← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§351.1-352.8

诸原因向四种基本方式的归结及其例证

亚历山大注解了亚里士多德将诸原因归结为四种最明显方式的论述(1013b16),对正文语句连接的两种可能结构作出解释,并具体阐析了质料、形式(作为整体与结合)、作用因及目的(作为善)的例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4

" Ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέσσαρας τρόπους πίπτει τοὺς φανερωτάτους." Ταύτῃ τῇ λέξει ἀκόλουθος μέν ἐστιν ἡ λέγουσα τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, ἐν μέσῳ δὲ εἴρηται ἡ λέξις περὶ τῶν ὑποκειμένων διαίρεσιν ἔχουσα τῶν ὑλικῶν αἰτίων, ἧς ἡ ἀρχὴ τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν, ἤτοι πρῶτον ἐξαριθμουμένου καὶ διδάσκοντος ἡμᾶς τὰς κατὰ τὸ ὑποκείμενον διαφοράς (ἄλλως γὰρ ἡ κυρίως ὕλη τοῖς ἐξ αὐτῆς ὑπόκειται, καὶ ἄλλως τὰ στοιχεῖα τῇ συλλαβῇ καὶ αἱ προτάσεις τῷ συμπεράσματι. ἡ μὲν1 γὰρ ὕλη κατὰ τὴν ἀλλοίωσιν δέχεται τὸ εἶδος, σκευαστὰ δὲ εἶπε τὰ μὴ διὰ συνθέσεως τῆς κατὰ τὴν τοῦ εἴδους μεταβολὴν γινόμενα· τὰ δὲ στοιχεῖα κατὰ σύνθεσιν τῶν συλλαβῶν γίνεται, τὰ δὲ ἁπλῶς σώματα κατὰ σύνθεσιν καὶ ἀλλοίωσιν, αἱ δὲ προτάσεις καὶ αὐταὶ κατὰ σύνθεσιν αἴτιαι τοῦ ὅλου συλλογισμοῦ· τοῦ γὰρ συμπεράσματος οὐχ ὡς ὕλη ἐστὶν αἰτία, ἀλλ’ ὡς ποιητικὸν εἶεν ἂν αἴτιον·2 καὶ ἔστιν ἐν τῷ ὅλῳ συλλογισμῷ ὡς ὕλη μὲν αἱ προτάσεις, ὡς δὲ εἶδος τὸ συμπέρασμα)· ἢ οὖν πρὸ τοῦ τὸν ἀριθμὸν ἐκτίθεσθαι τῶν αἰτίων ἐδίδαξεν ἡμᾶς διὰ τῆς λέξεως, ἢ ἤρξατο μὲν ὡς ἀποδώσων ἑκάστῳ τῶν αἰτίων τὸ οἰκεῖον παράδειγμα, πλείοσι δὲ χρησάμενος ἐπὶ τοῦ ὑλικοῦ παραδείγμασιν, ἐπεὶ καὶ πλείων ἐν τούτοις ἡ διαφορά, ἐπήνεγκεν ἀναλαβὼν τὸ τούτων δέ· καὶ οὕτως πάλιν ἀρξάμενος ἀπ’ ἀρχῆς διὰ συντόμων τὸ οἰκεῖον ἀποδίδωσιν ἑκάστῳ, μνημονεύσας διὰ τῶν τῆς ὕλης παραδειγμάτων ἅμα καὶ τῶν εἰδῶν, οἷς ἡ ὕλη ὑπόκειται, ἃ καὶ αὐτά ἐστιν αἴτια. διὰ γὰρ τοῦ τὰ μὲν στοιχεῖα τῶν συλλαβῶν ἀμφοτέρων ἐμνημόνευσε. τούτων δέ, φησί, τῶν εἰρημένων, τὰ μὲν ὡς τὸ ὑποκείμενον, αὐτῶν τῶν προειρημένων τὴν διαίρεσιν ποιούμενος (τῶν γὰρ προειρημένων τὰ μὲν αἴτιά ἐστιν ὡς ὕλη, τὰ δὲ ὡς εἶδος), τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος. ὅλον δὲ οὐ τὸ σὺν τοῖς μέρεσι λέγοι ἄν (οὕτως γὰρ εἶδος λέγοιτο τὸ συναμφότερον), ἀλλὰ τὸ ἐπὶ τοῖς μέρεσιν ἐπιγιγνόμενον, τὴν ὁλότητά τε καὶ τελειότητα. ὅμοιον τούτῳ καὶ ἡ σύνθεσις· καὶ γὰρ αὕτη ἄλλη οὖσα παρὰ τὰ συντιθέμενα ἐπὶ τοῖς συγκειμένοις ἐστὶ καὶ ἐν ἐκείνοις. εἰπὼν δὲ τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τί ἐφ’ ἑκάστου τῶν εἰρημένων ἐστὶ τὸ τί ἦν εἶναι προσέθηκε, τό τε γὰρ ὅλον, ὃ ἐπὶ τοῖς μέρεσιν ὡς ὕλῃ οὖσιν εἶδός ἐστι, καὶ ἡ σύνθεσις ἡ ἐπὶ τοῖς στοιχείοις· ἡ γὰρ συλλαβὴ τοιοῦτον. τὸ δὲ εἶδος καὶ πᾶσι μὲν ἐφαρμόζει, οἰκείως δ’ ἂν ἐπὶ τῶν τὴν κυρίως λεγομένην ὕλην ὑποκειμένην ἐχόντων λέγοιτο. τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας. διὰ τούτων τὸ ποιητικὸν δείκνυσιν αἴτιον· καὶ ὁ βουλευσάμενος δὲ περί τινος ὡς ὀφείλοντος γενέσθαι συντελεῖ πρὸς τὴν γένεσιν αὐτοῦ. τὰ δὲ ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων. τὸ ἀκόλουθον ἐστιν ‘τὰ δὲ ὡς τὸ τέλος τῶν ἄλλων καὶ τἀγαθόν’· τῶν ἄλλων δὲ δηλονότι ὧν ἐστι τέλος. προσθεὶς δὲ τῷ τέλει τὸ ἀγαθόν, διὰ τί τοιοῦτον τὸ τέλος καὶ τὸ οὗ ἕνεκα, ἔδειξεν ἐπενεγκὼν τὸ γὰρ οὗ ἕνεκα βέλτιστον. διαφερέτω δὲ μηδὲν αὐτὸ εἰπεῖν ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.3 ἑκάστῳ γὰρ τὸ τέλος ἢ ὄντως ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν· καὶ γὰρ εἰ μὴ ἀληθῶς ἀγαθόν, ἀλλ’ ὡς περὶ ἀγαθὸν αὐτὸ ἡ σπουδή· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ καὶ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,” ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων.

“而方才所说的一切原因,都归入最明显的四种方式中。” 紧随此句的文句是“而在这些之中,有一些是作为底层基质”,但在中间却插入了一段关于底层基质且包含质料因划分的文句,其开端是“因为音节的诸元素[是原因]”。这或者是由于他首先逐一列举并向我们讲解依照底层基质而来的诸种差异(因为本义上的质料充当下层事物之基质的方式,与元素之于音节、前提之于结论充当基质的方式不同:质料依照变质而接受形式,但他称之为制造物的是那些并非通过依照形式变化的结合而生成的事物;而元素依照结合成为音节的原因,单纯物体依照结合与变质而成为原因,前提自身也依照结合成为整个推论的原因;因为对于结论而言,前提并非作为质料而是作为作用因;在整个推论中,前提作为质料,结论作为形式);因此,或者是在列出原因数目之前,他通过此句向我们作了讲授;或者,虽然他开始时像是要为每一种原因分配各自适切的例证,但他在质料因上使用了更多的例证——因为在这些之中差异也更多——于是他通过重拾“而在这些之中”补充了后文;这样,他重新从头开始简明扼要地将各自适切的指派给每一者,通过质料的例证同时提及了质料作为基质的形式(这些形式本身也是原因);因为通过“音节的诸元素”,他同时提及了二者。他说,“而在这些所说的事物之中,有一些是作为底层基质”,这是在对前述诸物本身进行划分(因为在前述事物中,有一些是作为质料的原因,另一些则是作为形式的原因),“而另一些则是作为本质,即整体、结合以及形式”。他所说的“整体”指的不会是连同各部分在内的整体(因为若是如此,二者的复合体就将被称作形式了),而是附加在各部分之上的东西,即整体性与圆满性。结合与此相似;因为结合本身也有别于被结合的诸成分,存在于被结合者之上并在其内部。在说了“而另一些则是作为本质”之后,他补充说明了在所说的每一事物中本质是什么;因为无论是在作为质料而存在的各部分之上的形式即整体,还是在诸元素之上的结合[都是如此];因为音节就是这样的事物。至于形式,虽适用于一切,但严格地应当说是针对那些拥有本义上的质料作为基质的事物。“而种子、医生和提建议者”。通过这些他指明了作用因;因为就某事应当生成而进行了考虑的人,也对其生成有所贡献。“而另一些则是作为目的以及其余事物的善”。承接的语句是“而另一些则是作为其余事物的目的以及善”——其余事物显然是指以其为目的的事物。他在目的之外加上了“善”,并通过追加“因为何所为者乃是最善之物”指明了为何目的与何所为者是这样的东西。“然而称其为善还是表观的善,应当毫无区别”。因为对每个人而言,目的要么是真正的善,要么是表观的善;因为即便它并非真正的善,但人们的努力是把它作为善来对待的;正如他在《尼各马可伦理学》开篇所说:“因为任何技艺与任何探究,同样还有行动与抉择,似乎都旨在追求某种善”。

语法注3 条
  1. 5.4ἤτοι πρῶτον ἐξαριθμουμένου καὶ διδάσκοντος ἡμᾶς τὰς κατὰ τὸ ὑποκείμενον διαφοράς ... ἢ οὖν πρὸ τοῦ τὸν ἀριθμὸν ἐκτίθεσθαι τῶν αἰτίων ἐδίδαξεν ἡμᾶς διὰ τῆς λέξεως, ἢ ἤρξατο μέν

    该句呈现 ἤτοι ... ἢ οὖν ... ἢ 的二选一解释结构。亚历山大在此解释为何亚里士多德在1013b16总括句后没有直接列举四原因,而是插入了底层基质(如音节的元素等)的具体例子:(1) 他意在正式分类前先阐明底层基质的多样性,或 (2) 因在质料因上举例过多而用“而在这些之中”重新衔接。前一种解释以属格独立结构 ἐξαριθμουμένου καὶ διδάσκοντος 起始并通过 ἢ οὖν ... ἐδίδαξεν 总结,与后一种定式动词分句 ἢ ἤρξατο μέν 并列对置。

  2. 5.4τοῦ γὰρ συμπεράσματος οὐχ ὡς ὕλη ἐστὶν αἰτία, ἀλλ’ ὡς ποιητικὸν εἶεν ἂν αἴτιον

    主语为前文提及的 αἱ προτάσεις(诸前提)。前半句使用单数系动词 ἐστίν(受表语 αἰτία 吸引,或将前提组视作整体),后半句则转为与复数主语一致的潜在希求法 εἶεν ἄν。τοῦ συμπεράσματος 为充当 αἰτία/αἴτιον 之补足成分的宾格性属格,表明前提相对于结论而言并非质料因,而是作因。

  3. 5.4διαφερέτω δὲ μηδὲν αὐτὸ εἰπεῖν ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν

    采用第三人称现在时命令式 διαφερέτω 的非人称结构,意为“称其为善或表观的善应当没有任何区别”。不定式 εἰπεῖν 充当实际主语,其逻辑主语为不特定的人,αὐτό 为指代目的(τὸ τέλος)的直接宾语,ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν 为谓词性宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:351.1-352.8