← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§354.26-355.34

元素的严格定义与各种具体应用

围绕亚里士多德《形而上学》卷Δ第3章(1014a26)关于“元素”的严格定义(作为首要的、内在的且在形式上不可分之物),亚历山大考察了文本异文,分析了物体、语音与几何证明中的元素,并阐明了该词向最普遍的属的借喻性引申。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.8#1

" Στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος." Ὅτι τὸ στοιχεῖον πολλαχῶς λέγεται, ἔδειξε, τοῦ μὲν κυρίως λεγομένου στοιχείου λόγον ἀποδιδούς, ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος, ἀδιαιρέτου τῷ εἴδει· οὐ γὰρ κατὰ τὸ ποσὸν ἀδιαίρετον τὸ στοιχεῖον, ἀλλὰ κατὰ τὸ εἶδός ἐστιν. γράφεται δὲ καὶ ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος καὶ ἀδιαιρέτου εἰς τὸ αὐτὸ εἶδος. ἂν μὲν οὖν ᾖ ἡ γραφὴ ἡ πρώτη, γνώριμον τὸ λεγόμενον· ἀδιαίρετον γὰρ τὸ στοιχεῖον εἰς ἕτερα καὶ διαφέροντα εἴδη. οὔτε γὰρ τὸ πῦρ εἰς ἀνομοειδῆ διαιρεῖται οὔτε τι τῶν ἄλλων τῶν ἁπλῶν· ἡ δὲ συλλαβὴ οὐ στοιχεῖον τοῦ λόγου, ἐπεὶ διαιρεῖται εἰς τὰ γράμματα ἀνομοειδῆ ὄντα, τῷ δὲ ἀδιαίρετα εἶναι οὐδὲ εἰς ἕτερα τῷ εἴδει διαιρεῖται.1 καὶ χωρὶς δὲ τοῦ προσκεῖσθαι εἰς ἕτερον εἶδος ταὐτὸν ἐσημαίνετο καὶ ὑπὸ τοῦ ἀδιαιρέτου τῷ εἴδει· τὸ γὰρ ἀδιαίρετον κατ’ εἶδος οὐχ οἷόν τε εἰς ἕτερον εἶδος διαιρεθῆναι. ἂν δὲ εἰς τὸ αὐτὸ εἶδος, λέγοι ἂν εἰς στοιχεῖα. δεῖ γὰρ τὸ στοιχεῖον ἀδιαίρετον εἶναι εἰς στοιχεῖα· οὐ γὰρ ἂν ἔτι στοιχεῖον εἴη διαιρούμενον. τὸ δὲ ἀλλὰ κἂν διαιρῆται, τὰ μόρια ὁμοειδῆ παρέλκοι ἄν·2 δεδήλωται γὰρ τοῦτο διὰ τοῦ εἰρῆσθαι τὸ στοιχεῖον ἀδιαίρετον εἶναι τῷ εἴδει· τὸ γὰρ οὕτως ἀδιαίρετον δῆλον ὅτι, ἂν διαιρῆται, εἰς ὁμοειδῆ καὶ ὁμοιομερῆ διαιρεθήσεται. τὸ δὲ ὁμοίως δὲ καὶ τὰ τῶν σωμάτων στοιχεῖα λέγουσι λέγοι ἂν περὶ τῶν τὰς ἀτόμους στοιχεῖα τῶν συνθέτων σωμάτων ποιούντων, καὶ περὶ Ἐμπεδοκλέους ἐκ τῶν τεσσάρων τἆλλα γεννῶντος, καὶ περὶ τῶν ἕν τι σῶμα στοιχεῖον ποιούντων, ἢ τῶν τεσσάρων ἢ τὸ μεταξύ· κατὰ πάντας γὰρ τούτους τὰ στοιχεῖα ἀδιαίρετα κατ’ εἶδος, κατὰ δὲ τοὺς ταῖς ἀτόμοις στοιχείοις χρωμένους καὶ κατὰ μέγεθος ἀδιαίρετα τὰ στοιχεῖα, οὐ κατ’ εἶδος μόνον. φωνῆς δὲ στοιχεῖα οὐ τὰ μέρη τῶν συλλαβῶν ἔοικε λέγειν· ἐκεῖνα μὲν γὰρ τῶν ὀνομάτων καὶ τοῦ λόγου μέρη, τῆς δὲ φωνῆς ἰδίως οἱ φθόγγοι τε καὶ οἱ ψόφοι μέρη τε καὶ στοιχεῖα οἱ ἁπλοῖ καὶ μηκέτι εἰς διαφέροντας διαιρούμενοι. ὁμοίως δὲ τοῖς προειρημένοις φησὶ καὶ τὰ τῶν διαγραμμάτων στοιχεῖα λέγεσθαι καὶ καθόλου τὰ τῶν ἀποδείξεων· τῷ γὰρ πρῶτα εἶναι καὶ ἁπλᾶ καὶ ἐνυπάρχοντα τοῖς μετ’ αὐτά, τούτῳ καὶ τὰ ἐν γεωμετρίᾳ στοιχεῖα λέγεσθαι, οὐκ ἐκ συνθέσεως ἄλλων ὄντα, οὐδὲ διαιρούμενα εἰς ἕτερα τῷ εἴδει ἐν ταῖς ἀποδείξεσιν· αἱ γὰρ πρῶται καὶ ὡς ἀρχαὶ ἀποδείξεις οὐκέτι εἰς ἀποδείξεις διαιροῦνται. προστίθησι δὲ ὅτι καὶ μεταφέροντες ἀπὸ τοῦ προειρημένου στοιχείου λέγουσι καὶ κατὰ τὴν πρὸς τοῦτο ὁμοιότητα στοιχεῖον, ὃ ἂν ἓν ὂν καὶ μικρὸν ἐπὶ πολλὰ ᾖ χρήσιμον· οὐ γὰρ ἔτι τὸ τοιοῦτον κυρίως στοιχεῖον, εἴ γε τὸ μὲν στοιχεῖον ἐξ οὗ σύγκειται ἐνυπάρχοντος πρώτου, τὰ δὲ νῦν λεγόμενα οὐ τοιαῦτα. οὕτω τὸ μικρὸν καὶ ἁπλοῦν καὶ ἀδιαίρετον στοιχεῖον λέγεται. καὶ τίνα ἐστὶ τὰ κατὰ μεταφορὰν λεγόμενα, ἑξῆς λέγει, ὅθεν ἐλήλυθε τὰ μάλιστα καθόλου στοιχεῖα εἶναι (λέγοι δ’ ἂν τὰ ἀνωτάτω γένη), ἐπεὶ ἕκαστον αὐτῶν ἓν ὂν καὶ ἁπλοῦν ἐν πολλοῖς ἐστιν, οὐκέτ’ ὂν ἀδιαίρετον κατ’ εἶδος, οἷον τὸ κυρίως στοιχεῖον, ἀλλ’ ὅτι ἐστὶν ἐν πᾶσι τοῖς ὑπ’ αὐτό· ἁπλοῦν δέ, ὅτι μηδὲ ὁρισμός ἐστι τῶν πρώτων γενῶν, ἀλλ’ οὐχ ὡς ἀδιαίρετον.

“元素被称作事物由之构成、作为首要且内在于其中的东西,”他表明“元素”是以多种方式被述说的,并给出了严格意义上所说的元素的定义,即“事物由之构成、作为首要且内在于其中的东西,且在形式上是不可分的”;因为元素并非在数量上不可分,而是在形式上不可分。另外也有写作为“在形式上不可分入另一形式”以及“不可分入同一形式”的异文。如果第一种读法成立,所言之事是清楚的;因为元素不可分入其他不同的形式。火既不被分割为形式不同的事物,其他任何单纯物体也是如此;但音节并非言语的元素,因为它被分割为形式不同的字母,而[字母]由于自身不可分,也不被分割为形式不同的其他事物。即使不加上“入另一形式”,借由“在形式上不可分”也表达了同样的意思;因为在形式上不可分者不可能被分割为另一形式。但如果读作“入同一形式”,他所说的指的当是“入元素”。因为元素必然不可被分割为元素;因为若被分割,它就不再是元素了。另一方面,“但即使被分割,其各部分也是同形式的”这句表述则将是多余的;因为这一点已通过说明元素在形式上不可分而表明了;因为显然,以这种方式不可分者若被分割,将被分割为同形式且同质的部分。至于“同样地,人们也谈论物体的元素”这句表述,他所说的可能是指那些把原子作为复合物体的元素的人,是指从四元素中生成其余事物的恩培多克勒,以及那些把某种单一物体——无论是四者之一还是中间物——作为元素的人;因为依照所有这些人的观点,元素在形式上都是不可分的,而依照那些以原子为元素的人,元素不仅在形式上、而且在量度上也是不可分的。至于声音的元素,他看来指的不是音节的部分;因为那些是名词和言语的部分,而对于声音本身而言,单纯且不再被分割为不同声音的语音与响声才是其部分与元素。他说,与前述事物相类似地,图形的元素以及普遍而言证明的元素也是这样被称呼的;因为正由于它们是第一位的、单纯的且内在于其后继者之中的,几何学中的元素才以此缘由被如此称呼,它们并非出于其他事物的结合,在证明中也不被分割为形式不同的其他事物;因为作为原理的第一位证明不再被分割为证明。他又补充说,人们从前述的元素引申开来,根据与此的相似性,把凡是单一、微小且对许多事物有用的东西也称为元素;因为此类事物不再是严格意义上的元素,如果严格的元素确实是“事物由之构成、作为首要且内在于其中的东西”,而现在所说的这些事物并非如此。因此,微小的、单纯的且不可分的东西被称为元素。至于依借喻而述说的事物是什么,他接着加以说明,这就是最普遍的事物被当作元素(他指的当是最高属)的由来,因为它们之中的每一者作为单一且单纯的东西存在于许多事物之中,不再是像严格意义上的元素那样在形式上不可分,而是因为它存在于其下的一切事物之中;而所谓单纯,是因为最初的属甚至没有定义,但并非指不可分割。

语法注2 条
  1. 5.8τῷ δὲ ἀδιαίρετα εἶναι οὐδὲ εἰς ἕτερα τῷ εἴδει διαιρεῖται

    τῷ ἀδιαίρετα εἶναι 是带有定冠词的不定式与格,表示原因或理由;其主语承接前文的 τὰ γράμματα(字母)。此处构成对照:音节会分割为形式不同的字母,而字母自身因具有不可分性,故也不会再分割为其他不同形式的事物。

  2. 5.8παρέλκοι ἄν

    παρέλκω 带有 ἄν 的潜能祈愿语气,意为“将是多余的/冗赘的”。亚历山大借此指出,后文所附带的“即使被分割,其部分也是同形式的”这句说明便成了同义反复的冗笔,因为形式上的不可分性已然包含了这一含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:354.26-355.34