← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§350.4-350.34

目的因的界定与四因的总结

亚历山大注解了《形而上学》Δ卷第2章关于目的因的论述(1013a32–b3),阐明了健康与其中间行动及工具的关系,继而阐发了对四种原因总结(1013b3)所引出的要点,包括同物之多重自身原因、相互原因以及相反者之原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2

" Ἔτι δὲ ὡς τὸ τέλος· τοῦτο δέ ἐστι τὸ οὗ ἕνεκα." Τετάρτην αἰτίαν λέγει τὴν τελικήν, αὕτη δέ ἐστιν οὗ χάριν τὰ ἄλλα, οἷον τοῦ περιπατεῖν ἡ ὑγίεια. διὰ τί γὰρ περιπατεῖ; φαμέν, ἵνα ὑγιαίνῃ. καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίνεται τοῦ τέλους.1 εἰπὼν παράδειγμα τοῦ τελικοῦ αἰτίου τὴν ὑγίειαν (τοῦ γὰρ περιπατεῖν αἴτιον ὡς τέλος ἡ ὑγίεια), λέγει καὶ πάντα ὅσα τοῦ τέλους χάριν μεταξὺ γίνεται ὑπὸ τοῦ ποιοῦντος τὸ τέλος τοῦ τέλους γίνεσθαι χάριν. ὥστε καὶ τούτων πάντων τελικὸν αἴτιον τὸ τέλος ἐστίν· οὐ γὰρ μόνον τὸ περιπατεῖν τῆς ὑγιείας χάριν, ἀλλὰ καὶ ἡ ἰσχνασία, εἰ ὑπὸ τοῦ περιπατεῖν αὐτὴ γίγνοιτο. καὶ ἡ κάθαρσις τῆς ὑγιείας χάριν. ἀλλὰ καὶ τὰ καθαίροντα φάρμακα, καὶ δι’ ὧν ὀργάνων ἡ θεραπεία, καὶ ταῦτα τοῦ τέλους χάριν· πρὸς γὰρ τοῦτο αὐτοῖς ὁ ἰατρὸς χρῆται. πάντων δὲ τούτων τοῦ τέλους χάριν ὄντων διαφορά τίς ἐστιν αὐτῶν πρὸς ἄλληλα, καθὸ τὰ μέν ἐστιν αὐτῶν ἔργα τινά, ὡς ἡ ἰσχνασία, ὁ περίπατος, ἡ κάθαρσις, τὰ δὲ ὄργανα δι’ ὧν τὰ ἔργα, ὡς φάρμακα, σμιλίον.

“此外,作为目的;这就是为了它而有其事者。” 他指出了第四种原因,即目的因,这就是其他事物为了它而存在者,例如健康对于散步。因为“他为何散步?”我们说:“为了保持健康”。“以及在另一个人发动之后,在〔起点与〕目的之间所生成的一切事物。”在把健康作为目的因的例子提出之后(因为健康作为目的是散步的原因),他又说明:凡是在中间由制造目的者为了目的而生成的一切事物,也都是为了目的而生成的。因此,对于所有这些事物而言,目的也是目的因;因为不仅散步是为了健康,而且变瘦也是为了健康(如果是通过散步而变瘦的话)。通便也是为了健康。不仅如此,泻药以及用以进行治疗的工具,这些也是为了目的;因为医生正是为了这一目的而使用它们的。虽然所有这些事物都是为了目的,但在它们彼此之间仍存在某种差别:其中一些是某种行动,如变瘦、散步、通便;而另一些则是据以实现这些行动的工具,如药物、手术刀。

§5.3

"Τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται." Τὸ σχεδὸν προσέθηκεν, ἐπεὶ ἔστι τινά γε οὐ κυρίως ἀλλὰ κατὰ συμβεβηκός, ὧν καὶ αὐτῶν μνημονεύσει. ὅτι δὲ πολλὰ τοῦ αὐτοῦ αἴτια καθ’ αὑτό ἐστι καὶ οὐ κατὰ συμβεβηκὸς μόνον, οὐ μὴν κατὰ τὸν αὐτὸν λόγον, ἀλλὰ ἄλλως καὶ ἄλλως, σαφῶς εἴρηκε διὰ τοῦ συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων2 καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ὁ χαλκός, καὶ οὐ κατὰ συμβεβηκὸς ἀλλ’ ᾗ ἀνδριάς, ἀλλὰ τὸ μὲν ὡς ὕλη, τὸ δὲ ὡς ὅθεν ἡ κίνησις. τὸ δὲ οὐ καθ’ ἕτερον ἴσον ἐστὶ πάλιν τῷ οὐ κατὰ συμβεβηκός. ἔστι δὲ καὶ ἀλλήλων τινὰ αἴτια, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τοῦτο μὲν ἐκείνου ὡς ποιητικόν, ἐκεῖνο δὲ τούτου ὡς τέλος γνώριμον· οὕτω γὰρ τὸ πονεῖν ποιητικὸν εὐεξίας, ἡ δὲ εὐεξία τέλος τοῦ πονεῖν. εἶπε δὲ καὶ πῶς τὸ αὐτὸ αἴτιον τῶν ἐναντίων δοκεῖ, οὐχ ὡσαύτως ἔχον, ἀλλὰ τοῦ μὲν τῇ παρουσίᾳ τοῦ δὲ τῇ ἀπουσίᾳ, ἣν στέρησιν εἶπεν. εἶπε δὲ καὶ ὅτι ἀμφότερα ταῦτα αἴτια ὡς ποιοῦντα.

“因此,原因大概在如此众多的意义上被言说。” 他加上“大概”,是因为确实存在一些不是本然而是偶性上的原因,对这些本身他也将予以提及。至于对同一事物存在多个自身的原因而不仅仅是偶性上的原因,不过并不是依照同一理路,而是各按不同的方式,他通过如下文句明确说明了这一点:“既然原因在多种意义上被言说,那么对同一事物存在多个自身而非偶性的原因也是会发生的,例如对于雕像,雕塑术和铜都是其原因,而且不是在偶性上,而是在作为雕像的限度内,只是一者作为质料,另一者作为运动由之而来的起点。”而“并非依照别的东西”再次等同于“并非在偶性上”。此外,某些事物互为原因,但并非以同一方式,而是一者作为另一者的作用因,另一者作为前者的目的(这是显而易见的);因为锻炼身体是体魄健壮的作用因,而体魄健壮则是锻炼身体的目的。他也说明了同一事物何以被视为相反者的原因,这并非由于它处于同样的状况,而是通过临在于一者,且通过缺席于另一者,他将这种缺席称为缺失。并且他还说明,这两者作为制造者都是原因。

语法注2 条
  1. 5.2καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίνεται τοῦ τέλους

    引自亚里士多德原文(1013a35)。κινήσαντος ἄλλου 为独立属格结构,意为“当另一者发动[运动]之后”。μεταξύ 支配属格 τοῦ τέλους,意为“处于[起点与]目的之间”。

  2. 5.3διὰ τοῦ συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων

    介词 διά 支配的中性单数定冠词 τοῦ 将后面引自亚里士多德原文(1013b4–9 的要约/节录)的整段语句名词化,用以指示主句动词 σαφῶς εἴρηκε 的依据或文句(“通过……这一文句”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:350.4-350.34