικὸς ἄνθρωπος· ἓν γὰρ καὶ ταῦτα, ἢ ὅτι τῷ ἀνθρώπῳ μιᾷ οὐσίᾳ οὔσῃ συμβέβηκεν, ἢ ὅτι καὶ τὸ μουσικὸν καὶ ὁ ἄνθρωπος μιᾷ τινι ἀτόμῳ οὐσίᾳ συμβέβηκεν, οἷον Κορίσκῳ, ὡς ἐλέγετο ἓν καὶ τὸ μουσικὸν δίκαιον. πλὴν οὐχ ὁμοίως τῷ Κορίσκῳ ἀμφότερα ὑπάρχει, ὅ τε ἄνθρωπος καὶ τὸ μουσικόν, ἀλλ’ ὁ μὲν ὡς εἶδος αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὤν (ὁ γὰρ ἄνθρωπος οὕτως), τὸ δὲ ὡς ἕξις τις, ὡς τὸ μουσικόν, ἢ πάθος ἢ ὅλως τι συμβεβηκός, ὡς τὸ λευκὸν ἢ σιμὸν καὶ τὰ τούτοις ὅμοια. διὸ μᾶλλον τοῦτο ὅμοιον τῷ Κορίσκῳ, τὸ Κορίσκος μουσικὸς κατηγοροῦντος. καὶ τὰ μὲν κατὰ συμβεβηκὸς ἓν λεγόμενα τοσαυταχῶς φησι λέγεσθαι, τῶν δὲ καθ’ αὑτὰ ἓν λεγομένων τὰ μὲν λέγεσθαί φησι τῷ συνεχῆ εἶναι. συνεχῆ δὲ λέγει κοινότερον καὶ τὰ ὁπωσοῦν ὑπό τινος συνεχόμενα, ὡς τὸν φάκελον, ὅτι ὑπὸ δεσμοῦ συνέχεται. ὁμοίως καὶ τὰ ὑπὸ κόλλης ἑνούμενα συνεχῆ λέγει, ὡς τὰ βιβλία. τὰ δὲ ὡς κοινότερον ὅρον ἔχοντα, ὡς τὰ κυρίως συνεχῆ· οὕτως ἡ γραμμὴ μία· συνεχὴς γάρ, κἂν μὴ ἐπ’ εὐθείας ᾖ ἀλλ’ ᾖ τι μόριον αὐτῆς κεκαμμένον. οὕτω δὲ συνεχῆ τὰ τοῦ σώματος μόρια, ὡς σκέλος καὶ βραχίων. καὶ αὐτῶν τῶν συνεχῶν ἕν φησιν εἶναι μᾶλλον τὰ φύσει συνεχῆ ἢ τὰ τέχνῃ, οἷον τὸν τοῦ ἀνθρώπου βραχίονα ἢ τὸν τοῦ ἀνδριάντος· μᾶλλον γὰρ ταῦτα ἥνωται καὶ συμπέφυκε καὶ συναίσθησιν ἀλλήλων ἔχει. εἰπὼν δὲ μᾶλλον ἓν εἶναι τῶν συνεχῶν τὰ φύσει τῶν τεχνητῶν λόγον τινὰ ἀποδέδωκε τοῦ συνεχοῦς, ᾧ ἐχρήσατο πρὸς τὴν τοῦ ἑνὸς ἀπόδοσιν· οὗ γὰρ καθ’ αὑτὸ κίνησις μία, καὶ μὴ οἷόν τε ἄλλως.3
“所谓一,一方面是偶性地说的。” 他说,所谓一,一方面是偶性地说的,另一方面是就自身说的,而偶性地说的一有三种方式。因为要么是偶性与偶性所依附者被称为一,例如科里斯库斯与音乐性的,如果成为音乐性的恰好是科里斯库斯的偶性的话;因为说“科里斯库斯与音乐性的是一”,与说“音乐性的依附于科里斯库斯”以及“科里斯库斯是音乐性的”,乃是同一回事。他说,音乐性的与正义的也是偶性上的一,此外音乐性的科里斯库斯与正义的科里斯库斯也是偶性上的一。在相继说出这些之后,他补充了这些事物中的每一者凭什么在偶性上是一。因为正义的与音乐性的是一,乃由于它们依附于同一个实体;因为音乐性的与正义的在偶性上是一,就在于二者都依附于某个单一者。而音乐性的与科里斯库斯是一,则在于复合体的一个部分依附于另一个部分;因为音乐性的[依附于]科里斯库斯。他说,在某种方式上与此类似,“科里斯库斯是音乐性的科里斯库斯”也是一,并且是一个偶性上的前提,因为在这一命题中,整个命题的一个部分也从属于另一个部分;因为属于科里斯库斯的是“作为音乐性的科里斯库斯”。但他自己虽然说了命题中包含的事物的一个部分依附于另一个部分,却在从谓项中去掉“科里斯库斯”之后,说是成为音乐性的依附于科里斯库斯。因为正是由于音乐性的依附于科里斯库斯,通过这一点,“科里斯库斯是音乐性的科里斯库斯”这一整体才是[一]。他说“在某种方式上类似”,是因为在字句与表达上存在某种差异;因为在那里说的是“音乐性的科里斯库斯是一”,而在这里则是对科里斯库斯而言的“音乐性的科里斯库斯”。他说,音乐性的科里斯库斯与正义的科里斯库斯是一,乃由于两者的各自一个部分都依附于同一个事物,而这个事物在两者中是相同的;因为音乐性的与正义的各自作为每个前提的一部分,依附于科里斯库斯,而科里斯库斯在两个前提中是相同的。他说,即使偶性不是被述说于科里斯库斯或某个个体,而是被述说于某个种或属以及总之普遍者之上,事物同样在偶性上成为一,例如如果人与音乐性的人被说成是同一的;因为这些也是一,要么是因为它们依附于作为单一实体的人,要么是因为音乐性的与人都依附于某个单一的个体实体(例如科里斯库斯),正如音乐性的与正义的也被说成是一那样。只是人和音乐性的两者属于科里斯库斯的方式并不相同,而是一者作为他的种并且存在于他的实体之中(因为人就是如此),另一者则作为某种状态(如音乐性的),或作为某种情态或总归是某种偶性(如白或塌鼻以及与此类似者)。因此,这更类似于对科里斯库斯进行述说时所说的“科里斯库斯是音乐性的”。他说,偶性上被称为一的事物以如此多种方式被述说;而在就自身被称为一的事物中,他说有些是因连续而被称为一的。而他在更宽泛的意义上也把无论以何种方式被某物结合在一起的事物称为连续的,例如束,因为它是被捆绑物结合在一起的。同样,他也把通过胶水连结在一起的事物称为连续的,如书籍。而另一些[被称为连续的]则是作为具有共同界限者,如严格意义上的连续者;照此,线是一;因为即使它不在一条直线上,而是它的某一部分弯曲了,它也是连续的。身体的各部分照此也是连续的,如腿和手臂。而在这些连续者自身之中,他说因自然而连续者比因技术而连续者更是一,例如人的手臂胜于雕像的手臂;因为这些事物结合得更紧密,共同生长,并彼此具有共同感知。在指出连续者中因自然者比人工制品更是一之后,他给出了关于连续者的某种定义,他用这一定义来阐明一;因为那是“其就自身的运动是一,且不能处于其他状态者”。
- 5.11τὸ ὁ Κορίσκος Κορίσκος μουσικός ἐστι
中性定冠词 τό 起到类似引用标记的作用,将随后的完整句子(ὁ Κορίσκος Κορίσκος μουσικός ἐστι)名词化充当主语。接下来的 καὶ μία πρότασις κατὰ συμβεβηκός 作为主语的表语性补充,其谓语动词省略了 ἐστί。
- 5.11τὸ δὲ μουσικὸν Κορίσκον τῷ δικαίῳ Κορίσκῳ ἕν φησιν εἶναι
在由 φησίν 支配的“带不定式的宾格”结构中,τὸ μουσικὸν Κορίσκον 为宾格主语,ἕν 为宾格表语,与格 τῷ δικαίῳ Κορίσκῳ 则依附于 ἕν,作关联/基准与格(“与正义的科里斯库斯为一”)。
- 5.11οὗ γὰρ καθ’ αὑτὸ κίνησις μία, καὶ μὴ οἷόν τε ἄλλως
属格关系代词 οὗ 的先行词是连续者(τὸ συνεχές);关系从句中在表语名词短语 κίνησις μία 处省略了系动词 ἐστί。后半句 καὶ μὴ οἷόν τε ἄλλως 与前句并列,补充说明其运动“不可能处于其他状态”。
