- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:348.25-350.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《形而上学》卷五第二章(1013a24起)关于原因的定义进行注解,阐明质料因中“内在存在”的限定功能、形式因中“范型”的独特含义及定义的组成部分与属,并解释作用因中最初起点以及静止和变化的涵盖范围。
" Αἴτιον λέγεται ἕνα μὲν τρόπον ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος." Λέγει μὲν τὴν ὕλην, τὸ δὲ ἐνυπάρχοντος προσέθηκε χωρίζων δι’ αὐτοῦ τήν τε στέρησιν τῆς ὕλης καὶ τὸ ἐναντίον· καὶ γὰρ ἐκ τῆς στερήσεως τὸ γιγνόμενον γίγνεται, ὡς ἔδειξεν ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως, καὶ ἐκ τοῦ ἐναντίου, ἃ οὐκ ἐνυπάρχει τῷ γιγνομένῳ. καὶ τοῦ ποιητικοῦ δὲ αἰτίου ἡ ὕλη ὡς ἐνυπάρχουσα χωρίζεται· εἶπε γὰρ πρὸ ὀλίγου περὶ τῆς τοιαύτης ἀρχῆς “ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος.” οὐ μόνον δὲ τὴν προσεχῆ ὕλην ἑκάστου αἰτίαν ὑλικὴν λέγει, ἀλλὰ καὶ τὰ εἴδη αὐτῆς καὶ γένη, οἷον ὅδε ὁ χαλκὸς τοῦδε τοῦ ἀνδριάντος, καὶ χαλκὸς ἀνδριάντος, καὶ σῶμα εἰκόνος· τῷ γὰρ ἀνδριάντι ταῦτα ὑλικὰ αἴτια. ἄλλον δὲ τρόπον αἴτιον λέγεται τὸ εἶδος, τοῦτο δέ ἐστιν ὁ λόγος τοῦ τί ἦν εἶναι καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ. λέγει μὲν περὶ τῆς κατὰ τὸ εἶδος αἰτίας, ἐλλείποι δ’ ἄν τῷ τοῦτο δέ ἐστιν ὁ λόγος τοῦ τί ἦν εἶναι τὸ δηλωτικός·1 ὁ γὰρ δηλωτικὸς τοῦ τί ἦν εἶναι λόγος ἐστὶν ὁρισμός. παράδειγμα δὲ τὸ εἶδος εἶπεν οὐχ ὡς οἱ τὰς ἰδέας λέγοντες· οὔτε γὰρ δοκεῖ τὴν ἀρχὴν αὐτῷ τῶν φύσει τι γιγνομένων γίγνεσθαι πρός τι ὂν ἔξω παράδειγμα (οὐδὲ γὰρ τὰ ποιοῦντα φύσει νοήσαντα πρῶτον ὃ ποιεῖ οὕτω ποιεῖ, ὡς γίνεται τὰ κατὰ τὰς τέχνας, εἰ μή τις εἴπῃ τὸ νόημα παράδειγμα τῶν γινομένων κατ’ αὐτό), ἀλλ’ αὐτὸ τὸ γιγνόμενον ἐν τῇ ὕλῃ εἶδος παράδειγμα λέγει τῷ τὴν φύσιν τούτου ἐφίεσθαι.2 πᾶν γὰρ τὸ ἕνεκά τινος ποιοῦν ἃ ποιεῖ ἐφέσει τῇ ἐκείνου ποιεῖ· διὸ καὶ παύεται τοῦ ποιεῖν ἔτι ὡς πεποιηκὸς τοῦτο οὗ χάριν ἐποίει. καὶ τὰ φύσει δὲ γινόμενα πάντα ἕνεκά του γίγνεται καὶ ὡρισμένου τινὸς εἴδους καὶ τελειότητος, ἐν ᾗ γενόμενον αὐτῶν ἕκαστον τοῦ γίνεσθαι παύεται. τοῦτο ἄρα ἐστὶν αὐτοῖς τὸ παράδειγμα. καὶ τὰ τούτου γένη. ὥσπερ ἐπὶ τοῦ ὑλικοῦ αἰτίου τὴν προσεχῆ λαβὼν ὕλην εἶπε καὶ τὰ γένη τῆς προσεχοῦς ὕλης τῷ αὐτῷ αἰτίῳ ὑπάγεσθαι, οὕτω καὶ ἐπὶ τοῦ εἴδους· τό τε γὰρ εἶδος τὸ ἑκάστου καὶ ὁ λόγος ὁ σημαίνων τὸ τί ἦν εἶναι καὶ τὰ τοῦ εἴδους τούτου γένη ὁμοίως αἴτια· οἷον, ὡς αὐτός φησι, τοῦ διὰ πασῶν προσεχὲς μὲν εἶδος τὰ δύο πρὸς ἕν (ἐν διπλασίῳ γὰρ λόγῳ ἡ διὰ πασῶν) γενικὸν δὲ ὁ ἀριθμός· ἐν γὰρ ἀριθμῷ τά τε δύο καὶ τὸ ἕν. ἀλλὰ καὶ τὰ ἐν τῷ λόγῳ μέρη· ἦν δὲ τὸ ὅλον δύο πρὸς ἕν. ἔστι δὲ τὸ λεγόμενον ὅτι τὰ μέρη τοῦ λόγου τοῦ τί ἦν εἶναι σημαίνοντος καὶ αὐτὰ αἴτιά ἐστιν, εἴ γε ἐκ τούτων τὸ ὅλον. εἴη δ’ ἂν τοῦδε τοῦ εἴδους καὶ τοῦδε τοῦ ὁρισμοῦ, ὅ ἐστιν ἡ κατὰ τὸ εἶδος αἰτία, εἶδος μὲν ὁ ὁρισμός, γένος δὲ ὁ λόγος, μέρη δὲ τὰ ἐξ ὧν ὁ ὁρισμὸς ὡς μερῶν σύγκειται. Ἔτι αἴτιον λέγεται ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη. περὶ τοῦ ποιητικοῦ αἰτίου λέγει. γίνεται δέ τινα οὐ μόνον κινούμενα ἀλλὰ καὶ ἠρεμοῦντα· καὶ γὰρ ἵσταταί τινα ὑπ’ ἄλλων ὥσπερ καὶ κινεῖται· τὸ δὲ ἱστὰν αὐτὰ εἴη ἂν τῆς στάσεως αὐτῶν ποιητικὸν αἴτιον, διὸ καὶ ἠρεμήσεως πρόσκειται. μεταβολῆς δὲ εἶπεν, οὐ κινήσεως, ἵνα καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν περιλάβῃ. τὸ δὲ πρῶτον πρόσκειται, ὅτι τοῦτο μάλιστα ποιητικὸν αἴτιον· τὸ γὰρ ἐνυπάρχον τῷ γιγνομένῳ καὶ οὕτως ποιοῦν τὰ ἐφεξῆς παρὰ τοῦ ποιήσαντος αὐτὸ τὴν αἰτίαν ἔχει· καὶ τὰ ὄργανα δὲ οὐκ ἐξ αὑτῶν τὸ κινεῖν ἔχει· τὸ δὲ πρῶτον καὶ τούτοις αἴτιον καὶ ἐκτὸς τοῦ γινομένου. τὸ δὲ καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μεταβλητικὸν τοῦ μεταβαλλομένου τῶν γενικῶν ποιητικῶν ἐστι δηλωτικόν· ὁ μὲν γὰρ πατὴρ καὶ τὸ τέκνον ὑπὸ τὸ ποιοῦν καὶ τὸ ποιούμενον, ταῦτα δὲ πάλιν ὑπὸ τὸ μεταβάλλον τε καὶ μεταβαλλόμενον.
“在一个意义上,凡事物由之生成而其本身内在存在者被称为原因。” 他所说的是质料,而加上“内在存在者”,是为了借此把缺失以及相反者与质料区别开来;因为正如他在《自然学讲义》第一卷中所证明的,生成之物既由缺失生成,也由相反者生成,而这些并不内在存在于所生成之物中。此外,质料作为内在存在者也与作用因区别开来;因为他在不久前谈及这类原理时曾说:“事物最初由之生成而并不内在存在者”。不仅如此,他不仅把各事物的邻近质料称为质料因,而且把它的形式和属也称为质料因,例如这块铜对于这尊雕像,铜对于雕像,物体对于肖像;因为对于雕像而言,这些都是质料因。在另一个意义上,形式被称为原因,这就是本性所是的定义(理路)以及定义中的各个部分。他所说的是依照形式的原因,但在“这就是本性所是的定义”这一语句中,大概缺少了“表明”一词;因为表明本性所是的定义才是真正的界说。他把形式称为“范型”,并不是像主张理念论者那样说的;因为在他看来,依自然生成的事物绝非面向某种存在于外部的范型而生成(因为依自然起作用的事物并不像依技艺生成的事物那样,先构想出自己所制造的东西然后才制造,除非有人把构想称为依之生成之物的范型),而是把在质料中生成的形式本身称为范型,因为自然追求这一形式。因为凡为了某种目的而制造的事物,都是出于对该目的的追求而制造其所制造之物的;因此,它正如已经制成了自己为了它而行动的那个目的那样,便停止继续行动。依自然生成的一切事物也全都是为了某一目的,即为了某种确定的形式和完满态而生成的,各事物一旦达到这一状态,便停止生成。因此,这就是它们的范型。“以及此[形式]的属。”正如就质料因而论,他在取了邻近质料之后,说明邻近质料的诸属也归属于同一原因一样,就形式而论也是如此;因为各事物的形式、表示本性所是的定义以及该形式的诸属同样都是原因;例如,正如他自己所说的,八度音程的邻近形式是二比一(因为八度音程处于两倍比例中),而属则是数(因为二和一都在数之中)。“以及定义中的各个部分。”全体就是二比一。所说的是:表示本性所是的定义中的各个部分自身也是原因,如果全体确是由这些部分组成的话。对于这一形式和这一界说(即依照形式的原因)而言,界说是形式,定义是属,而界说以其作为部分而由之构成的那些要素则是部分。 “此外,变化的最初起点由之而来者被称为原因。”他所说的是作用因。某些事物的生成不仅通过运动,而且通过静止;因为某些事物正如被他物运动一样,也被他物制止;而制止它们者则是它们静止的作用因,因此也加上了“静止的”。他说“变化”而不是“运动”,是为了把生成和毁灭也包括在内。加上“最初”是因为这最根本地是作用因;因为内在存在于生成之物中并由此制造接续事物者,其原因来自于制造了它的那个事物;工具也不是凭自身拥有运动能力的;而最初者对于这些而言也是原因,并且处于生成之物的外部。“总之,制造者对于被制造者,使改变者对于被改变者”这一文句表明的是属的作用因;因为父亲与孩子归属于制造者与被制造者,而这些又进而归属于使改变者与被改变者。
- 5.1ἐλλείποι δ’ ἄν τῷ τοῦτο δέ ἐστιν ὁ λόγος τοῦ τί ἦν εἶναι τὸ δηλωτικός
与格短语 τῷ τοῦτο δέ ἐστιν ὁ λόγος τοῦ τί ἦν εἶναι 在动词 ἐλλείποι(带有 ἄν 的希求语气,表达委婉推测)之后充当基准或限制与格,表示“在何处有所欠缺”。主语则是带有中性定冠词的词语本身引用 τὸ δηλωτικός。
- 5.1ἀλλ’ αὐτὸ τὸ γιγνόμενον ἐν τῇ ὕλῃ εἶδος παράδειγμα λέγει τῷ τὴν φύσιν τούτου ἐφίεσθαι
句末的 τῷ τὴν φύσιν τούτου ἐφίεσθαι 是由中性定冠词与格 τῷ 引导的带定冠词不定式结构(宾格不定式),作主要动词 λέγει 的原因与格,表示理由(“因为自然追求这一形式,他才将质料中生成的形式本身称为范型”)。
