← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§358.13-359.17

作为生长、切近质料与复合物实体的自然

亚历山大依次阐述了亚里士多德《形而上学》卷五第四章中“自然”的其余几种意义:生长(接触、附着生长与结合生长的辨析及其同一性方式)、切近质料(自然物与人工物的基底)以及质料与形式的复合物的实体与完全性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9#2

οὕτω δὲ εἴη ἂν τὸ ᾗ αὐτὸ ἐξηγητικὸν τοῦ πρώτη. ἑξῆς δὲ τὸ πρῶτον σημαινόμενον τῆς φύσεως ἐξηγεῖται, τί ἐστι καὶ ἐπὶ τίνων λέγεται τὸ φύεσθαι, καὶ λέγει ταῦτα φύεσθαι λέγεσθαι, ὅσα δι’ ἑτέρου καὶ παρ’ ἑτέρου τρέφεταί τε καὶ αὔξεται, ἁπτόμενα αὐτοῦ ἢ προσπεφυκότα αὐτῷ ἢ συμπεφυκότα αὐτῷ. ἤτοι δὲ ὡς ταὐτὸν εἶπε τὸ ἅπτεσθαι καὶ συμπεφυκέναι τῷ προσπεφυκέναι, ἢ ὡς ἔχοντά τινα διαφοράν,1 καὶ ὡς συμπεφυκότα μὲν εἶναι τὰ φυτὰ τῇ γῇ, διὸ οὐδὲ ζῆν χωρισθέντα αὐτῆς οἷά τε, προσπεφυκότα δὲ τὰ ἔμβρυα· ταῦτα γὰρ καὶ χωρισθέντα ζῇ. τί δὲ διαφέρει σύμφυσις ἁφῆς, ἔδειξε· ταῦτα γὰρ συμπεφυκότα, ἅ ἐστι συνεχῆ ἐκείνῳ ᾧ συμπέφυκεν, ἔχοντα κοινὸν ὅρον τὸν αὐτὸν ἐν ἀμφοτέροις ὄντα, τὰ δὲ ἁπτόμενα οὐδὲν κοινὸν ἄλλο παρὰ τὴν ἁφὴν ἔχει. ἐπιζητήσαι δ’ ἄν τις ἐπὶ τῶν φυτῶν, πῶς ταῦτα ἥνωται τῇ γῇ, ἢ εἰ μὴ ἥνωται, πῶς αὔξεταί τε καὶ τρέφεται δι’ αὐτῆς. ἢ διὰ τοῦτο εἶπεν οὕτως, φύεσθαι δὲ λέγεται ὅσα αὔξησιν ἔχει δι’ ἑτέρου τῷ ἅπτεσθαι καὶ συμπεφυκέναι ἢ προσπεφυκέναι, ὡς καὶ ἁπτομένων τινῶν καὶ αὐξανομένων δι’ αὐτοῦ. προειπὼν δὲ τοῦτο, ἑξῆς τίνι διαφέρει τὰ ἁπτόμενα καὶ τὰ συμπεφυκότα τε καὶ προσπεφυκότα λέγει. δύναται λέγειν καὶ ἐπὶ τῶν ἁπτομένων τὸ προσπεφυκέναι· τὰ γὰρ οὕτως ἁπτόμενα ὡς προσπεφυκέναι ἐκείνῳ οὗ ἅπτεται, δι’ ἐκείνου αὔξεται. πῶς δὲ ἓν τὰ συμπεφυκότα, ἐδήλωσε· κατὰ γὰρ τὸ ποσόν, οὐ κατὰ τὸ ποιόν· οὐ γὰρ ταὐτὸν κατὰ τὸ ποιὸν τῶν σπλάγχνων ἕκαστον τῷ ἄλλῳ σώματι, ᾧ προσπέφυκεν, οὐδὲ τὸ σῦκον τῇ συκῇ ἢ ὁ βότρυς τῷ ξύλῳ τῆς ἀμπέλου. καὶ δένδρα δὲ πολλάκις διαφέροντα κατὰ τὸ εἶδος, πλησίον δ’ ἀλλήλων ὄντα συμφύεταί τε καὶ ἑνοῦται καὶ σώζει τὸ οἰκεῖον εἶδος. τέταρτον σημαινόμενον φύσεως προστίθησι τὴν προσεχῆ ἑκάστῳ ὕλην, ἥτις οὖσά τι2 σῶμα ἐνεργείᾳ, φυλάσσουσα τὸ οἰκεῖον εἶδος καὶ τὴν ἰδίαν φύσιν, δέχεται καὶ τὸ τοῦ εἴδους ᾧ ὑπόκειται.3 οὕτω τὸ ξύλον τῆς κλίνης ὕλη (μένει γὰρ ξύλον καὶ κλίνη γενόμενον) καὶ ὁ χαλκὸς τοῦ ἀνδριάντος. καὶ εἴη ἂν τῶν κατὰ τέχνην γινομένων ἡ ὕλη τοιαύτη. προσθεὶς δὲ τὸ τῶν φύσει ὄντων, διὰ τί προσέθηκε τοῦτο, ἐξηγήσατο εἰπὼν τοῦτον γὰρ τὸν τρόπον καὶ τῶν φύσει ὄντων τὰ στοιχεῖά φασιν εἶναι φύσιν. οὕτω καὶ Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα ὕλην τῶν φύσει γινομένων ἐτίθετο, ἀμετάβλητα αὐτὰ θεωρῶν. καὶ οἱ ἓν δέ τι τῶν τεσσάρων στοιχεῖον τῶν ὄντων ποιοῦντες ἢ δύο ἢ τρία οὕτως ἐποίουν, καὶ Δημόκριτος τὰς ἀτόμους οὕτως. ἡ δὲ πρώτη ὕλη οὐχ οὕτως· καὶ γὰρ εἰ σώζει τὴν αὐτὴν φύσιν, ἀλλ’ οὐδὲν καθ’ αὑτὴν οὖσα ἐνεργείᾳ ὡς τόδε τι. πέμπτον σημαινόμενον τῆς φύσεως παρέθετο τὴν τοῦ συναμφοτέρου τῶν φύσει γινομένων τελειότητά τε καὶ οὐσίαν, ἣ γίνεται καὶ κατὰ τὴν τῆς ὕλης καὶ τοῦ εἴδους ἕνωσιν· καὶ γὰρ ἡ τούτων ἕνωσις φύσις. οὕτω καὶ οἱ συνθέσει τινῶν τὰ ὄντα γεννῶντες τὸ μὲν ἐκ τῆς συνθέσεως ἑνούμενον φύσιν λέγουσιν· καθ’ οὓς δὲ μὴ γίνεται τῶν συντιθεμένων ἕνωσις, οὗτοι οὐδὲ φύσιν τινὰ λέγουσιν εἶναι τοῦ συγκειμένου.

这样,“就其自身而言”就是对“首要的”的解释。接下来他解释自然的第一个意义,即“生长”是什么以及对何种事物述说,并且他说,凡是通过另一物且从另一物获得滋养和增大的事物,或者接触它,或者附着于它,或者与它结合生长,都被说成是在生长。他要么是将“接触”和“结合生长”说成与“附着生长”相同,要么是认为它们具有某种差别,即植物是与大地结合生长的,因此它们与大地分离后甚至不能存活,而胚胎则是附着生长的,因为这些即便分离也能存活。他指明了结合生长与接触有何不同;因为与那结合生长的对象连续、并在两者之中具有同一公共界限的,就是结合生长的事物,而接触的事物除了接触之外没有任何共同之处。但有人可能会探究关于植物的情况,即它们如何与大地合为一体,或者如果它们没有合为一体,它们如何通过大地增大和获得滋养。抑或正是由于这个缘故他才这样说,即凡是通过接触和结合生长或附着生长而经由另一物获得增大的,都被说成是在生长,这是因为某些事物既接触又通过它增大。在预先说了这一点之后,他接下来阐述接触之物与结合生长之物以及附着生长之物在何处有差别。人们也可以对接触之物述说“附着生长”;因为以附着于其所接触之物的方式接触的事物,是通过该物而增大的。他说明了结合生长的事物如何是一;因为它们在数量上是一,而不是在性质上;因为内脏的每一部分与它所附着生长的身体其余部分在性质上并非同一,无花果与无花果树、葡萄串与葡萄藤蔓的木质部在性质上亦非同一。此外,即使形式各异的树木,当彼此邻近时,也常常结合生长并合为一体,同时保持各自固有的形式。作为自然的第四个意义,他补充了各物的切近质料,这质料在现实中作为某种物体,在保持其固有形式和自身本性的同时,也接受它作为基底所承受的形式的特质。这样,木头是床的质料(因为即便成为床它也依然是木头),青铜是雕像的质料。依照技艺生成之物的质料大概就是这样的。在补充了“属于本性上存在之物的[质料]”之后,他解释了自己为何作此补充,他说这是因为人们以此方式也称本性上存在之物的元素为自然。恩培多克勒也是这样将四元素设定为本性上生成之物的质料,认为它们是不可改变的。那些将四元素中的某一种、或者两种或三种确立为存在者之元素的人,也是这样做的,德谟克利特对原子亦然。但第一质料却并非如此;因为即使它保持着同样的本性,但它就自身而言在现实中绝非“某个特定的东西”。作为自然的第五个意义,他列举了在本性上生成之物中两者的复合体的完全性与实体,这也是依照质料与形式的统一而生成的;因为两者的统一也是自然。同样,那些通过某些东西的结合而产生存在者的人,把由结合而合为一体者称为自然;但在那些认为结合之物并未形成统一的人看来,他们根本不说复合物具有任何自然。

语法注3 条
  1. 5.9ἤτοι δὲ ὡς ταὐτὸν εἶπε τὸ ἅπτεσθαι καὶ συμπεφυκέναι τῷ προσπεφυκέναι, ἢ ὡς ἔχοντά τινα διαφοράν

    在 ἤτοι ... ἤ 结构中,两个 ὡς 引导修饰动词 εἶπε 的解释性状语。前半句以 τὸ ἅπτεσθαι καὶ συμπεφυκέναι 搭配与格 τῷ προσπεφυκέναι 表示“说成与附着生长相同”,后半句宾格分词 ἔχοντα 则承接省略的宾语,表示“[把它们说成]具有某种差别”。

  2. 5.9καὶ γὰρ εἰ σώζει τὴν αὐτὴν φύσιν, ἀλλ’ οὐδὲν καθ’ αὑτὴν οὖσα ἐνεργείᾳ ὡς τόδε τι

    在让步从句(εἰ σώζει...)之后,主句开头的 ἀλλά 起到后承回应的作用(“即使……然而……”)。分词短语 οὐδὲν ... οὖσα 作为主语 ἡ δὲ πρώτη ὕλη 的表语分词,句中省略了系动词 ἐστί。

  3. 5.9δέχεται καὶ τὸ τοῦ εἴδους ᾧ ὑπόκειται

    τὸ τοῦ εἴδους 中的中性单数冠词 τὸ 实质化指代上下文中的 εἶδος 或形相的特质。关系代词 ᾧ 由支配与格的动词 ὑπόκειται 决定,意为“作为基底所承受的[那个形相]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:358.13-359.17