- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:361.13-362.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德将证明增补为必然者的第五种方式,将必然者划分为因他者为必然者与自身即为必然者两类,并论述了单纯且不动的最初原因才是严格意义上的必然者。
προστίθησι δὲ τοῖς προειρημένοις τέταρσι τοῦ ἀναγκαίου τρόποις τὸν κατὰ τὰς ἀποδείξεις· αἱ γὰρ ἀποδείξεις ἀναγκαῖαι, ὅτι τὸ ἀποδεδειγμένον οὐκ ἐνδέχεται ἄλλως ἔχειν, εἰ κυρίως καὶ ἁπλῶς ἀποδέδεικται. τοῦ δὲ τὸ ἀποδεδειγμένον ἀναγκαῖον εἶναι αἴτιά φησιν εἶναι τὰ πρῶτα, τουτέστι τὰς προτάσεις, εἰ ἀδύνατον ταύτας ἄλλως ἔχειν, δι’ ὧν ὁ συλλογισμός τε καὶ ἡ ἀπόδειξις. δείξας δὲ πάντα τὰ ἀναγκαῖα ὑπαγόμενα τῷ σημαινομένῳ τοῦ ἀναγκαίου τῷ ἀδύνατον ἄλλως ἔχειν, διαιρεῖ αὐτά, καὶ λέγει τῶν ἀναγκαίων τὰ μέν τινα ἕτερον αἴτιον ἔχειν τοῦ εἶναι ἀναγκαῖα, ὡς ἐπὶ τῶν βιαίων ἔχει καὶ τῶν ἀποδείξεων· τῶν δὲ οὐκ ἔστιν ἄλλο αἴτιον τῆς ἀνάγκης, ἀλλ’ αὐτὸ αἴτιον ἄλλοις ἐστὶ τῆς ἀνάγκης, ὡς αἱ πρῶταί τε καὶ ἄμεσοι προτάσεις. ἀλλὰ καὶ τὰ ἀΐδια καὶ οὕτως ἀναγκαῖα· οὔτε γὰρ ἔξωθεν ἔχει τὸ αἴτιον καὶ ἄλλοις ἐξ ἀνάγκης τοῦ εἶναί ἐστιν αἴτια· πάντα γὰρ τὰ φύσει συνεστῶτα παρὰ τῶν θεῶν ἀμέσως ἀναγκαῖά εἰσι διὰ τὸ ἀΐδιον τὸ τοῦ εἶναι ἔχειν αἴτιον.1 ἀλλὰ καὶ τὸ μὴ δυνάμενον χωρίς τινος ἢ εἶναι ἢ εὖ εἶναι ἐξ ἀνάγκης παρ’ ἐκείνου τὴν αἰτίαν τὸ μὲν τοῦ εἶναι τὸ δὲ τοῦ εὖ εἶναι ἔχει. τῶν μὲν οὖν ἄλλων φησὶν ἀναγκαίων ἕτερόν τι τῆς ἀνάγκης εἶναι αἴτιον· ἐπί τε γὰρ τῶν μὴ ἐνδεχομένων χωρίς τινος εἶναι ἕτερόν τι τὸ αἴτιον (ἡ γὰρ τροφὴ ἕτερόν τι τοῦ τρεφομένου), καὶ ἐπὶ τούτων δὲ ὧν χωρὶς ἀδύνατον τὸ ἀγαθὸν ἢ εἶναι ἢ γενέσθαι ἕτερον τὸ αἴτιον. ἀλλὰ καὶ τῶν βίᾳ γινομένων προδήλως ἕτερον τὸ αἴτιον, καὶ τῆς τοῦ συμπεράσματος ἀνάγκης ἕτερον τὸ αἴτιον. μόνα δὲ τὰ ἀεὶ ὄντα, ἅπερ ἐστὶ τὰ θεῖα, οὐχ ἕτερόν τι τοῦ ἀεὶ εἶναι αἴτιον ἔχει, καὶ δι’ αὐτὰ ἐξ ἀνάγκης ἔστι τε καὶ γίνεται καὶ τὰ φύσει συνεστῶτα. λαβὼν δὲ ὁποῖόν τί ἐστι τὸ ἀναγκαῖον (ὃ γὰρ μὴ ἐνδέχεται ἄλλως ἔχειν), πρῶτον καὶ κυρίως ἀναγκαῖόν φησιν εἶναι τὸ ἁπλοῦν, οὗ αἴτιον ἀποδέδωκε τὸ τὸ ἁπλοῦν μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν· τὸ γὰρ μὴ ἁπλοῦν πλεοναχῶς ἔχει, τὸ δὲ πλεοναχῶς ἔχον ἐνδέχεται καὶ ἄλλως ἔχειν. τοῦτο δὴ λαβὼν ἐπιφέρει ὅτι εἴ τινα ἔστιν ἐν τοῖς οὖσιν ἁπλᾶ καὶ ἀκίνητα, οὔτε βίαιόν τι ἐκείνοις ἐστὶν οὔτε παρὰ φύσιν (ἐνδέχοιτο γὰρ ἂν αὐτὰ καὶ ἄλλως ἔχειν),2 ἀλλὰ κυρίως ἐκεῖνα ἐξ ἀνάγκης ὄντα. τοιαῦτα δὲ κατ’ αὐτὸν τὰ πρῶτα αἴτια. παρέθετο δὲ τοῦτο, ἵνα ἐπειδὰν τὸ ἀναγκαῖον κατ’ αὐτῶν κατηγορῶμεν, μὴ ὡς τὸ βίαιον καὶ παρὰ φύσιν κατηγορούντων ἡμῶν ἀκούῃ τις.
他在前述必然者的四种方式之外,又补充了依照证明的方式;因为证明之所以是必然的,乃是由于被证明者若已被严格且无条件地证明,就不可能处于其他状态。他说,被证明者之所以是必然的,其原因在于最初之物,即三段论与证明借以做出的前提——若这些前提不可能处于其他状态的话。在表明一切必然者都从属于必然者之“不可能处于其他状态”这一含义之后,他对它们进行了划分,并指出在必然者中,有些具有导致其成为必然者的另一原因,正如在强迫之事和证明上的情形那样;而另一些则没有必然性的其他原因,反倒自身就是其他事物必然性的原因,正如最初且直接的前提那样。然而永恒之物也同样是这样必然的;因为它们既不由外部获得原因,而且必然地是其他事物存在的原因;因为一切因自然而构成的物,都直接因神而成为必然的,这是由于它们所拥有的存在原因是永恒的。此外,凡是没有某物便既不能存在也不能处在良好状态之物,也必然从该物那里获得原因,前者是存在的原因,后者则是处在良好状态的原因。因此他说,就其他必然者而言,必然性的原因乃是某种别的事物;因为无论是在没有某物便不可能存在的事物中,原因乃是某种别的事物(因为食物与被滋养者乃是不同的),还是在那些没有它们便不可能存在善或不可能生成善的事物中,原因亦是不同的。而在因强迫而生成的事物中,原因显然也是别的,并且对于结论的必然性而言,原因同样是别的。唯有永恒存在的事物——它们正是神圣之物——并不具有使其永恒存在的另一个原因,而通过它们,因自然而构成的事物也必然存在且生成。 在把握了必然者是何种事物(即不可能处于其他状态者)之后,他说最初且严格意义上的必然者是单纯者,他对此给出的原因在于单纯者不可能处于其他状态;因为非单纯者以多种方式存在,而以多种方式存在者也有可能处于其他状态。正是把握了这一点之后,他接着指出,如果在存在者中存在某些单纯且不动的事物,那么对于它们而言既没有任何强迫的事物,也没有违背自然的事物(因为否则它们就也有可能处于其他状态了),相反,那些事物乃是严格意义上出于必然性而存在的。按照他的看法,第一原因正是此类事物。他之所以补充这一点,是为了当我们对它们述说必然者时,不会有人听成我们是在述说强迫且违背自然的事物。
- 5.10διὰ τὸ ἀΐδιον τὸ τοῦ εἶναι ἔχειν αἴτιον
在带冠词的不定词短语 διὰ τὸ ... ἔχειν 内部,带冠词的 τὸ τοῦ εἶναι αἴτιον(存在之原因)是不定词 ἔχειν 的直接宾语,不带冠词的 ἀΐδιον(永恒的)则充当谓词性宾格,结构意为“由于它们所拥有的存在原因是永恒的”。
- 5.10ἐνδέχοιτο γὰρ ἂν αὐτὰ καὶ ἄλλως ἔχειν
带有 ἄν 的祈愿语气,表示潜在或假想反事实的推论结果:“(因为若它们之中存在强迫或违背自然之事),它们也就有可能处于其他状态了”。它为紧接在前的否定命题(单纯且不动的事物绝无强迫或违背自然之事)提供了反证性理由。
