← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§357.5-358.13

作为生长、质料与形式的自然界定

亚历山大解释了亚里士多德在《形而上学》卷五第四章开篇对“自然”的多重界定,分别阐述了作为生成或生长的自然、作为基底或质料的自然(参考安提丰的论证),以及作为自然形式的自然(运动的第一原理及“就其自身而言”的含义)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.9#1

" Φύσις λέγεται ἕνα μὲν τρόπον ἡ τῶν φυομένων γένεσις." Τὴν φύσιν πενταχῶς ἀποδίδωσι λέγεσθαι. τῆς γὰρ φύσεως τὴν μὲν ὡς φύσιν τε καὶ βλάστησιν λέγει· λέγομεν γὰρ φύεσθαι τὸ γινόμενον, καὶ τὸ εἰς γένεσιν εἰς φύσιν ἄγεσθαι. τὴν τοιαύτην φύσιν ὡρίσατο ἐν τῇ Φυσικῇ ἀκροάσει. συνήθως μὲν οὖν ἐπὶ τῶν φυτῶν τὸ φύεσθαι κατηγορεῖται, καὶ ἐπὶ τῶν ζῴων δὲ λέγεται· γένεσις γὰρ πᾶσα ἡ εἰς τὸ τέλειον εἶδος πρόοδος. τὸ δὲ οἷον ἐπεκτείνοντες τὸ υ τὸ ἐν τῇ φύσει λέγει τῇ κατὰ τοῦτο τὸ σημαινόμενον.1 τὴν δὲ ὡς τὸ ὑποκείμενον καὶ τὴν ὕλην· φύσις γὰρ καὶ ἡ ὕλη, ἐξ ἧς πρώτης ἐνυπαρχούσης τῷ γινομένῳ ἡ γένεσις· οὐ γὰρ οὕτως ἐκ τῆς ὕλης τὰ γινόμενα γίνεται ὡς ἐκ τῆς στερήσεως ἢ ἐκ τῶν ἐναντίων γίνεσθαι λέγεται· οὐ γὰρ ἐξ ἐνυπαρχόντων ἐκείνων. τὸ δὲ πρῶτον τῷ ἐνυπάρχον προσκείμενον τὴν πρώτην ὕλην δηλοῖ, οὐ τὴν ἑκάστου προσεχῆ. τὴν δὲ ὕλην φύσιν εἶπεν ἀποδειχθῆναι Ἀντιφῶν, ὡς εἴρηκεν ἐν τῷ Α τῆς Φυσικῆς, διὰ τοῦ τὴν κλίνην, εἰ καταχωσθεῖσα δύναμιν λάβοι τοῦ βλαστῆσαι, ξύλον ἐξ αὐτῆς ἀναβλαστῆσαι, ὅπερ ἦν τὸ ὑποκείμενον, ἀλλ’ οὐ τὴν κλίνην, ὃ ἦν τὸ εἶδος. φύεται δὲ εἶπεν ἀντὶ τοῦ γίνεται. λέγεται πάλιν φύσις καὶ τὸ φυσικὸν εἶδος· τούτου γὰρ δηλωτικὸν τὸ ὅθεν ἡ κίνησις ἡ πρώτη ἐν ἑκάστῳ τῶν φύσει ὄντων ἐν αὐτῷ ᾗ αὐτὸ ὑπάρχει. εἴη δ’ ἂν τὸ εἰρημένον σαφές, εἰ εἴη προσκείμενον τὸ ἥτις·2 κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ ἡ τῆς κατὰ φύσιν κινήσεως ἀρχὴ τῶν φύσει συνεστώτων, καὶ αἴτιον τοῦτο τῆς κατὰ φύσιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων κινήσεως, εἴ γε κατὰ τὸ εἶδός ἐστιν ἥ τε γῆ γῆ καὶ τὸ πῦρ πῦρ καὶ ὁ ἄνθρωπος ἄνθρωπος, ὁμοίως καὶ τῶν ἄλλων ζῴων ἕκαστον, εἶδος δὲ τούτων μὲν ἡ ψυχή, ἐκείνων δὲ ἡ ῥοπή· καθὸ γὰρ ὕδωρ ἐστὶ καὶ καθὸ γῆ τε καὶ πῦρ, ἀρχὴν ἐν αὑτοῖς ἔχει τῆς κατὰ φύσιν κινήσεως. τὸ δὲ ᾗ αὐτὸ προσέθηκεν, ἐπεὶ δύναταί τι καὶ κατὰ τέχνην κινούμενον, ἥτις οὐκ ἔστι φύσις, ἐν αὑτῷ τὴν ἀρχὴν τῆς κινήσεως ἔχειν, ὡς ὁ αὑτὸν ἰώμενος, ἀλλ’ οὐχ ᾗ νοσῶν τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτῷ ἔχει, ἀλλὰ κατὰ συμβεβηκός. ἀλλ’ οὐδὲ ᾗ ἄνθρωπος· οὐ γὰρ ᾗ ἄνθρωπος ἐκεῖνός ἐστιν εἰς ὑγίειαν μεταβάλλει, ἐπεὶ τάς γε κινήσεις ἃς ᾗ ἄνθρωπος κινεῖται, κατὰ τὸ εἶδος καὶ τὴν ἐν αὑτῷ κινεῖται φύσιν, ἥτις ἐστὶν ἡ τοιάδε ψυχή. καὶ ἔστιν ἴσον τὸ ἐνταῦθα εἰρημένον τὸ ᾗ αὐτὸ τῷ εἰρημένῳ ἐν Φυσικῇ ἀκροάσει ἐπὶ τῆς φύσεως ‘καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός·” εἰπὼν γὰρ αὐτὴν ἀρχὴν κινήσεως ἐν ᾧ ὑπάρχει πρώτῳ, προσέθηκε τὸ “καθ’ αὐτὸ καὶ μὴ κατὰ συμβεβηκός,” τοῦτο λέγων διὰ τῆς προσθήκης ταύτης ὃ νῦν εἴρηκε διὰ τοῦ ᾗ αὐτό. τὸ δὲ ἡ κίνησις ἡ πρώτη ἤτοι δηλωτικόν ἐστι τῆς κατὰ τόπον κινήσεως (πρώτη γὰρ ἡ φορὰ τῶν κινήσεων, ὡς δέδεικται, καὶ πᾶν φυσικὸν σῶμα κατὰ φορὰν κινητόν, οὐκέτι δὲ πᾶν αὐξητόν, οὐδὲ πᾶν ἀλλοιωτόν), ἢ ἡ πρώτη ἡ ὡς φυσικοῖς αὐτοῖς ὑπάρχουσα,3 τῇ γῇ ὡς γῇ, τῷ ζῴῳ ὡς ζῴῳ· δύναται γάρ τις αὐτοῖς καὶ κατὰ τέχνην κίνησις ἐγγίνεσθαι, ἀλλ’ αὕτη ὑστέρα.

“在一种意义上,‘自然’被说成是生长之物的生成。” 他说明自然是以五种方式被述说的。因为就自然而言,他将一种意义说成是自然与萌生;因为我们说生成之物在“生长”,而被引向生成的物被引向自然。他在《物理学》中界定了这样的自然。通常,“生长”是对植物加以述说的,但也可以用于动物;因为向着完全形式的一切前进都是生成。而他说“如同拉长υ那样”,是指这种意义下的“自然”中的那个〔υ〕。另一意义[他解释为]基底和质料;因为质料也是自然,生成是从作为首要者内在于生成之物中的它〔质料〕那里发生的;因为生成之物从质料中生成,并非如同说从匮乏或相反者中生成那样;因为〔生成之物〕并非从作为内在者的它们〔匮乏或相反者〕中生成。而附在“内在于”上的“首要的”,是指第一质料,而非各事物的切近质料。安提丰说质料被证明是自然,正如他〔亚里士多德〕在《物理学》第一卷中所说的那样,这是根据如果一张床被掩埋并获得萌生的能力,从它之中萌发出来的是作为基底的木头,而不是作为形式的床。他说“生长”是用来代替“生成”的。此外,自然也被说成是自然形式;因为“由之出发、本性上存在的各物中首要运动在其中就其自身而言得以存在的源泉”正是指明这一点的。如果加上“其为”一词,所说的话就会变得清楚;因为对于依照自然构成的各物而言,依照自然的运动原理是根据形式的,并且这是各类自然物体依照自然运动的原因,如果确实土根据形式是土,火是火,人是人,其他各动物亦同样如此,而这些动物的形式是灵魂,那些元素的形式是倾向;因为就水而言,以及就土与火而言,它们自身内部具有依照自然运动的原理。他之所以补充说“就其自身而言”,是因为某个依照技艺运动的东西——而技艺并非自然——也能在自身中具有运动的原理,比如替自己医治的人,但他并非就患病而言在自身中具有运动的原理,而是偶性地具有。甚至也不是就人而言;因为他并不是就人而言转变为健康的,因为就他作为人而言所运动的那些运动,他是根据形式以及自身之中的自然——即如此这般的灵魂——来运动的。这里所说的“就其自身而言”等同于在《物理学》中关于自然所说的“就自身而言且非偶性地”;因为在说自然是运动的原理“在它作为首要存在于其中的事物中”之后,他补充了“就自身而言且非偶性地”,通过这一补充所表达的意思正是他现在通过“就其自身而言”所说的。而“首要的运动”或者是指依处所的运动(因为位移是各种运动中的第一种,正如已被证明的那样,且每一自然物体依照位移都是可动的,但并非每一自然物体都是可生长的,也并非都是可质变的),或者是作为自然之物属于它们自身的首要运动,即对土而言作为土,对动物而言作为动物;因为在它们之中也可以产生依照技艺的运动,但这则是后继的。

语法注3 条
  1. 5.9τὸ δὲ οἷον ἐπεκτείνοντες τὸ υ τὸ ἐν τῇ φύσει λέγει τῇ κατὰ τοῦτο τὸ σημαινόμενον

    主动词 λέγει 以名词化短语 τὸ οἷον ἐπεκτείνοντες τὸ υ 与指代 τὸ υ 的中性宾格短语 τὸ ἐν τῇ φύσει 构成“以……指……”的双宾语结构,末尾的阴性与格短语 τῇ κατὰ τοῦτο τὸ σημαινόμενον 隔着 λέγει 作定语修饰前面的 τῇ φύσει,意为“是指依这种意义的‘自然’中的那个〔υ〕”。这是对亚里士多德原文 οἷον εἴ τις ἐπεκτείνας λέγοι τὸ υ 的注解。

  2. 5.9εἴη δ’ ἂν τὸ εἰρημένον σαφές, εἰ εἴη προσκείμενον τὸ ἥτις

    由主句(εἴη ἄν+祈愿语气)与条件从句(εἰ εἴη+祈愿语气)构成的可能条件句。注释者指出,如果亚里士多德的定义句(ὅθεν ἡ κίνησις...)中能够显式补出阴性单数主格关系代词 ἥτις,以回指“自然”(φύσις,或“原理”ἀρχή)作为 ἐν αὐτῷ ᾗ αὐτὸ ὑπάρχει 的主语,则句意更为清晰。

  3. 5.9ἢ ἡ πρώτη ἡ ὡς φυσικοῖς αὐτοῖς ὑπάρχουσα

    与前面的 ἤτοι δηλωτικόν ἐστι... 形成呼应的析取从句,其中谓语(δηλωτικόν ἐστι)被承前省略。重复的冠词(ἡ πρώτη ἡ ... ὑπάρχουσα)使分词短语作定语修饰,意为“[或者表明]作为自然之物属于它们自身的首要运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:357.5-358.13