← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§360.17-361.13

必然者的定义与诸种含义

本节注解亚里士多德《形而上学》卷5第5章开头(1015a20)关于“必然的”之论述,阐明了作为生存或存在的协同原因、达成善或祛除恶的条件、以及外在强迫这三种含义并引用诗人作为见证,进而探讨它们与作为严格必然性的永恒不改变者之间的关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.10#1

" Ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν ὡς συναιτίου." Τοῦ δὲ ἀναγκαίου τὴν διαίρεσιν εἰς πέντε σημαινόμενα καὶ αὐτοῦ ποιεῖται, ὧν ἓν λέγει, οὗ ἄνευ ἀδύνατον εἶναι, ὡς ὄντος συναιτίου εἰς τὸ εἶναι. οὕτως ἡ τροφὴ τοῖς ζῴοις ἀναγκαία καὶ τὸ ἀναπνεῖν· ἡ μὲν γὰρ ψυχὴ τὸ αἴτιον τοῦ ζῆν, ταῦτα δὲ συναίτια. δεύτερον σημαινόμενον ἐκτίθεται τοῦ ἀναγκαίου, οὗ χωρὶς ἀδύνατον τὸ ἀγαθὸν καὶ τὸ εὖ περί τι γενέσθαι ἢ τὸ κακὸν ἀποβληθῆναι, ὡς λέγεται ἀναγκαία ἡ πόσις τοῦ φαρμάκου, οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὴν ἀποβολὴν τῆς νόσου καὶ τὴν στέρησιν. οὕτως ἀναγκαῖον τὸ μανθάνειν πρὸς τὸ ἐπιστήμην ἔχειν, καὶ ἔθεσι χρῆσθαι σπουδαίοις πρὸς τὸ ἀγαθὸν γενέσθαι, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν, ἵνα ἀπολάβῃ τὰ χρήματα, εἰ ἄλλως μὴ δύναται. τρίτον τοῦ ἀναγκαίου τὸ βίαιόν τε καὶ τὸ ἀκούσιον· λέγεται γὰρ τὸ βίαιόν τε καὶ παρὰ τὴν προαίρεσιν ἀναγκαῖον. οὕτως ἐξ ἀνάγκης ἐλθεῖν που λέγεται ὁ βιασθεὶς ἢ ὑπὸ δεσμῶν ἢ ὑπό τινος τοιαύτης περιστάσεως ἢ ὑπὸ πνευμάτων. ὅσα γὰρ βιαζόμενοι ποιοῦμεν, ταῦτα ἀναγκαῖα καὶ δι’ ἀνάγκην ποιοῦμεν. διὸ καὶ λυπηρὰ τὰ οὕτως ἀναγκαῖα· “πᾶν γὰρ ἀναγκαῖον πρᾶγμα ἀνιαρὸν ἔφυ,” ὡς Εὔηνος λέγει· καὶ ἡ βία ἀνάγκη τίς ἐστιν, ὡς λέγει Σοφοκλῆς “ἀλλ’ ἡ βία με ταῦτ’ ἀναγκάζει ποιεῖν.” καὶ τοῦ τὸ βίαιον ἀναγκαῖον λέγεσθαι μάρτυσιν ἐχρήσατο Εὐήνῳ τε καὶ Σοφοκλεῖ. ὅτι δὲ ἀμετάπειστον ἡ ἀνάγκη καὶ ἡ βία, δῆλον· οὐδὲ γὰρ ἐφ’ ἡμῖν τὴν ἀρχήν·1 διὸ καὶ εἶπεν ἐναντίαν αὐτὴν τῇ κατὰ τὴν προαίρεσιν κινήσει καὶ τῇ κατὰ τὸν λογισμόν. τὰ μὲν γὰρ ἐφ’ ἡμῖν, αὕτη δὲ ἀναιρετικὴ τοῦ ἐφ’ ἡμῖν· ἐκτὸς γὰρ καὶ ἐπ’ ἄλλοις. ἔτι ἀναγκαῖον τὸ ἀίδιον καὶ ἀμετάβλητον καὶ μὴ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν, ἀφ’ οὗ φησι καὶ τὰ ἄλλα ἀναγκαῖα λέγεσθαι· τὸ γὰρ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν κυρίως ἀναγκαῖον. ἁπλῶς μὲν εἶπεν ἐπὶ τῶν ἀιδίων, ἤδη δὲ καὶ ἐν τοῖς ἄλλοις ἀναγκαίοις λεγομένοις εἶναι δοκεῖ τι τοιοῦτον· καὶ γὰρ τὸ βίᾳ γινόμενον ἀναγκαῖον τότε ὅτε μὴ ἐνδέχεται κατὰ τὴν αὐτοῦ ὁρμήν τε καὶ προαίρεσιν κινεῖσθαι διὰ τὸ βιαζόμενον καὶ ἀμετάπειστον, ὅτι τὸ πείθεσθαι καὶ μεταπειστόν, οὐκ ἐνδέχεται δὲ τὸ βιαζόμενον ἄλλως ποιεῖν.2 καὶ τὸ συναίτιον τοῦ εἶναι καὶ τοῦ ἀγαθοῦ ἀναγκαῖον διὰ τὸ μὴ ἐνδέχεσθαι χωρὶς αὐτοῦ εἶναι ἢ ἀγαθὸν εἶναι· οἵτινες ἦσαν οἱ τρόποι τρεῖς τοῦ ἀναγκαίου οἱ πρῶτοι εἰρημένοι.

“作为协同原因,没有它就无法生存的东西,被称为必然的。” 他也将“必然的”本身区分为五种含义,其中一种他说作为存在方面的协同原因,没有它就不可能存在。照此方式,食物与呼吸对于动物而言是必然的;因为灵魂是活着的原因,而这些则是协同原因。他提出的必然的第二种含义是:没有它,善与优良状态就不能就某事物而生成,或者恶就不能被消除;正如服药被称为必然的,不是绝对地,而是为了疾病的消除与剥夺。照此方式,为了拥有知识,学习是必然的;为了成为善人,养成优良习惯是必然的;若是别无他法,为了收回钱财而航行到埃吉纳也是必然的。必然的第三种含义是强迫的与非自愿的;因为出于强迫且违背抉择的事物被称为必然的。照此方式,一个被束缚、或被某种此类处境、或被风暴所强迫的人,被说成“出于必然”去到了某地。因为凡是我们受强迫而做的事,都是必然的,且我们是因必然性而做的。因此,这样出于必然的事物也是痛苦的,正如欧埃诺斯所言:“凡是必然之事,其本性皆令人痛苦”;而强迫也是某种必然性,正如索福克勒斯所言:“但强迫逼我做出这些事”。他借欧埃诺斯与索福克勒斯来见证强迫之物被称为必然的。而必然性与强迫不可被劝服,这是显而易见的;因为它们根本就不取决于我们。因此他也说,必然性与依照抉择的运动以及依照推论的运动相反。因为后者取决于我们,而前者则取消了取决于我们的事物;因为它来自外部且取决于他人。此外,永恒的、不可变易的、不可能处于其他状态的事物也是必然的,他说其他必然之物也是源自它而被称为必然的;因为不可能处于其他状态的事物才是严格意义上的必然之物。他无条件地就永恒之物表述了这一点,但现在在其他被称为必然的事物中,似乎也存在着某种此类性质;因为因强迫而生成的事物之成为必然,正是在它因强迫者与不可劝服之物而不可能依照自身的冲动与抉择运动之时(因为顺从劝说也是可被劝服改变的,而被强迫者却不可能采取其他做法)。而存在与善的协同原因之所以是必然的,也是因为没有它就不可能存在或不可能成为善;这些就是最先陈述的必然的三种方式。

语法注2 条
  1. 5.10οὐδὲ γὰρ ἐφ’ ἡμῖν τὴν ἀρχήν

    τὴν ἀρχήν 为宾格作状语(副词性宾格),与否定词连用表示习惯用法“压根”、“根本”、“起初”。虽然语境涉及强迫的本原或始源(ἡ ἀρχή)并不在自身内部,但在句法上它充当修饰谓语 οὐδὲ ... ἐφ’ ἡμῖν(“根本不取决于我们”)的状语成分。

  2. 5.10ὅτι τὸ πείθεσθαι καὶ μεταπειστόν, οὐκ ἐνδέχεται δὲ τὸ βιαζόμενον ἄλλως ποιεῖν

    在引导原因的 ὅτι 从句中插入了对比结构:顺从劝说(τὸ πείθεσθαι)是能够被说服或改变主意的(μεταπειστόν),而受强迫者(τὸ βιαζόμενον)却不可能有其他做法(οὐκ ἐνδέχεται ... ἄλλως ποιεῖν),以此解释为何强迫之物具有不可劝服性与必然性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:360.17-361.13