← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§345.33-347.11

内在与外在原理的分类及其与原因的关系

结合亚里士多德《形而上学》Δ卷第1章,亚历山大阐释了“原理”的多重含义划分——包括内在原理(质料、元素、器官)、作用原理、对目的的认识、依抉择的原理(统治者与主导技艺)以及认识的原理(假设与无中介前提),并整理了原理与原因的关联及其内在与外在之分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.0#2

καὶ ἡ φυσικὴ ἀπὸ τῶν αἰσθητῶν, ὅτι ἡμῖν γνωριμώτερα, ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων ἀρχῶν, καὶ οἱ τεχνῖται δὲ ἀρχὴν ποιοῦνται ἐν τοῖς γινομένοις ὑπ’ αὐτῶν, ὅθεν ἀρξαμένοις αὐτοῖς ῥᾷστα ἄν τὸ γιγνόμενον γίγνοιτο. ἀρχὴ λέγεται καὶ ὅθεν ἄρχεταί τι γίγνεσθαι ἐνυπάρχοντος τῷ γιγνομένῳ.1 οὕτως ἡ καρδία ἀρχή· ἀπὸ ταύτης γὰρ ἡ τοῦ ζῴου σύστασις· καὶ ὁ θεμέλιος τῆς οἰκίας, καὶ ἡ τρόπις δὲ τῆς νεὼς οὕτως ἂν εἴη ἀρχή. τὸ δὲ ἐνυπάρχοντος προσκείμενον χωρίζει τὴν τοιαύτην ἀρχὴν τῆς ποιητικῆς τῆς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, περὶ ἧς ἑξῆς λέγει. διαφέροι δ’ ἂν αὕτη ἡ ἀρχὴ τῆς πρὸ αὐτῆς, ὅτι ἐκείνη μὲν τοῦ ῥᾴδιον γενέσθαι ἦν ἀρχή, αὕτη δὲ τοῦ ὅλως γενέσθαι· διὸ καὶ αὕτη μὲν ὡρισμένη, ἐκείνη δὲ ἄλλῳ ἄλλη καὶ τῷ αὐτῷ ἄλλοτε ἄλλη. εἴη δ’ ἂν καὶ ἡ ὕλη οὕτως ἀρχή. ἀρχὴ λέγεται καὶ ἀφ’ οὗ πρώτου γίνεται τι μὴ ἐνυπάρχοντος, τουτέστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τοιαύτη δέ ἐστιν ἡ ποιητικὴ ἀρχή, ὡς καὶ αὐτὸς ἐδήλωσεν ἐπενεγκὼν καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ ἡ μεταβολή. ἢ δύο ἐστὶ τὰ εἰρημένα καὶ οὐχ ἓν διὰ τῶν λέξεων, τῆς τε ἥ τε ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκε καὶ ἡ μεταβολή.2 καὶ εἴη ἂν διὰ μὲν τῆς πρώτης ἀρχὴν λέγων τὴν τοῦ τέλους καὶ σκοποῦ γνῶσιν (τοῦτο γὰρ ἐν τοῖς πρακτοῖς ἀρχὴ πρώτη τοῦ γενέσθαι τὸ πρακτόν· μνημονεύει γὰρ αὐτοῦ ὡς ἀρχῆς καὶ ὀλίγον προελθών), διὰ δὲ τῆς δευτέρας λέγοι ἂν περὶ τοῦ ποιητικοῦ. καὶ εἴη ἂν οὕτως ἡ διαίρεσις αὐτῷ τῆς ἀρχῆς εἰς ὀκτὼ γεγονυῖα. ἀρχὴ λέγεται κἀκεῖνο οὗ κατὰ προαίρεσιν μεταβάλλει καὶ γίγνεται τὰ γινόμενα, ὡς οἱ ἄρχοντες, ὧν κατὰ τὴν προαίρεσιν γίγνεται τὰ ἐν τοῖς ὑπ’ αὐτούς. οὕτως ἀρχὴ λέγεται καὶ ἡ τέχνη, καὶ μάλιστα ἡ ἀρχιτεκτονική, ἐφ’ ἣν ἡ ἀναφορὰ τῶν ὑπ’ αὐτὴν τεχνῶν καὶ τῶν γιγνομένων ἔργων ὑπ’ αὐτῶν. οὐχ ὁμοίως δὲ αὕτη ἀρχὴ τῇ ποιητικῇ, ὅτι αὕτη μὲν ἀρχὴ ὡς ἐπιτακτικὴ καὶ τοῦ εἴδους γνωστική, ἐκείνη δὲ ὅθεν ἤρξατο τὸ πρᾶγμα καὶ ἀπὸ ποίας κινήσεως. ἀρχὴ λέγεται καὶ ὅθεν πρῶτον γνωστόν ἐστι τὸ πρᾶγμα, ὡς τῶν ἀποδείξεων ἀρχαὶ λέγονται αἱ ὑποθέσεις, ὑποθέσεις λέγων τὰς καθ’ ἑκάστην ἐπιστήμην τε καὶ τέχνην ἀρχάς, αἳ διότι μὴ δι’ ἀποδείξεως λαμβάνονται, ἀλλ’ ὡς ἐναργεῖς, ὑποθέσεις αὐτὰς λέγουσιν. αἱ τοιαῦται ἀρχαὶ καὶ τῶν ἀμέσων τῶν καθ’ ἑκάστην ἐπιστήμην εἶεν ἂν ἀρχαί· ἡ γὰρ ‘τὸ ἀγαθὸν ὠφελεῖ καὶ τὸ κακὸν βλάπτει’, καὶ ‘τὸ ἀγαθὸν αἱρετὸν καὶ τὸ κακὸν φευκτόν’ ἄμεσοι μὲν κατὰ τὴν ἠθικὴν πραγματείαν καὶ ἐπιστήμην, ἀρχὴ δὲ καὶ τούτων ἡ περὶ τέλους τε καὶ εὐδαιμονίας γνῶσις. καὶ αἱ προτάσεις δὲ αἱ ἄμεσοι οὕτως ἀρχαί. εἰπὼν δὲ ποσαχῶς ἡ ἀρχή, ἰσαχῶς φησι καὶ τὰ αἴτια λέγεσθαι. καὶ διὰ τί, προσέθηκεν εἰπὼν πάντα γὰρ τὰ αἴτια ἀρχαί. ἐφ’ οἷς προσέθηκε τὸ κοινὸν μὲν πάσαις ταῖς ἀρχαῖς εἶναι τὸ πρώταις εἶναι τούτων ὧν εἰσιν ἀρχαί,3 ἢ οὕτως ὡς ὅθεν ἔστιν ἢ γίγνεται ἢ γιγνώσκεται· ὡς μὲν ὅθεν ἔστιν, ὡς ὁ θεμέλιος τῆς οἰκίας καὶ ἡ τρόπις τοῦ πλοίου καὶ ἡ ὕλη ἑκάστου, γίγνεται δὲ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, γιγνώσκεται δὲ ὡς τῶν ἀποδείξεων αἱ ὑποθέσεις. εἰπὼν δὲ κοινὸν πάσαις ταῖς ἀρχαῖς εἶναι τὸ προϋπάρχειν τούτων ὧν εἰσιν ἀρχαί, διαφοράν φησιν αὐτῶν εἶναι τῷ τὰς μὲν ἐνυπάρχειν τούτοις ὧν εἰσιν ἀρχαί, τὰς δὲ ἐκτὸς εἶναι. ἡ μὲν οὖν ὕλη καὶ τὸ στοιχεῖον (στοιχεῖον δὲ καλεῖται ἡ προσεχὴς ὕλη ἑκάστου, ἥτις ἤδη ἐνεργείᾳ ἐστὶ τόδε τι σῶμα) ἀρχαὶ ὡς ἐνυπάρχοντα· ἐκ τούτων γὰρ πρώτων γίγνεται ἐνυπαρχόντων αὐτοῖς· τὰ δὲ ἐκτός. καὶ προστίθησιν τίνα ἐστὶ ταῦτα. διὸ ἥ τε φύσις ἀρχὴ καὶ τὸ στοιχεῖον καὶ ἡ διάνοια καὶ ἡ προαίρεσις. εἰπὼν τῶν ἀρχῶν τὰς μὲν ἐνυπάρχειν τούτοις ὧν εἰσιν ἀρχαί, τὰς δὲ ἐκτὸς εἶναι, διὰ τοῦτο, φησί, τὸ τὰς μὲν οὕτως ἔχειν τὰς δὲ οὐχ οὕτως, ἥ τε φύσις ἐστὶν ἀρχὴ καὶ τὸ στοιχεῖον· ἀρχαὶ γὰρ ταῦτα ὡς ἐνυπάρχοντα· ἐκ τούτων γὰρ πρώτων γίγνεται ἐνυπαρχόντων.

而自然学也是从感觉事物出发[开始],因为它们对我们而言更为熟知,而不是从最初的原理出发;工匠们在由他们制造的事物中也是以这样的起点为原理,即从它出发,所制造之物能够最容易地被制造出来。作为内在存在于所生成之物中的东西而事物由之开始生成的起点,也被称为原理。照此,心脏是原理;因为动物的构造乃是由它而来;而房子的地基和船的龙骨照此也将是原理。“作为内在存在者”这一补充,将这种原理与“运动的原理从之而来”的作用原理(关于此他随后予以论述)区分开来。而这一原理与它之前的原理不同的地方在于:那前者是容易生成的原理,而这一原理则是根本上生成的原理;因此,这一原理是确定的,而前者对于不同的人各不相同,对于同一个人在不同时候也各不相同。质料照此也将是原理。事物最初由之生成而其本身并不内在存在的起点,即运动的原理从之而来的起点,也被称为原理;作用原理正是这样的,正如他自己通过添补“以及运动与变化自然地最先开始的起点”所表明的那样。或者,通过这些文辞所表达的事情是两件而非一件,即通过“事物最初由之生成而其本身并不内在存在的起点”与“运动和变化自然地最先[开始]的起点”这两个说法。通过第一个说法,他指的是将对目的与目标的认识称为原理(因为在可行之事中,这是可行之事生成的最初原理;因为稍作推进后他也将其作为原理提及),而通过第二个说法,他谈论的将是作用原理。这样一来,他对原理的划分就成了八种。依其抉择而生成之物发生变化并得以生成的起点,也被称为原理,正如统治者那样,依照他们的抉择,其部属中的事情得以生成。照此,技艺,尤其是主导技艺(建筑术)也被称为原理,其下属的技艺以及由它们所制成的作品都要归涉于它。但这种原理并非以与作用原理同样的方式作为原理,因为它是作为指令性的、且对形式具有认识的原理,而作用原理则是事物从之开始、且从何种运动开始的起点。事物最先由之成为可知者的起点,也被称为原理,正如假设被称为证明的原理一样;他所称的假设是指各门科学和技艺中的原理,人们之所以称它们为假设,是因为它们不是通过证明而被采纳,而是作为自明之物被采纳。这样的原理也将是各门科学中那些无中介之物的原理;因为“善有益而恶有害”以及“善当选而恶当弃”在伦理探究和科学中是无中介的,但即便对于这些而言,其原理也是关于目的与幸福的认识。而无中介的前提照此也是原理。在说明了原理依多少种方式被述说之后,他说原因也依同样多的方式被述说。至于为何如此,他通过说“因为所有的原因都是原理”作了补充。在这些之外,他又补充道:对一切原理而言共同之点在于,作为它们是其原理的那些事物的首要之物,无论是以其所由以存在、或是所由以生成、或是所由以被认识的方式:作为由之存在者,正如房子的地基、船的龙骨和每一事物的质料;作为由之生成者,正如运动的原理从之而来的起点;作为由之被认识者,正如证明的假设。而在说明了一切原理的共同之点在于预先存在于它们是其原理的那些事物之后,他说它们的区别在于:某些原理内在存在于它们是其原理的事物之中,而另一些则在外部。于是,质料与元素(每一事物的邻近质料,即已经是现实的‘某一特定’身体者,被称为元素)作为内在存在者是原理;因为事物最先由内在存在于它们之中的这些东西生成;而另一些则在外部。他又补充了这些是什么:“因此自然是原理,元素也是,思想和抉择也是”。在说明了在原理中,某些内在存在于它们是其原理的事物之中,而另一些在外部之后,他说,正因为如此,即因为一些是这样而另一些不是这样,“自然是原理,元素也是”;因为这些是作为内在存在者而成为原理的;因为事物最先是由内在存在于其中的这些东西生成的。

语法注3 条
  1. 5.0ἐνυπάρχοντος τῷ γιγνομένῳ

    作属格绝对结构(独立属格),在上下文中的逻辑主语是“该原理(ἀρχή)”或构成成分本身,意为“在该[原理自身]内在存在于所生成之物中的情况下”。

  2. 5.0διὰ τῶν λέξεων, τῆς τε ἥ τε ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκε καὶ ἡ μεταβολή

    在 τῆς τε 之后紧接着引文 ἥ τε ὅθεν γίνεται...,并与后文的 καὶ ὅθεν πρῶτον... 形成并列。属格定冠词 τῆς 代表被引用的文句(λέξεως),直接嵌入了亚里士多德原文的语句。

  3. 5.0τὸ πρώταις εἶναι τούτων ὧν εἰσιν ἀρχαί

    在带冠词不定式结构 τὸ ... εἶναι 中,述语形容词 πρώταις 采用了与格阴性复数,受前面的与格 πάσαις ταῖς ἀρχαῖς 牵引而与之发生格一致,而非采用宾格(πρώτας)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:345.33-347.11