← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§359.17-360.16

作为本质与目的的形式及其核心相关性

亚历山大论述了形式作为实体和目的构成了严格意义上的“自然”(并引恩培多克勒的观点作对比),阐释了质料、生成乃至人工物如何关联于形式而被称作“自然”,并指出自然的多种意义是通过“朝向一(核心相关)”而非偶然同名建立联系的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9#3

Ἐμπεδοκλῆς οὖν οὐχ ἡγούμενος ἕνωσίν τινα αὐτῶν γίγνεσθαι ἔλεγε φύσιν οὐδενὸς εἶναι, τουτέστιν ἕνωσιν ὡς ἕν τι ἐκ τῆς συνθέσεως γίνεσθαι καὶ εἰδοποιεῖσθαι, ἀλλὰ μόνον μῖξίν τε διάλλαξίν τε μιγέντων, λέγεσθαι μέντοι καὶ τοῦτο φύσιν ὑπὸ τῶν ἀνθρώπων ἡγουμένων αὐτὰ ἐν τῇ μίξει καὶ ἑνοῦσθαι. δεικνὺς δὲ ὅτι φύσις ἡ τοιαύτη οὐσία τε καὶ τελειότης καλεῖται, διὰ τοῦτο, φησί, καὶ τῶν φύσει ὄντων τε καὶ γινομένων, καίτοι πολλάκις ἤδη ὑπαρχόντων ἐξ ὧν ἐπιτελεῖται καὶ γίνεται, οὐδέ πώ φαμεν τὴν φύσιν ἔχειν ταῦτα, ἂν μὴ τὸ οἰκεῖον εἶδος καὶ τὴν τελειότητα προσλάβῃ. εἰπὼν δὲ φύσιν καὶ τὸ συναμφότερον, ἐπήνεγκεν ὅτι φύσει τοῦτο μᾶλλον ἂν λέγοιτο, φύσις δὲ ἡ ὕλη ἥ τε πρώτη, ἧς παράδειγμα τὸ ὕδωρ, εἰ τοῦτο εἴη τοῦ χαλκοῦ ὕλη, καὶ ἡ προσεχής, ἧς πάλιν ὁ χαλκὸς παράδειγμα, καὶ τὸ εἶδός τε καὶ ἡ οὐσία, καθ’ ἣν ἑκάστῳ τὸ εἶναι ἐστιν, ὧν πρώτως ἐμνημόνευσεν. καὶ εἴη ἂν ἡ φύσις τριχῶς λεγομένη, ὥσπερ καὶ νῦν προστέθεικε. τέλος δὲ εἶπε τῆς γενέσεως τὸ εἶδος, ἐπεὶ ἐν τοῖς φύσει γιγνομένοις τὸ εἶδος καὶ τὴν κατὰ τὸ τέλος οὐσίαν ἔχει. κατὰ μεταφορὰν δὲ λέγει καὶ πᾶσαν οὐσίαν φύσιν λέγεσθαι ἀπὸ τοῦ εἴδους· ἐπεὶ γὰρ τὸ εἶδος οὐσία ὂν τῶν φύσει συνεστώτων (κατὰ γὰρ τοῦτο αὐτοῖς τὸ εἶναι) φύσις ἐστίν, ἤδη καὶ ἐν πᾶσι τὴν οὐσίαν τὴν ἑκάστου, καθ’ ἣν τὸ εἶναι αὐτῷ ὅ ἐστιν, φύσιν λέγουσι. διὸ καὶ τὸ κατὰ τέχνην γινόμενον εἶδος οὐσίαν ὂν τῶν ἔργων τῶν τεχνητῶν οὕτω καλοῦσιν. ἕκαστον γὰρ καὶ τούτων οἰκείαν τινὰ οὐσίαν καὶ ὕπαρξιν ἔχει, ἣ καὶ αὐτὴ φύσις καλεῖται εἶδος ὂν αὐτῶν, διὸ καὶ λέγεται οἰκείαν ἔχειν οὐσίαν. εἰπὼν δὲ ταῦτα περὶ φύσεως ἐπήνεγκεν ἐκ δὴ τῶν εἰρημένων ἡ πρώτη φύσις καὶ κυρίως λεγομένη ἐστὶν ἡ οὐσία ἡ τῶν ἐχόντων ἀρχὴν κινήσεως ἐν αὑτοῖς ᾗ αὐτά, διὰ τούτων λέγων, ὥσπερ εἶπε καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, φύσιν κυρίως εἶναι τὸ ἔνυλον εἶδος, ἀφ’ οὗ ἡ ἀρχὴ τῆς κινήσεως τῷ συναμφοτέρῳ, τὴν δὲ ὕλην καὶ τὰ ἄλλα, καθ’ ὧν καὶ αὐτῶν ἡ φύσις λέγεται, ἀπὸ ταύτης λέγεσθαι φύσιν, τὴν μὲν ὕλην ὅτι δεκτικὴ αὐτοῦ ἐστι, τὰς δὲ γενέσεις τε καὶ φύσεις τῷ ἀπὸ ταύτης κινήσεις εἶναι· διὰ γὰρ τὸ εἶδός τε καὶ τὴν δύναμιν τὴν ἐν αὐτοῖς φύεται τὰ φυόμενα. προστίθησι δὲ ὅτι καὶ ἡ ἀρχὴ τῆς κινήσεως τῶν φύσει ὄντων αὕτη ἐστὶν ἐνυπάρχουσά πως. ἐξηγούμενος δὲ τὸ πῶς, προσέθηκε τὸ δυνάμει ἢ ἐνεργείᾳ, δυνάμει μέν, ὡς ἐν τῷ σπέρματι τῷ καταβληθέντι ἡ ψυχή, ἐνεργείᾳ δέ, ὅταν ἤδη ζῷον ᾖ. γένεσις δὲ ἀρχὴ τῆς κινήσεως πᾶσι τοῖς φυσικοῖς τὸ ἔνυλον εἶδος.1 εἰκότως οὖν τοῦτο κυρίως φύσις· ἦν γὰρ φύσις ἡ τῆς κινήσεως ἀρχή. σημειωτέον δὲ ὅτι ὧν ἕκαστον διαιρεῖ ὡς λεγόμενον πολλαχῶς, οὐχ ὡς ὁμώνυμον, ἀλλ’ ὡς τὸ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἔχον.2

因此,恩培多克勒不认为它们会发生任何合一,便说没有任何事物的自然存在——也就是说,不存在一种由结合生成某个统一之物并获得特定形式的合一——而只有混合物的混合与分离,然而这也被人们称为自然,因为人们认为它们在混合中也合为一体了。为了表明这样的实体与完全性被称为自然,他说,正是由于这个缘故,即使对于那些依本性存在和生成的事物而言,尽管它们借以完成并生成的基础常常已经存在,但只要它们尚未获得固有的形式与完全性,我们就还不说它们具有其自然。在把复合体也称为自然之后,他补充说,这个复合体倒更应当被称为“依本性的”,而自然则是第一质料——如果水是青铜的质料,水就是其例子——以及切近质料——青铜再次是其例子——还有形式与实体,正是依据它们,各物才拥有其所是,这些也是他最先提到的。正如他现在所补充的那样,自然将被表述为有这三重含义。他之所以称形式为“生成的目的”,是因为在本性上生成的事物中,形式也具有依照目的而存在的实体。他又说,借由隐喻,一切实体也因形式而被称作自然;因为既然形式作为本性构成之物的实体(因为依据形式,它们才拥有其所是)是自然,人们现在在所有事物中也把各物的实体——依据此实体各物具有其作为所是的存在——称为自然。因此,依照技艺生成的形式,由于是人工产物的实体,也被这样称呼。因为这些事物中的每一个也都具有某种固有的实体与存在,这〔实体与存在〕作为它们的形式本身也被称为自然,因此也被说成具有固有的实体。在谈论了关于自然的这些要点之后,他补充道:“那么,从所说的话来看,首要且严格意义上被称为自然的是那些在其自身中拥有运动本原的事物就其自身而言的实体”,他通过这些话表达出——正如他在《物理学》中所说的那样——严格意义上的自然是内具于质料的形式,复合体的运动本原正是从它而来的,而质料以及其他同样被称为自然的事物,则是源自这种形式才被称为自然的:质料是因为能够接受形式[而被称为自然],诸种生成与生长则是因为作为源自形式的运动[而被称为自然];因为凡是生长之物,都是凭借其内在的形式与潜能而生长的。他还补充说,本性存在之物的这一运动本原是以某种方式内在存在的。为了解释这“某种方式”,他添加了“潜能地或现实地”:潜能地,就像播下的种子中的灵魂;现实地,就像它已经成为动物的时候。对于所有自然对象而言,内具于质料的形式是生成〔源泉〕、运动的本原。因此,顺理成章地,这才是严格意义上的自然;因为自然正是运动的本原。值得注意的是,他所区分为多重意义表达的每一个概念,都不是作为同名异义词来区分的,而是作为“源自一且朝向一”的关联来区分的。

语法注2 条
  1. 5.9γένεσις δὲ ἀρχὴ τῆς κινήσεως πᾶσι τοῖς φυσικοῖς τὸ ἔνυλον εἶδος

    此处主述关系需要辨析。后置的名词短语 τὸ ἔνυλον εἶδος(质料内在的形式)作主语,前面的 γένεσις(生成/源泉)与 ἀρχὴ τῆς κινήσεως(运动的本原)作表语名词,意即“内具于质料的形式是所有自然事物的生成源泉、运动的本原”。它概括了前文所述运动与生成皆以形式为本原的主旨。

  2. 5.9οὐχ ὡς ὁμώνυμον, ἀλλ’ ὡς τὸ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἔχον

    在 ἀλλ’ ὡς 之后的从句中,中性分词 ἔχον 表示亚里士多德哲学中关于多义词(λεγόμενον πολλαχῶς)的经典概念:它不同于单纯偶然的同名异义(ὁμώνυμον),而是具有“源自一且朝向一的关系(核心相关/焦点统一性)”。此处 ἔχον 修饰前面的 ἕκαστον 或作抽象实体理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:359.17-360.16