- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:347.11-348.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大完成了对《形而上学》卷五第一章末尾原理分类(自然、元素、思想、抉择、实体与目的)的梳理,总结了所有原理的共同特性(先在性),并论述了向第二章开头的四因说的过渡及其与《自然学》第二卷的对应关系。
φύσιν δὲ νῦν τὴν ὕλην ἂν λέγοι,1 στοιχεῖον δὲ τὴν προσεχῆ ὕλην, ἥτις ἤδη ἐνεργείᾳ τί ἐστι σῶμα. τὰ δὲ ἑξῆς, ἡ διάνοια καὶ ἡ προαίρεσις καὶ τὰ ὅμοια τῶν ὡς τελῶν καὶ τῶν ποιητικῶν ἀρχῶν παραδείγματα, αἳ οὐκ ἐνυπάρχουσι τοῖς γινομένοις, ἐν οἷς ἦσαν καὶ οἱ ἄρχοντες. προστίθησι δὲ καὶ τὴν οὐσίαν καὶ τὸ οὗ ἕνεκα, οὐσίαν μὲν λέγων τὴν κατὰ τὸ εἶδος ἀρχήν (τοῦτο γὰρ ἡ ἑκάστου οὐσία), τὸ δ’ οὗ ἕνεκα τὸ τέλος. ἃ συνέθηκεν, ἐπεὶ ἐν τοῖς φύσει γιγνομένοις δοκεῖ τὸ εἶδος καὶ τελειότης καὶ τέλος εἶναι· καὶ εἴη ἂν καὶ ταῦτα ἐν τοῖς προϋπάρχουσι μέν, μὴ ἐνυπάρχουσι δέ. προσέθηκε δὲ καὶ ὑπὸ τίνα τῶν εἰρημένων ταῦτα ὑπάγεται, εἰπὼν πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τὸ ἀγαθὸν καὶ τὸ καλόν. τῆς γνώσεως μὲν τὸ εἶδος· ἀρχὴ γὰρ καὶ αἰτία τῆς τοῦ πράγματος γνώσεως ἡ τοῦ εἴδους αὐτοῦ γνῶσις· τῆς δὲ κινήσεως ἀρχὴν τὸ τέλος εἶπεν, ὅπερ ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ καλόν. ἑκάστου γὰρ τὸ οἰκεῖον τέλος ἀγαθόν τε ἐκείνῳ καὶ καλόν, οὐκ ἐνυπάρχον μέν, ὅτε αἰτία αὐτῷ τοῦ γενέσθαι γίγνεται, ἐπιγιγνόμενον δὲ ἐκείνῳ τελειουμένῳ. ὁμοίως δὲ καὶ τὸ εἶδος, ὅτε ἐστὶν ὡς προυπάρχον τε καὶ προεπινοούμενον ἀρχή, οὐκ ἐνυπάρχει. αἱ δὲ οὕτως λεγόμεναι ἀρχαὶ περιέχονται διὰ τῆς λέξεως τῆς ἡ δὲ ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος. ᾗ διὰ ταύτης μὲν εἴη ἂν τὸ τέλος ἀρχὴ λεγόμενον, τῆς δὲ κατὰ τὸ εἶδος ἀρχῆς δηλωτικαὶ αἱ τέχναι, καὶ τούτων μάλιστα αἱ ἀρχιτεκτονικαί· αὗται γὰρ τὸ εἶδός πώς εἰσι τοῦ γιγνομένου. κοινὸν μὲν οὖν πάσης ἀρχῆς φησιν εἶναι τὸ πρῶτον εἶναι οὗ ἐστιν ἀρχή· ὡς μὲν ὄντος τοῦ πράγματος οὗ ἐστιν ἀρχὴ ἡ τῆς ὁδοῦ ἀρχή, ὡς δὲ γιγνομένου ὡς θεμέλιος οἰκίας καὶ καρδία ζῴου (ταῦτα γὰρ τούτων πρῶτα ὡς γινομένων), ὡς δὲ γινωσκομένων ἀρχαὶ τὰ ἀξιώματα τῶν ἀποδείξεων, ὅτι ἐντεῦθεν τὸ γινώσκεσθαι αὐταῖς. καὶ γὰρ τῶν ἤδη ὄντων ἔστι τις ἀρχὴ καὶ τῶν ἔτι γιγνομένων, πολλὰ δὲ καὶ τῶν γιγνωσκομένων ἀρχὰς ἔχει τῆς γνώσεως. τὸ μὲν οὖν προϋπάρχειν κοινὸν ταῖς ἀρχαῖς· τῶν δὲ ἀρχῶν αἱ μὲν ἐνυπάρχουσι τούτοις ὧν εἰσιν ἀρχαί, ὡς ἡ φύσις τοῖς φύσει γιγνομένοις καὶ ἡ ὕλη· ἀλλὰ καὶ ὁ θεμέλιος οὕτως ἀρχὴ τῆς οἰκίας καὶ ἡ καρδία τοῦ ζῴου, καὶ ὅθεν ἄν τις τοῦ πράγματος ἄρξαιτο. ἡ δὲ διάνοια καὶ ἡ προαίρεσις καὶ αἱ τέχναι ἀρχαὶ μὲν τῶν γιγνομένων ὑπ’ αὐτῶν, ἀλλ’ οὐχ ὡς ἐνυπάρχουσαι τῷ γιγνομένῳ. εἴη δ’ ἂν καὶ τὸ τέλος ὑπὸ τὸ ἀφ’ οὗ πρώτου γίνεται μὴ ἐνυπάρχοντος, ὡς προείρηται, ὑφ’ ὃ τάσσομεν καὶ τὸ ποιητικὸν αἴτιον· ἐν γὰρ τοῖς πρακτοῖς καὶ τὸ τέλος ἀρχή. ἔστι δέ, ὥσπερ τὸ ἀγαθὸν ἀρχὴ πράξεως, οὕτω πολλάκις καὶ τὸ κακόν· φεύγοντες γὰρ αὐτὸ πράσσομέν τινα. διὸ ἔν τισι γράφεται πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τὸ ἀγαθὸν καὶ τὸ κακόν. Εἰπὼν δὲ τὴν ἀρχὴν ἰσαχῶς καὶ τὰ αἴτια λέγεσθαι, ἐφεξῆς τὴν τῶν αἰτίων ποιούμενος διαίρεσιν τέσσαρα σημαινόμενα τοῦ αἰτίου παραδίδωσιν, ἃ καὶ ἐν Φυσικῇ ἀκροάσει ἐξέθετο αὐταῖς λέξεσιν, ὡς ἰσαχῶς μὲν καὶ τοῦ αἰτίου τῇ ἀρχῇ λεγομένου καθόλου, οὐ μὴν ἀλλὰ κυριώτερον οὕτως ἡ τῶν αἰτίων διαίρεσις γίγνεται.2 ἔστι μὲν οὖν τὰ σημαινόμενα ταῦτα καὶ ἐν τῇ ἀρχῇ, πλὴν οὐ τῇ διαιρέσει ταύτῃ· ἡ μὲν γὰρ ὕλη ἦν ἐν τῷ ὅθεν γίγνεται πρῶτον ἐνυπάρχοντος, καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ ἡ μεταβολή, διὰ μὲν τοῦ ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος τοῦ τέλους τιθεμένου, διὰ δὲ τοῦ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι τοῦ ποιητικοῦ, τοῦ δὲ εἴδους διὰ τῶν τεχνῶν· ἡ γὰρ τέχνη τὸ εἶδος τοῦ γιγνομένου. καὶ κατὰ τοὺς τρόπους μὲν καθ’ οὓς καὶ ἡ ἀρχὴ λέγεται καὶ τὸ αἴτιον λέγεσθαί τε καὶ διαιρεῖσθαι, οὐ μὴν ἀλλ’ ἤδη διῃρῆσθαι,3 καὶ κατ’ ἐκεῖνα μὲν τὰ σημαινόμενα τὴν ἀρχήν, κατὰ ταῦτα δὲ τὸ αἴτιον. πάντα δὲ τὰ εἰρημένα περὶ αὐτῶν νῦν αὐταῖς λέξεσι ταὐτά ἐστι τοῖς ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως εἰρημένοις. διὸ καὶ ἐξ ἐκείνων τὴν ἐξήγησιν μετενεκτέον.
他现在所说的“自然”大概是指质料,而“元素”则是指邻近质料,即已经是现实的某一特定身体者。接下来的各项——“思想”、“抉择”以及类似之物——则是作为目的的原理和作为作用因的原理的例证,它们并不内在存在于所生成之物中,而统治者们也曾属于这些。他又补充了“实体”和“为了什么(目的)”,称“实体”为依照形式的原理(因为这就是各事物的实体),称“为了什么”为目的。他将这些结合在一起,是因为在依自然生成的事物中,形式似乎既是完满又是目的;而这些也将属于预先存在却不内在存在的事物之列。他又补充说明了这些归属于上述各项中的哪一项,他说:“因为对许多事物而言,善与美乃是认识的原理也是运动的原理。”形式是认识的原理(因为认识事物的原理和原因就是对其形式的认识);而对于运动,他说目的是其原理,这也就是善与美。因为每一事物特有的目的对它而言既是善又是美,当它成为该事物生成的原由时并不内在存在,而是在该事物得以完成时随之加于其上。同样,形式作为预先存在且预先被构想的原理时,也是不内在存在的。如此被述说的原理被包含在“事物最初由之生成而其本身并不内在存在”这一文句中。照此,通过这句文句,目的将被说成是原理;而表明依照形式的原理的则是诸技艺,尤其是其中的主导技艺(建筑术);因为这些在某种意义上就是所制造之物的形式。 因此他说,一切原理的共同之点在于:作为它所是其原理之物的最初者。若作为它所是其原理之物存在而言,正如道路的起点;若作为生成而言,正如房子的地基和动物的心脏(因为对于作为生成者的这些事物而言,这些是最初的);若作为被认识者而言,诸原理则是证明的公理,因为被认识乃是从这里属于它们[证明]的。因为对于已经存在的事物有某种原理,对于尚在生成的事物也有某种原理,而被认识的事物中的许多也具有其认识的原理。预先存在对于诸原理而言是共同的;但是在诸原理中,某些内在存在于它们是其原理的那些事物中,正如自然和质料对于依自然生成的事物那样;而且房子的地基和动物的心脏,以及人们开始从事一件事物的起点,照此也是原理。然而思想、抉择以及诸技艺虽然是由它们所制造之物的原理,却不是作为内在存在于所制造之物中而成为原理的。目的也将归属于“事物最初由之生成而并不内在存在”这一项下,正如前文所说,我们也将作用因置于其下;因为在可行之事中,目的也是原理。正如善是行为的原理一样,恶往往也是原理;因为我们正是为了逃避它而做出某些行为。因此在某些抄本中写着:“因为对许多事物而言,善与恶乃是认识的原理也是运动的原理。” 在说明了原因与原理依同样多的方式被述说之后,他在接下来的原因划分中给出了原因的四种含义,这些含义他在《自然学讲义》中也以完全相同的文辞阐述过,理由是:尽管总体而言原因与原理依同样多的方式被述说,但原因的划分按这种方式[即分为四种]更为本真。这些含义固然也存在于“原理”之中,但并非依照这种划分;因为质料存在于“内在存在着而事物最初由之生成”之中,而在“运动和变化自然地最先开始的起点”中,通过“事物最初由之生成而并不内在存在”确立了目的,通过“运动自然地最先开始的起点”确立了作用因,而形式则是通过诸技艺确立的;因为技艺就是所制造之物的形式。按照原理被述说的方式,原因也被述说和划分,但它们已经做出了划分,原理依照那些含义划分,而原因则依照这些含义划分。关于它们现在所说的一切,在文字上与《自然学讲义》第二卷中所说的完全相同。因此,对此的解释也当从该书中移借过来。
- 5.0φύσιν δὲ νῦν τὴν ὕλην ἂν λέγοι
带有虚词ἄν的祈愿语气λέγοι表达注释家推测性的解释(“大概指的是……”)。宾格φύσιν作直接宾语,τὴν ὕλην作谓述宾格。
- 5.0ὡς ἰσαχῶς μὲν καὶ τοῦ αἰτίου τῇ ἀρχῇ λεγομένου καθόλου, οὐ μὴν ἀλλὰ κυριώτερον οὕτως ἡ τῶν αἰτίων διαίρεσις γίγνεται
前半部分是由ὡς引导的属格绝对结构(“尽管总体而言原因与原理依同样多的方式被述说”)。后半句中的οὐ μὴν ἀλλά是表达强烈对比与转折的惯用表达(“然而/尽管如此”)。主语ἡ τῶν αἰτίων διαίρεσις与动词γίγνεται相配,κυριώτερον作谓述性副词(“更为本真地”)。
- 5.0καὶ κατὰ τοὺς τρόπους μὲν καθ’ οὓς καὶ ἡ ἀρχὴ λέγεται καὶ τὸ αἴτιον λέγεσθαί τε καὶ διαιρεῖσθαι, οὐ μὴν ἀλλ’ ἤδη διῃρῆσθαι
不定式λέγεσθαι、διαιρεῖσθαι与διῃρῆσθαι均从属于前面的间接陈述结构(依赖于παραδίδωσιν等)。在μὲν...δέ的对照中,注释家权衡了按照“原理”的模式来述说原因的可能性与原因已经作为四因“被区分开来”(完成时不定式διῃρῆσθαι)的事实。
