- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:33.6-35.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了将爱设定为最初推动原因的诸思想家的意图,并解释了恩培多克勒基于善恶对立而设定友爱与争吵这双重动因的理据,以及亚里士多德关于他们极少使用动因的批评。
" Ὡς δέον1 ἐν τοῖς οὖσιν." Λέγει περὶ τῶν περὶ ἔρωτος ὡς ἀρχῆς εἰρηκότων, ᾗ διανοίᾳ ἐχρήσαντο· ἔθεντο γὰρ τὸν ἔρωτα ἀρχήν, ὡς δέον ἐν τοῖς οὖσιν ὑπάρχειν τινὰ αἰτίαν κινητικήν τε καὶ ποιητικήν. τίς δὲ πρότερος τῆς τοιαύτης αἰτίας ἥψατο, πότερον Ἀναξαγόρας, ὡς δοκεῖ, ἢ Ἑρμότιμος πρὸ αὐτοῦ, καὶ πρὸ τούτου οἱ περὶ Ἡσίοδον, φησίν, ἔξεστι ζητεῖν.
“正如在存在者之中应当。” 他谈及那些将爱说成原理的人是出于何种想法;因为他们设定爱为原理,正如在存在者之中应当存在某种推动的和致动的原因。他说,但是谁最先触及了这种原因,究竟如人们所认为的是阿那克萨戈拉,还是在他之前的赫尔谟提摩,抑或在此人之前的赫西俄德一行,是可以探究的。
"Ἐπεὶ δὲ καὶ τὰ ἐναντία τοῖς ἀγαθοῖς." Εἰπὼν περὶ τῶν ἐν ταῖς ἀρχαῖς τὴν τοῦ εὖ τε καὶ τοῦ καλῶς ποιητικὴν ἀρχὴν θεμένων (ὁ γὰρ νοῦς τοιοῦτος· καὶ γὰρ ἐν τοῖς νοῦν ἔχουσι τῶν ζῴων ταύτην ἔχει τὴν τάξιν), λέγει πάλιν πόθεν κινηθεὶς Ἐμπεδοκλῆς ἐν ταῖς ποιητικαῖς ἀρχαῖς καὶ τὴν τῶν κακῶν ποιητικὴν ἀρχὴν ἔθετο. ἐπειδὴ γὰρ ἐν τοῖς οὖσιν ἔστι καὶ τὰ κακά, Ἐμπεδοκλῆς ἐν τοῖς αἰτίοις ἔθετο οὐ τὴν τῶν ἀγαθῶν ἀρχὴν μόνον, ἥτις ἐστὶ φιλία, ἀλλὰ καὶ τὴν τῶν κακῶν, ὅ ἐστι τὸ νεῖκος. εἰ γάρ τις ἐξ ὧν λέγει τὴν διάνοιαν ἐκλαμβάνοι καὶ μὴ ἁπλῶς ἐπακολουθοίη τοῖς ἔπεσι, τούτων ἂν χάριν εὕροι αὐτῷ τὴν φιλίαν καὶ τὸ νεῖκος ἀρχὰς κειμένας,2 ὡς τὴν μὲν τῶν ἀγαθῶν τὴν δὲ τῶν κακῶν ποιητικήν. ψελλίζεσθαι δὲ εἶπε τὸ μὴ σαφῶς λέγειν· οὕτω γὰρ οἱ ψελλιζόμενοι λαλοῦσιν. εἰ δὲ τὸ τῶν ἀγαθῶν αἴτιον ἀγαθὸν καὶ τὸ τῶν κακῶν κακόν, ἀρχὰς ἂν εἴη Ἐμπεδοκλῆς τὸ ἀγαθὸν καὶ τὸ κακὸν τιθέμενος, ἀγαθὸν μὲν τὴν φιλίαν, τὸ νεῖκος δὲ κακόν. εἰπὼν δὲ οὕτως περὶ τοῦ ἀγαθοῦ, περὶ τοῦ κακοῦ ἡμῖν προσθεῖναι κατέλιπε. τούτους μὲν οὖν φησιν, Ἐμπεδοκλέα τε καὶ Ἀναξαγόραν, ἔτι δὲ Ἑρμότιμον καὶ τῶν ποιητῶν Ἡσίοδόν τε καὶ Παρμενίδην, πρὸς τῇ ὑλικῇ αἰτίᾳ ποιητικῆς μνημονεῦσαι αἰτίας· ἃ ἐν τοῖς ὑφ’ ἡμῶν, φησίν, εἰρημένοις ἐν τοῖς Περὶ φύσεως καὶ αὐτά ἐστι καὶ οὐκ ἔξω ἐκείνων πίπτει· οὐκ ἐναργῶς μέντοι, ἀλλ’ ἀμυδρῶς καὶ ἐπ’ ὀλίγον χρήσασθαι τῷ ποιητικῷ αἰτίῳ. καὶ ὅτι οὕτως ἐποίουν, παρέθετό τε καὶ ἔδειξεν εἰπὼν σχεδὸν γὰρ οὐθὲν χρώμενοι φαίνονται τούτοις ἀλλὰ κατὰ μικρόν. μαρτυρεῖ δὲ Ἐμπεδοκλεῖ ὡς πρώτῳ τε διελόντι ποιητικὸν αἴτιον καὶ ταῖς ὑλικαῖς ἀρχαῖς καὶ στοιχείοις τοῖς τέτταρσι σώμασι κεχρημένῳ· οὐ μὴν ἰσοτιμίας αὐτοῖς διδόναι φησὶν αὐτόν, ἀλλὰ τῷ πυρὶ τὰ ἄλλα ἀντιτιθέναι ὡς μίαν τινὰ φύσιν ὄντα τὰ τρία, ὡς εἶναί φησι δῆλον ἐκ τῶν ἐπῶν αὐτῶν. ὅτι δὲ μὴ χρῶνται τῷ ποιητικῷ αἰτίῳ Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς ὑπέμνησεν ἡμᾶς, ἐνδεικνύμενος ὅτι καλῶς εἴρηται πρὸ ὀλίγου τὸ “ἐκ μὲν οὖν τούτων μόνην τις αἰτίαν νομίσειε τὴν ἐν ὕλης εἴδει λεγομένην.” μηχανῇ δὲ τῷ νῷ Ἀναξαγόραν εἶπε χρῆσθαι, ὡς ἐν ταῖς τραγῳδίαις οἱ θεοὶ παράγονται ἀπὸ μηχανῆς ἐν τοῖς ἀπόροις· ὃ καὶ αὐτὸς ἐξηγήσατο. λέγει δὲ τὰ αὐτὰ περὶ Ἀναξαγόρου ἃ καὶ Πλάτων ἐν Φαίδωνι.
“但是由于与善相对立的事物也。” 在谈论了那些在原理中设定了使完善与美好得以生成的原理的人之后(因为理智就是这种性质的;实际上在拥有理智的动物之中,它也具有这种位次),他又叙述了恩培多克勒受何触动而在致动原理中也设定了恶之致动原理。因为既然在存在者中也存在恶,恩培多克勒在原因中不仅设定了善的原理——即友爱,而且也设定了恶的原理——即争吵。因为如果有人从他所说的话中领会其意图,而不只是单纯顺从其诗句,就会发现对他而言,友爱与争吵正是为了这些原因而被设定为原理的,正如一者生成善,另一者生成恶那样。他说口吃就是说话不清晰;因为口吃者就是这样言说的。如果善事物的原因是善,恶事物的原因是恶,那么恩培多克勒就是将善与恶设定为原理,友爱是善,争吵是恶。在这样谈论了善之后,关于恶他留给我们去补充。因此他说,这些人——恩培多克勒和阿那克萨戈拉,还有赫尔谟提摩以及诗人们中的赫西俄德和巴门尼德——在质料原因之外还提及了致动原因;他说,这些原因本身也属于我们在《物理学》中所叙述的内容,并没有落在它们之外;然而,他们并不是清晰地,而是模糊且极少地运用了致动原因。为了说明他们是这样做的,他引用并指出了这一点,说“因为他们似乎几乎没有使用这些,而只是在微小程度上使用”。他证明恩培多克勒不仅是最早区分致动原因的人,而且也是使用了四种物体作为质料原理和元素的人;但他并不是说恩培多克勒给予了它们同等的地位,而是将其他三种与火相对立,仿佛这三种是某种单一的本性,他说这从诗句本身就可以看得很清楚。阿那克萨戈拉和恩培多克勒并不使用致动原因,这一点他提醒了我们,以此表明不久前所说的话是正确的:“因此从这些人看来,人们会认为在质料形式下所说的原因是唯一的原因。”他说阿那克萨戈拉将理智当作机械机关来使用,正如在悲剧的困局中诸神通过起重机被引入舞台一样;这本身他也做出了解释。关于阿那克萨戈拉,他所说的正是柏拉图在《斐多篇》中所说的那些内容。
- 1.34Ὡς δέον
由无人称动词 δεῖ 的中性单数宾格分词构成的绝对宾格结构(accusative absolute)。连词 ὡς 的加入表明了将爱设为原理者自身所抱有的主观动机或判断(“出于……应当存在的想法”)。
- 1.35αὐτῷ τὴν φιλίαν καὶ τὸ νεῖκος ἀρχὰς κειμένας
由动词 εὕροι(当会发现)支配的双重宾格及述语分词结构。τὴν φιλίαν καὶ τὸ νεῖκος(友爱与争吵)作直接宾语,ἀρχὰς κειμένας(被确立为原理)充当述语分词/补足语。与格 αὐτῷ 是指代恩培多克勒的关系与格,表示“在他那里/对他而言”。
