← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§355.34-357.4

普遍者与三段论中元素的借喻用法

亚历山大解释了亚里士多德为何将普遍者(如属、一与点)借喻为元素,辨析了作为构成要素共通点的“最初内在”在基底与述词两种情况下的不同含义,并疏通了关于证明与三段论之元素(第一格中借助单一中项的首要三段论)的正文与异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8#2

τὸ δὲ ἢ πᾶσιν ἢ τοῖς πλείστοις εἶπεν, ἐπεί τινες καὶ τὸ ὂν γένος ἀξιοῦσιν εἶναι· ὃ εἰ οὕτως ἔχοι, ἐν πᾶσιν ἂν εἴη ὁμοίως. καὶ τὸ ἓν καὶ τὴν στιγμὴν ἀρχὰς καὶ στοιχεῖά τισι δοκεῖ εἶναι, ἐπεὶ ἐλάχιστα καὶ ἀδιαίρετα πάντῃ· ἓν γὰρ λέγει τὸ ὡς μονάδα. ἐκ μὲν οὖν τούτων τὴν ἀρχὴν οὐδὲν συντίθεμεν· στοιχεῖον δὲ λέγουσιν αὐτὴν τῶν μεγεθῶν, διότι ἐν παντὶ μεγέθει ἐνυπάρχει. ἐκ δὲ τῶν μονάδων εἰ καὶ συντιθεμένων οἱ ἀριθμοί,1 ἀλλὰ ἄλλον τρόπον· οὐ γὰρ συνεχές τι ἐξ αὐτῶν γίνεται. δύναται τὸ ἓν λέγειν τὸ κοινόν, ὃ κατὰ πάντων τῶν ὄντων κατηγορεῖται. διὸ καὶ γένος αὐτὸ τῶν ὄντων γίνεσθαί φασιν, οἵπερ καὶ τὸ ὄν· κατὰ γὰρ τὸ ὑποκείμενον ταὐτὸ τό τε ἓν καὶ τὸ ὄν, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται. πῶς δὲ τὰ γένη ἁπλᾶ καὶ ἀδιαίρετα, αὐτὸς ἐδήλωσεν εἰπὼν οὐ γὰρ ἔστι λόγος αὐτῶν. διὰ τοῦτο δέ φησί τινας ἡγεῖσθαι μᾶλλον τὰ γένη τῶν διαφορῶν στοιχεῖα ἑκάστου, ὅτι καὶ κοινότερα· ἐν πλείοσι γὰρ καὶ ἁπλούστερα καὶ πρῶτα τοῦ ὁρισμοῦ. πᾶσι δέ φησι τοῖς στοιχείοις κοινὸν εἶναι τὸ πρῶτον ἐνυπάρχειν ἑκάστῳ. ὅτι δὲ μὴ ὁμοίως τὸ πρῶτον ἐνυπάρχον λαμβάνεται ἐν αὐτοῖς φανερόν· τὸ μὲν γὰρ ὡς ὑποκείμενόν τι καὶ μέρος τι πράγματος γιγνόμενον, ὃ δηλοῦται διὰ τοῦ ὁρισμοῦ τοῦ λέγοντος στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος ἀδιαιρέτου τῷ εἴδει, ὃν αὐτὸς ἀπέδωκεν ὡς ὄντα τοῦ κυρίως στοιχείου· τὸ δὲ ὡς κατηγορούμενον καὶ τοῦ μὲν ὁρισμοῦ γινόμενον μέρος, οὐ μὴν καὶ τοῦ ὑποκειμένου ὡς ὑποκειμένου· τοιαῦτα δὲ τὰ γένη. πῶς δέ ἐστι τῶν πολλαχῶς λεγομένων τὸ στοιχεῖον, εἰ κοινὸν ἅπασιν αὐτοῖς τὸ πρῶτον ἐνυπάρχειν; ἢ ὅτι τὸ μὲν κυρίως τὸ δὲ κατὰ τὴν πρὸς τὸ κυρίως λεγόμενον ὁμοιότητα. εἰπὼν δέ, ὡς ἐπὶ τῶν ἄλλων ἔχει τὰ στοιχεῖα, οὕτως ἔχειν καὶ ἐν ταῖς ἀποδείξεσι τὰς πρώτας ἀποδείξεις, πῶς τοῦτο εἶπεν ἐδήλωσεν ἐπενεγκὼν εἰσὶ δὲ τοιοῦτοι συλλογισμοὶ οἱ πρῶτοι τῶν τριῶν δι’ ἑνὸς μέσου,2 λέγων πρώτους τῶν τριῶν τοὺς ἐν τῷ πρώτῳ σχήματι τῶν τριῶν σχημάτων, οἷοι οἱ ἐν τῷ πρώτῳ πρῶτοι· κατὰ γὰρ τὴν ἐπὶ τοὺς ἐν τούτῳ τῷ σχήματι συλλογισμοὺς ἀναγωγὴν καὶ οἱ ἐν τοῖς ἄλλοις σχήμασι συλλογισμοὶ τὸ εἶναι ἔχουσι. δι’ ἑνὸς δὲ μέσου εἶπεν, ἵνα τοὺς ἁπλοῦς ἐν τῷ πρώτῳ σχήματι μηνύσῃ· δύνανται γὰρ ἐν τῷ πρώτῳ σχήματι καὶ σύνθετοι τινες γίνεσθαι συλλογισμοί, ἀλλ’ οὗτοι οὐκέτι δι’ ἑνὸς μέσου, πλείους τε εἰσὶ δυνάμει συλλογισμοί, καὶ οὐ πρῶτοι ἀλλὰ σύνθετοι. ἢ τὸ οἱ πρῶτοι τῶν τριῶν δι’ ἑνὸς μέσου ἴσον ἐστὶ τῷ οἱ πρῶτοι συλλογισμοί, ὧν ἐκ τριῶν γινομένων ὅρων εἷς μέσος γίνεται (πρώτη γὰρ ἀπόδειξις ἡ ἐκ τῶν ἀμέσων προτάσεων καὶ ὅρων σύγκειται τριῶν, ἑνὸς ἐξ αὐτῶν μέσου λαμβανομένου), οἵτινες τῷ πρῶτοι εἶναι ἐν ταῖς μετὰ ταῦτα ἀποδείξεσιν ἐνυπάρχουσι· τὰ γὰρ τῶν πρώτων συλλογισμῶν συμπεράσματα εἰς δεῖξιν λαμβάνεται τῶν δεικνυμένων ὕστερον. φέρεται δὲ ἔν τισιν ἀντιγράφοις καὶ τοιαύτη γραφή, οἱ πρῶτοι τῶν τριῶν μέσων· καὶ εἴη ἂν δι’ αὐτῆς λεγόμενον τὸ εἶναι στοιχεῖα τῶν ἀποδείξεών τε καὶ τῶν συλλογισμῶν τοὺς πρώτους τῶν τριῶν σχημάτων, οἳ γίνονται διὰ τριῶν μέσων· καθ’ ἕκαστον γὰρ σχῆμα ἄλλος ὁ μέσος, πρῶτοι δὲ ἐν ἑκάστῳ σχήματι οἱ ἐν ἑκάστῳ ἁπλοῖ· οὗτοι δέ εἰσιν οἱ δι’ ἑνὸς μέσου.

他说“或对一切事物,或对大多数事物”,是因为有些人把“存在”也看作一个属;而如果情况如此,它就会同样存在于一切事物之中。而且“一”和“点”在某些人看来也是原理和元素,因为它们是极小且在各方面都不可分的;因为他把犹如单子的东西称为“一”。从这些[点]出发,我们固然根本不合成任何东西,但人们称它为量度的元素,是因为它内在于一切量度之中。另一方面,即使数目是由单子合成的,也是以另一种方式;因为从它们之中产生不出任何连续之物。或者也可以把“一”解释为共通者,即对一切存在者加以述说之物。因此,正是那些也〔说〕“存在”〔是属〕的人,说它也成为存在者的属;因为正如在本书之前的一卷中所证明的那样,就基底而言,“一”与“存在”是同一的。至于诸属如何是单纯且不可分的,他自己通过说“因为它们没有定义”而表明了这一点。他说,正因如此,有些人认为属比种差更是各事物的元素,因为属更加共通;因为它们存在于更多的物中,更单纯,且在定义中是首要的。他说,对所有元素而言,共通之处在于作为首要者内在于各事物之中。然而显然,“作为首要之内在者”在它们之中并不是以相同方式被理解的;因为其一作为某种基底并作为事物的某一部分而生成,这由指出“元素被称作事物由之构成、作为首要且内在于其中的东西,且在形式上是不可分的”这一定义所表明,他本人给出这一定义就是作为严格意义上的元素的定义;其二则是作为被述说者,并作为定义的一部分生成,却绝非作为基底之基底的一部分;而诸属便是如此。但是,如果作为首要者内在于其中对它们全都是共通的,元素又如何属于以多种方式被述说者呢?难道不是因为其一处于严格意义,而另一者则是根据与严格意义所说之物的相似性吗?在说明了如同元素在其他事物上那样、第一位的证明在证明中也是如此之后,他通过补充“这类三段论就是通过一个中项的三者之中的第一类”,表明了他是如何表达这一点的;他所说的“三者之中的第一类”是指三个格中第一格中的三段论,即第一格中第一位的那些;因为通过向该格中的三段论还原,其他各格中的三段论才具有其存在。他说“通过一个中项”,是为了指明第一格中的单纯三段论;因为在第一格中也可以形成某些复合三段论,但这些三段论不再是通过一个中项的,潜能上是多个三段论,并非首要的而是复合的。或者,“通过一个中项的三者之中的第一类”等同于“那些由三个词项构成且其中一个成为中项的首要三段论”(因为第一位的证明是由直接前提和三个词项构成的,其中之一被作为中项),它们由于是第一位的而内在于后继的证明之中;因为第一批三段论的结论被取来用于后来所证明之物的证明。在某些抄本中也有这样的读法:“三个中项之中的第一类”;借助这一读法所表达的意思将是:证明和三段论的元素就是通过三个中项构成的三个格之中的第一类;因为在每个格中中项各不相同,而每个格中的第一类就是各格中的单纯三段论;而这些就是通过一个中项的三段论。

语法注2 条
  1. 5.8ἐκ δὲ τῶν μονάδων εἰ καὶ συντιθεμένων οἱ ἀριθμοί

    带有 εἰ καί 的属格分词结构(ἐκ τῶν μονάδων συντιθεμένων)构成条件/让步从句,其限定动词(省略了 συντίθενται 或 εἰσί)被省略。结构上应理解为“即使数目是由单子合成的”。

  2. 5.8οἱ πρῶτοι τῶν τριῶν δι’ ἑνὸς μέσου

    亚历山大对亚里士多德正文(1014a36)给出了两种句法分析:(1) 将 τῶν τριῶν 理解为省略了 σχημάτων(“格”),意为“三个格中属于第一格的、且通过一个中项的三段论”;(2) 将 τῶν τριῶν 理解为 ὅρων(“词项”),意为“由三个词项构成且其中之一为中项的首要三段论”。各语言译文均如实反映了这两种分析结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:355.34-357.4