- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:35.5-36.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德对恩培多克勒使用友爱与争吵时的不融贯之处(友爱致使分离,争吵致使结合)的批评,并阐明了留基伯和德谟克利特的原子论原理(充实与虚空,以及通过原子差异的生成)同样属于单纯质料原因的传统。
" Καὶ Ἐμπεδοκλῆς μὲν ἐπὶ πλέον τούτου χρῆται." Χρήσασθαι μὲν Ἐμπεδοκλέα ἐπὶ πλέον φησὶν Ἀναξαγόρου τοῖς ποιητικοῖς αἰτίοις, οὐ μὴν οὐδὲ αὐτὸν ἱκανῶς, ἀλλ’ οὐδὲ συνέχειν τὸ ὁμολογούμενον.1 ἔδει μὲν γὰρ τὴν φιλίαν ἐν πᾶσι συγκρίσεως αὐτῷ αἰτίαν εἶναι, τὸ δὲ νεῖκος διακρίσεως· οὐ μὴν τοῦτο ποιεῖ, ἀλλὰ πολλαχοῦ αὐτῷ ἡ μὲν φιλία διακρίνει, συγκρίνει δὲ τὸ νεῖκος. καὶ λέγει ἐν τίσιν. ὅταν μὲν γὰρ ὑπὸ τοῦ νείκους ἐκ τοῦ ἑνὸς εἰς τὰ στοιχεῖα διιστῆται καὶ διαιρῆται καὶ χωρίζηται, τότε τὰ τέως τῶν στοιχείων μόρια ἀνακεκραμένα ἀλλήλοις (οὕτως γὰρ ἦν ἓν τὰ πάντα) συγκρίνεται καὶ συνάγεται εἰς ταὐτόν, τὰ ὅμοια τὰ τοῦ πυρὸς εἰς πῦρ καὶ τὰ ὅμοια τοῦ ἀέρος εἰς ἀέρα, ὡς εἶναι μετ’ ἀλλήλων τὰ τοῦ ἀέρος καὶ τὰ τοῦ πυρὸς ὁμοίως. ὡσαύτως καὶ τὰ τῶν ἄλλων ἑκάστου· οὕτως γὰρ ἡ εἰς τὰ στοιχεῖα τοῦ ἑνὸς διαίρεσις. καὶ οὕτως μὲν αὐτῷ τὸ νεῖκος οὐ διακρίσεως μᾶλλον ἢ συγκρίσεως αἴτιον. πάλιν δ’ αὖ ἡ φιλία, ὅταν τὰ αὐτὰ σώματά τε καὶ στοιχεῖα συγκρίνῃ τε καὶ εἰς ἓν συνάγῃ, πρῶτον αὐτὰ διαιρεῖ τε καὶ κατακερματίζει καὶ διακρίνει. οὐ γὰρ δὴ ὁλόκληρα ὄντα, καὶ ἰδίᾳ ἕκαστον αὐτῶν τι ὄν, οὗ ποιητικὴ ἡ φιλία, γίνεται·2 τῷ γὰρ ἅπτεσθαι ἀλλήλων καὶ ἐπὶ τοῦ νείκους εἴη ἂν ἐν ἑνί· ἀλλὰ συνανακιρνᾶται ἀλλήλοις. τούτου γὰρ ποιητικὴ ἡ φιλία γίνεται· οὐ γὰρ τοῦ ἅπτεσθαι ἀλλήλων, ὃ καὶ ἐπὶ τοῦ νείκους εἴη ἄν. Ἑξῆς δὲ τὴν Λευκίππου τε καὶ Δημοκρίτου περὶ στοιχείων δόξαν ἱστορεῖ, καὶ σαφῶς ἐκτίθεται τήν τε δόξαν αὐτῶν καὶ τὴν πρὸς τοὺς ἄλλους διαφοράν τε καὶ κοινωνίαν τὴν κατὰ τὴν δόξαν. πλῆρες δὲ ἔλεγον τὸ σῶμα τὸ τῶν ἀτόμων διὰ ναστότητά τε καὶ ἀμιξίαν τοῦ κενοῦ. ὀνομάζοντες δὲ τὸ μὲν πλῆρες ὂν τὸ δὲ κενὸν μὴ ὄν, ἐπεὶ ὁμοίως αὐτοῖς ἦν ἐν ὑπάρξει τό τε πλῆρες καὶ τὸ κενόν, οὐδὲν μᾶλλον ἔλεγον εἶναι τὸ πλῆρες τοῦ κενοῦ.3 λέγει δὲ ὅτι καὶ οὗτοι τὴν κατὰ τὴν ὕλην μόνην ἀρχὴν ἔθεντο· οὕτως γὰρ αὐτοῖς ἀρχαὶ αἵ τε ἄτομοι καὶ τὸ κενόν, ἐξ ὧν καὶ ἡ τῶν ἄλλων γένεσις κατὰ τὰς διαφορὰς τῶν σχημάτων καὶ τῶν τάξεων καὶ τῶν θέσεων κατ’ αὐτούς· ὧν τὸ μὲν σχῆμα ῥυσμὸν ἔλεγον, τὴν δὲ τάξιν διαθιγήν, τὴν δὲ θέσιν τροπήν. ὁμοίως δὲ καὶ οὗτοι τοῖς ἀρχαιοτέροις ἠρκοῦντο τοῖς πάθεσι τῆς ὑλικῆς αἰτίας πρὸς τὴν γένεσιν τῶν ὄντων, ποιητικὸν δὲ αἴτιον οὐδὲν ἔλεγον, ὥσπερ καὶ οἱ μανώσει καὶ πυκνώσει τῆς ὕλης τὰ ἄλλα γεννῶντες· πλὴν ὅτι ἐκεῖνοι μὲν δύο διαφοραῖς ἐχρῶντο πρὸς τὴν γένεσιν τῶν ἐκ τῆς ὕλης γινομένων, τῇ μανώσει καὶ τῇ πυκνώσει, οὗτοι δὲ τρισὶ ταῖς εἰρημέναις, σχήματι τάξει θέσει. φέρεται δὲ ἔν τισι γραφὴ τοιαύτη “καὶ ὥσπερ τῶν μαθηματικῶν τὸν αὐτὸν τρόπον καὶ οὗτοι.” κἂν ᾖ αὕτη ἡ γραφή, λέγοι ἂν περὶ Πλάτωνος, ὅτι ὡς ἐκεῖνος ἐκ τῶν μαθηματικῶν γένεσιν ποιῶν τῶν σωμάτων κατὰ τὴν τῶν τριγώνων διαφορὰν καὶ τὸ πλῆθος τὰς τῶν σωμάτων γεννᾷ διαφοράς, οὕτως καὶ οὗτοι κατὰ τὰς διαφορὰς τῶν ἐν τοῖς πρώτοις σώμασι σχημάτων ἐγέννων τὰ ἐξ αὐτῶν.
“而且恩培多克勒比此人更多地使用了这些。” 他说,恩培多克勒比阿那克萨戈拉更多地使用了致动原因,但也并非充分地使用,而且也没有保持融贯一致。因为在他那里,友爱本应在一切事物中是结合的原因,争吵则是分离的原因;然而他并没有这样做,反而有许多地方在他那里是友爱在分离,争吵在结合。并且他说出了在哪些情况下如此。因为每当万物受争吵的作用而从“一”离析、被分割并被分离为诸元素时,那时元素中迄今为止彼此混合的部分(因为万物正是这样成为“一”的)便被结合并聚集到同一处,火的同类部分归入火,气的同类部分归入气,从而气的部分与火的部分同样各自聚合在一起。其他每一种元素也是如此;因为“一”向诸元素的分离正是这样进行的。以这种方式,在他那里,争吵与其说是分离的原因,不如说是结合的原因。反过来,当友爱将这些相同的物体和元素结合并聚集成“一”时,它首先将它们分割、剁碎并分离。因为友爱作为其致动原因的事物[即“一”],决不是在它们保持完整且各自独立存在的状态下生成的;因为仅仅通过彼此接触,即使在争吵的状态下它们也可以处在“一”之中;相反,它们是彼此充分混合的。因为友爱正是这一过程的致动者;它并不是彼此接触的致动者,而这种接触即使在争吵的状态下也会存在。 接下来,他记述了留基伯和德谟克利特关于元素的学说,并清晰地阐明了他们的学说,以及根据该学说他们与其他人的相异与相通之处。他们因原子的实体坚实且不掺杂虚空,而称之为“充实”。他们虽然将充实命名为“存在”,将虚空命名为“非存在”,但由于充实和虚空在他们看来同样处于实存之中,所以他们说充实决不比虚空更多地存在。而且他说,这些人也仅仅设定了质料意义上的原理;因为在他们看来原子和虚空正是这样的原理,在他们看来,其他事物的生成也是根据形状、次序和位置的差异从它们之中产生的;其中他们把形状称为“流形”,把次序称为“接触”,把位置称为“转向”。同样地,这些人也像更早的哲学家一样,满足于用质料原因的各种性状来说明存在者的生成,而没有说明任何致动原因,正如那些通过质料的稀薄和浓密生成其他事物的人一样;唯独在于那些人对于从质料中所生事物的生成使用了两种差异,即稀薄和浓密,而这些人则使用了上述的三种差异,即形状、次序和位置。在某些抄本中流传着这样的异文:“正如在数学对象的情况下那样,这些人也以同样的方式。”如果采取这一异文,他所说的当是指柏拉图;即正如柏拉图从数学对象中生成物体时,按照三角形的差异和数量来生成物体的差异一样,这些人也是按照最初物体中形状的差异生成了由它们构成的事物。
- 1.36συνέχειν τὸ ὁμολογούμενον
保持融贯一致。动词 συνέχειν 意为“维持、保持”,其宾语是中性单数分词 τὸ ὁμολογούμενον,指代他自己所承认、赞同的基本前提(即友爱结合、争吵分离的原则)。
- 1.36οὐ γὰρ δὴ ὁλόκληρα ὄντα, καὶ ἰδίᾳ ἕκαστον αὐτῶν τι ὄν, οὗ ποιητικὴ ἡ φιλία, γίνεται
句子的核心骨架为 οὐ γίνεται [τοῦτο], οὗ ποιητικὴ ἡ φιλία,其中关系代词 οὗ 所指代的先行指示代词被省略。前置的分词短语 ὁλόκληρα ὄντα, καὶ ἰδίᾳ ἕκαστον αὐτῶν τι ὄν 以诸元素为逻辑主语,作表语性状语,表达“在诸元素保持完整且各自为独立存在的状态下,爱作为其致动原因的事物是不会生成的”。
- 1.36οὐδὲν μᾶλλον ἔλεγον εἶναι τὸ πλῆρες τοῦ κενοῦ
比较句结构,此处在 οὐδὲν μᾶλλον 之后用比较属格 τοῦ κενοῦ 代替 ἤ,意为“充实决不比虚空更多地存在”。这转述了德谟克利特学派关于存在(充实)与非存在(虚空)具有对等实存地位的经典命题。
