- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:353.5-354.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《形而上学》卷五第二章指出,原因的诸种方式(切近/疏远、自身/偶性)同样适用于其结果与偶性,且这些区分相互结合最终归结为六种普遍方式及潜能与现实的双重性;亚历山大对此进行注解,并阐释了现实原因与其结果之间的共存性。
" Ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις.1" Ὁμοίως, φησί, τοῖς ἐπὶ τῶν αἰτίων εἰρημένοις λεχθήσεται καὶ τὰ ἐφ’ ὧν αἴτια τὰ αἴτια, τουτέστι τὰ αἰτιατά· τούτοις γὰρ αἴτια τὰ αἴτια. ὁμοίως δὲ διὰ τὸ καὶ ἐπὶ τούτων τὰ μέν τινα προσεχῶς τὰ δὲ κοινότερόν τε καὶ πορρωτέρω ῥηθήσεσθαι. αἰτιατὸν γὰρ προσεχέστερον μὲν ὅδε ὁ ἀνδριάς· τούτου γὰρ ἦν αἰτία καὶ ὡς ὕλη τι καὶ ὡς ποιητικόν τι καὶ ὡς τέλος. ὅδε δὴ ὁ ἀνδριὰς προσεχέστερον αἰτιατὸν τοῦ ἁπλῶς καὶ κοινῶς ἀνδριάντος, καὶ πάλιν ἀνδριὰς εἰκόνος· καὶ γὰρ ἡ εἰκὼν τοῦ ἀνδριάντος κοινότερον. τὸ δὲ καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης2 δύναται μὲν καὶ ἐπὶ τοῦ αἰτίου λέγεσθαι· ὅδε γὰρ ὁ χαλκὸς ὡς ὕλη αἴτιον προσεχέστερον τῷ ἀνδριάντι, χαλκὸς δὲ καὶ ὕλη πορρωτέρω, ὥστε ὁμοίως τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ἔχει τὸ προσεχές τε καὶ τὸ πορρωτέρω· δύναται δὲ καὶ νῦν τὸν χαλκὸν μὴ ὡς αἴτιον ἀλλ’ ὡς αἰτιατὸν λαμβάνειν. καὶ εἴη ἂν ἡ μὲν μεταλλικὴ αἰτία ποιητικὴ τοῦ χαλκοῦ, ὁμοίως καὶ τὸ ὑποκείμενον τῷ χαλκῷ ὑλικὸν αὐτῷ αἴτιον, αἰτιατὸν δὲ ὁ χαλκός, ὅ ἐστιν ἄλλου ὕλη τε καὶ αἰτία, ἄλλου ποίημα. προσεχῶς μὲν οὖν ποίημα καὶ αἰτιατὸν τοῦ μεταλλέως ὅδε ὁ χαλκός, πορρωτέρω δὲ χαλκός, καὶ ἔτι πορρωτέρω ὕλη ὅλως. ὁμοίως δέ φησιν ἕξειν καὶ ἐπὶ τῶν συμβεβηκότων τοῖς αἰτιατοῖς· τὰ γὰρ τοῖς αἰτιατοῖς συμβεβηκότα καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἰτιατά τε καὶ γινόμενα· καὶ γὰρ τούτων τὰ μὲν ἐγγυτέρω τὰ δὲ πορρωτέρω ἔσται, ἐγγυτέρω μὲν τὰ τοῖς αἰτιατοῖς τοῖς πρώτοις συμβεβηκότα, οἷον τὰ τῷδε τῷ ἀνδριάντι ἢ τῷδε τῷ χαλκῷ, πορρωτέρω δὲ τὰ εἴδη καὶ τὰ τούτων γένη· τόδε μὲν γὰρ τὸ ἐρυθρὸν ἐγγυτέρω κατὰ συμβεβηκὸς αἰτιατόν, εἰ εἴη τοῦτο ἀνδριάντι, πορρωτέρω δὲ ἁπλῶς τὸ ἐρυθρόν, καὶ ἔτι μᾶλλον τὸ χρῶμα.
“同样,对应于上述诸点,也将谈及那些原因作为其原因的事物。” 他说道,正如关于原因所说的那样,也将谈及那些原因作为其原因的事物,也就是结果;因为原因乃是这些事物的原因。而之所以说“同样”,是因为在这些事物上,有一些也将被切近地述说,而另一些则被更具普遍性地且更疏远地述说。因为更切近的结果乃是这座雕像;因为对于它而言,作为质料、作为动力以及作为目的,都有某种原因存在。这座具体的雕像比起单纯且共同而言的雕像来,乃是更切近的结果,而雕像又比画像更为切近;因为画像比雕像更为普遍。而“以及这块青铜的、或青铜的、或泛指质料的”这句表述,固然也可以就原因而言被述说;因为这块青铜作为质料乃是雕像更切近的原因,而青铜和质料则是更疏远的原因,以至于原因与结果在切近与疏远上具有类似的关系;但另一方面,现在也可以把青铜不看作原因,而看作结果。于是采矿术将是青铜的动力因,同样处于青铜之下的基底则是其质料因,而青铜则是结果——它对于一者而言是质料与原因,对于另一者而言则是所造物(产品)。因此,矿工切近的产品与结果乃是这块青铜,较疏远的是青铜,更疏远的则是泛指的质料。他说,在依附于结果的偶性事物上情况也将类似;因为依附于结果的偶性事物,它们自身也是偶性的结果和生成之物;因为在这些事物中,有一些将更切近,另一些将更疏远:依附于第一位结果的事物,例如依附于这座雕像或这块青铜的事物更为切近,而它们的种和属则更为疏远;因为这一具体的红色如果是雕像上的,便是更切近的偶性结果,单纯的红色则更为疏远,而颜色还要更加疏远。
"Ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται." Τὸν μὲν τρόπον τῆς συμπλοκῆς αὐτὸς ἐδήλωσε συμπλέξας τὸ κατὰ συμβεβηκὸς αἴτιον τῷ καθ’ αὑτό, τὸν Πολύκλειτον τῷ ἀνδριαντοποιῷ· ἔστι δὲ συμπλέκειν καὶ τὰ προσεχῆ τῶν καθ’ αὑτὰ τοῖς προσεχέσι τῶν κατὰ συμβεβηκὸς καὶ τὰ κοινότερα τοῖς κοινοτέροις καὶ ἐναλλάξ. ἀλλ’ ὅμως πάντα ταῦτά ἐστι τὸ μὲν πλῆθος ἕξ. τὰς κοινὰς καὶ καθολικὰς τῶν διαφορῶν τῶν κατὰ τοὺς τρόπους τῶν αἰτίων ἕξ φησιν εἶναι, ὧν ἓξ ἕκαστον διχῶς λέγεσθαι. εἰσὶ δὲ αἱ μὲν ἓξ διαφοραί, ἃς ἐκτίθεται, δύο μὲν ἐπὶ τῶν κυρίως λεγομένων αἰτίων· ἐφ’ ἑκάστου γὰρ αὐτῶν ἢ ὡς τὸ καθ’ ἕκαστον καὶ προσεχές, ἢ ὡς τὸ γένος αὐτοῦ. δύο δὲ πάλιν ἐπὶ τῶν συμβεβηκότων· καὶ γὰρ ἐπὶ τούτων ἢ τὰ καθ’ ἕκαστα ἢ τὰ γένη τούτων. καὶ ἄλλαι δύο· ἢ γὰρ ὡς συμπλεκόμενα ἀλλήλοις τὰ καθ’ αὑτὰ τοῖς κατὰ συμβεβηκός, ὡς εἶπεν, ἢ ἁπλῶς καὶ ἰδίᾳ καθ’ αὑτὸ ἕκαστον. ἕκαστον δὲ τούτων τῶν ἓξ διχῶς ῥηθήσεται· ἢ γὰρ ὡς ἐνεργοῦν ἢ ὡς δυνάμενον ἐνεργεῖν. προστίθησι δὲ καὶ τὴν διαφορὰν τοῦ τε κατὰ δύναμιν καὶ τοῦ κατ’ ἐνέργειαν αἰτίου, λέγων διαφέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ’ ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια.3 λέγει διαφορὰν εἶναι τῶν ἐνεργούντων αἰτίων πρὸς τὰ κατὰ δύναμιν, ὅτι τὰ μὲν ἐνεργοῦντα ἅμα τοῖς αἰτιατοῖς, περὶ ἃ ἡ ἐνέργεια αὐτῶν, καὶ ἔστι καὶ οὐκ ἔστιν, οὐκέτι δὲ ὡσαύτως ἔχει τὰ κατὰ δύναμιν· οὐ γὰρ ἀνάγκη συνυπάρχειν τὰ οὕτω λεγόμενα ἀλλήλοις. εἰπὼν δὲ ἐνεργοῦντα, προσέθηκε καὶ τὰ καθ’ ἕκαστα, ὧν δηλωτικά ἐστι τὰ ἐνεργοῦντά τε καὶ τὰ ἐνεργούμενα· τὰ γὰρ καθ’ ἕκαστά ἐστι καὶ τὰ ἐνεργοῦντά τε καὶ τὰ ἐνεργούμενα· ὅδε γὰρ ὁ οἰκοδόμος οἰκοδομεῖ καὶ ἥδε ἡ οἰκία οἰκοδομεῖται, καὶ εἰ οἰκοδομεῖ ὁ οἰκοδόμος, δεῖ εἶναι καὶ τὴν οἰκοδομουμένην οἰκίαν. οὐκέτι δὲ ἂν ᾖ ὁ δυνάμενος οἰκοδομεῖν, ἤδη δεῖ εἶναι καὶ οἰκοδομουμένην τινὰ οἰκίαν. ἀλλ’ οὐδὲ φθαρέντος τοῦ οἰκοδόμου τοῦ κατὰ δύναμιν αἰτίου τῇ οἰκίᾳ ἀνάγκη φθείρεσθαι καὶ τὴν ὑπ’ αὐτοῦ γεγονυῖαν οἰκίαν. ὥστε οὔτε ἔστιν ἅμα ἀλλήλοις ἐξ ἀνάγκης τὰ οὕτως αἴτια οὔτε φθείρεται.
“此外,这些与那些也将结合起来被述说。” 关于结合的方式,他自己通过将偶性原因与自身原因相结合、将波利克莱托斯与雕塑家相结合而作了阐明;但也可以将自身原因中的切近者与偶性原因中的切近者相结合,将更普遍的与更普遍的相结合,以及交错地相结合。然而,所有这些在数目上总共有六种。他说,依照原因方式而来的共同且普遍的差异共有六种,这六种之中的每一种都以两种方式被述说。他所陈述的六种差异如下:在严格意义上所说的原因上有两种;因为在它们之中的每一者上,或者作为个别且切近者,或者作为其属。在偶性原因上同样又有两种;因为在这些事物上,或者作为个别事物,或者作为它们的属。还有另外两种:因为正如他所说,或者作为自身原因与偶性原因彼此结合,或者作为每一者单纯且各自单独成立。而这六种之中的每一种都将以两种方式被述说:或者作为现实活动着的,或者作为具备活动潜能的。他还补充了潜能原因与现实原因之间的差异,说道:“而它们在如下这一点上有所差异:现实活动着的以及个别的原因,与它们作为其原因的事物同在且同不在。”他说,现实原因相对于潜能原因的差异在于,现实原因与它们的活动所围绕的结果同在且同不在,但潜能原因不再具有同样的情况;因为如此被述说的事物彼此共同存在并非必然。他在说了“现实活动着的”之后,又补充了“个别事物”,现实活动之物与承受活动之物都指明了个别事物;因为现实活动之物与承受活动之物确实都是个别事物;因为正是这位建筑匠在建造,这座房屋在被建造,而且如果建筑匠在建造,必然有正在被建造的房屋存在。然而,如果存在着能够建造的人,并不立刻必然有某座正在被建造的房屋存在。甚至,当作为房屋的潜能原因的建筑匠消亡时,由他所造出的房屋也绝非必然一同消亡。因此,如此作为原因的事物既非必然彼此同在,也非必然一同消亡。
- 5.6ἐφ’ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις
介词短语 ἐφ’ ὧν αἴτια τὰ αἴτια 包含关系从句,意为“诸原因作为其原因的事物”,即“结果”(αἰτιατά)。句末的与格 τοῖς εἰρημένοις 由副词 ὁμοίως 支配,作表示比较或对应的与格(“与此前所说的相对应地”)。
- 5.6τὸ δὲ καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης
中性定冠词 τὸ 将亚里士多德原文中的词组(καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης)名词化,作为主语,支配后面的主谓结构 δύναται ... λέγεσθαι(“‘这块青铜的……’这一表述能够被述说”)。
- 5.7ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια
引文中的句法结构:副词 ἅμα(同时)之后接谓语 ἔστι καὶ οὐκ ἔστι(存在且不存在),随后的 καὶ ὧν αἴτια 起到呼应连词作用(ἅμα ... καί),连接包含先行词的关系分句 ὧν αἴτια[ἐστι](“与它们作为其原因的事物一同”)。亚历山大在紧接的下文中通过“ἅμα τοῖς αἰτιατοῖς ... καὶ ἔστι καὶ οὐκ ἔστιν”清晰地对这一结构作了意译阐释。
