- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:352.9-353.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德论述原因之繁多方式(直接与后继、普遍与个别、本义与偶性、潜能与现实)之处(1013b29),亚历山大梳理并阐明了这些方式如何被归结为六个上位大类以及潜能与现实之双重区分的结构。
" Τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί." Τρόπους τῶν αἰτίων λέγει τὰς κατὰ τὴν ἀπόδοσιν αὐτῶν διαφοράς, ὡς καὶ αὐτὸς ἐδήλωσεν ἐπενεγκὼν λέγεται γὰρ τὰ αἴτια πολλαχῶς. κατὰ μὲν οὖν τὸν ἀριθμὸν πλείους φησὶν εἶναι τοὺς τρόπους, ἀναγομένους μέντοι εἰς τὰ κοινὰ καὶ καθόλου ἐλάττους γίνεσθαι, ὥστε εἰς ἓξ ἀνάγεσθαι γένη αἰτίων πάντας τοὺς τρόπους, ὧν ἕκαστον διχῶς λέγεσθαι, ἢ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν, ὡς δείξει. πρῶτον δὲ τίνες οἱ τρόποι τῶν αἰτίων καὶ ὅτι πλείους δείκνυσι. διαφέρει γὰρ ἡ τῶν αἰτίων ἀπόδοσις ἢ τῷ προσεχῶς ἀποδίδοσθαι καὶ πρότερον, ἢ τῷ μὴ προσεχῶς ἀλλ’ ὑστέρως· ὕστερα γὰρ τὰ εἴδη καὶ γένη τῶν προσεχῶς αἰτίων αἴτια ἐκείνων.1 τὸ γὰρ περιέχον τὸ προσεχὲς καὶ ἐπὶ πλέον αὐτοῦ ὂν ὕστερον ἀεὶ ἐκείνου· καὶ τοῦτο ὁμοίως καθ’ ἕκαστον εἶδος αἰτίων, ἐπὶ τοῦ ὑλικοῦ, ἐπὶ τοῦ κατὰ τὸ εἶδος, ὁμοίως ἐπὶ τῶν ἄλλων. καὶ ἔστι τοῦτο καὶ ἐπὶ τῶν ὁμοειδῶν αὐτῶν, τὸ προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου λέγεσθαι αἰτίου. ὁμοειδῆ γὰρ τά τε ὑλικὰ ἀλλήλοις τὰ πρότερα τοῖς ὑστέροις, ὁμοίως πάλιν τὰ εἰδικὰ ἀλλήλοις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὅμοιός ἐστι τρόπος τοῦ αἰτίου καὶ τὸ κατὰ συμβεβηκός· τὰ γὰρ τοῖς κυρίοις αἰτίοις συμβεβηκότα, ἢ οἷς τὰ κυρίως αἴτια συμβέβηκε,2 ταῦτα κατὰ συμβεβηκὸς αἴτια λέγεται. καὶ ἔτι τὰ αὐτῶν τούτων γένη· ἔστι μὲν γὰρ τοῦ ἀνδριάντος κυρίως αἴτιος ὁ ἀνδριαντοποιός· ἀλλ’ ἐπειδὴ συμβέβηκε τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἶναι, ὁ δὲ Πολύκλειτος ἄνθρωπός ἐστι κατὰ συμβεβηκός, καὶ ὁ Πολύκλειτος αἴτιος τοῦ ἀνδριάντος καὶ ἄνθρωπος καὶ ζῷον. καὶ ἐν τοῖς κατὰ συμβεβηκὸς δὲ αἰτίοις ἄλλα ἄλλων ἐστὶν ἐγγύτερον· ἐγγύτερον γὰρ ὁ Πολύκλειτος τοῦ ἀνδριάντος ἢ ὁ ἄνθρωπος. ἔτι δὲ μᾶλλον τῶν ἐγγυτέρω καὶ πορρωτέρω κατὰ συμβεβηκὸς αἰτίων τὴν διαφορὰν αὐτὸς ἔδειξε δι’ ὧν παρέθετο παραδειγμάτων· ὁ γὰρ Πολύκλειτος καίτοι κατὰ συμβεβηκὸς ὢν αἴτιος οὐχ ὁμοίως αἴτιος τοῦ ἀνδριάντος καὶ τὰ Πολυκλείτῳ συμβεβηκότα, οἷον τὸ λευκὸν ἢ μουσικόν· ῥηθήσεται μὲν γὰρ κατὰ συμβεβηκὸς αἴτια καὶ ταῦτα, ἀλλὰ πορρωτέρω τοῦ Πολυκλείτου. ἐκτίθεται δὲ τρόπων διαφορὰν ἐν τοῖς αἰτίοις καθολικὴν καὶ τὴν κατὰ δύναμιν καὶ ἐνέργειαν· ἄλλως γὰρ ὁ δυνάμενος αἴτιος καὶ ἄλλως ὁ ἐνεργῶν ἤδη. καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὸ καθ’ ἕκαστον.3 λέγει τὸ προσεχὲς αἴτιον· τοῦτο γὰρ οὐ κοινόν, ὥσπερ τὰ περιέχοντα αὐτό.
“而原因的方式在数目上是繁多的。” 他所说的“原因的方式”,是指依照它们的指明(规定)而来的诸种差异,正如他自己追加说明“因为原因是以多种方式被述说的”所表明的那样。因此,他说虽然在数目上这些方式较多,但当被归结为共同的和普遍的诸方式时,它们就变得较少了,以至于所有方式都归结为原因的六个属,正如他将要展示的那样,其中每一属都以两种方式被述说,或依照现实或依照潜能。首先,他指明原因的方式是哪些,并指出它们较多。因为原因的指明有所不同,或者在于被直接地(切近地)且在先地指明,或者在于不是直接地而是后继地被指明;因为切近原因的种和属对于那些[结果]而言是后继的原因。因为包摄切近者且外延大于切近者的事物,总是后于切近者;而在每一原因的种类上同样如此,在质料因上,在依照形式的原因上,在其余原因上都同样如此。而且这种情况,即一原因相对于另一原因被称为在先或后继,也存在于同类原因自身之中。因为在质料因中,在先者与后继者彼此是同类的,同样形式因之间也彼此是同类的,在其余原因上同样如此。偶性原因的方式与此类似;因为依附于本义原因的事物,或者本义原因所依附的事物,都被称为偶性原因。此外还有这些事物自身的属;因为雕像的本义原因是雕塑家;但由于对于雕塑家而言碰巧是波利克莱托斯,而波利克莱托斯是人,所以在偶性上波利克莱托斯也是雕像的原因,人与动物亦然。而在偶性原因之中,有一些也比另一些更切近;因为波利克莱托斯比人更切近于雕像。通过他所列举的例证,他自己更加清楚地展示了更切近与更疏远的偶性原因之间的差异;因为波利克莱托斯虽是偶性原因,但他作为雕像的原因,并不等同于那些依附于波利克莱托斯的事物,如白或懂音乐;因为这些固然也将被称为偶性原因,但比波利克莱托斯更为疏远。他还在诸原因中阐明了依潜能和现实而来的方式差异这一普遍差异;因为具备潜能的原因与已处于实现状态的原因以不同的方式成为原因。“并且总是将包摄者相对于个别事物[述说]”。他所说的〔个别事物〕是切近的原因;因为这并不像包摄它的那些事物那样是共同的。
- 5.5ὕστερα γὰρ τὰ εἴδη καὶ γένη τῶν προσεχῶς αἰτίων αἴτια ἐκείνων
αἴτια 用作表语名词,ἐκείνων 则是依附于 αἴτια 的宾格性属格,指的不是近因自身,而是结果(即近因所产生的事物)。该句表明切近原因的种和属对于那些结果而言同样构成原因,但相对于近因而言只是“后继的(间接的)”原因。
- 5.5τὰ γὰρ τοῖς κυρίοις αἰτίοις συμβεβηκότα, ἢ οἷς τὰ κυρίως αἴτια συμβέβηκε
该并列结构阐明了偶性原因的两个方向。前者 τοῖς κυρίοις αἰτίοις συμβεβηκότα 指“依附于本义原因的事物”(例如附属于雕塑家的波利克莱托斯这一身份或白色);后者 οἷς τὰ κυρίως αἴτια συμβέβηκε 指“本义原因所依附的载体”(例如雕塑家这一技术依附于人或波利克莱托斯身上)。
- 5.5καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὸ καθ’ ἕκαστον
此处为脱胎于亚里士多德原文(约 1013b35 上下文)的摘要性引语(短文句)。紧随其后的注解文“λέγει τὸ προσεχὲς αἴτιον…”表明该句省略了主要谓语动词(如 λέγεται),表达的是“包摄性的普遍原因总是相对于个别(切近)事物而被述说”的对应关系。
