- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:344.2-345.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论述了《形而上学》第5卷(Δ卷)的真实性及其在全书中的体系地位,说明了对多义词的划分何以属于第一哲学,随后解释了首个词条“原理”(本原)前两种含义。
Ὅτι μὲν Ἀριστοτέλους ἐστὶ τὸ ἐπιγραφόμενον Δ τῶν Μετὰ τὰ φυσικὰ βιβλίων, ἐν ᾧ διαίρεσίν τινων πολλαχῶς λεγομένων ποιεῖται, καὶ ἀπὸ τῆς λέξεως καὶ ἀπὸ τῶν ἐν αὐτῷ λεγομένων γνώριμον· ὅτι δὲ καὶ ταύτης τῆς πραγματείας, δῆλον ἐξ ὧν προείρηκε. δέδειχε μὲν γὰρ ὅτι τοῦ πρώτου φιλοσόφου ἡ περὶ τοῦ ὄντος καθόλου πραγματεία καὶ τῶν τούτῳ κοινῶς ὑπαρχόντων, κοινὰ δὲ τοῦ ὄντος εἰσίν, οἷς ἐπιστῆμαι πᾶσαι χρῶνται. περὶ τούτων γὰρ ἡ θεωρία τοῦ πρώτου φιλοσόφου· οὐδεμιᾶς γὰρ ἐκείνων ἴδιος ἡ περὶ αὐτῶν πραγματεία· οὐδενὶ γάρ τινι τῶν ὄντων, ᾗ τόδε τί ἐστιν, ὑπάρχει τι αὐτῶν, ἀλλὰ τῷ ὄντι ᾗ ὄν, περὶ ὃ ἡ τοῦ πρώτου φιλοσόφου πραγματεία. τὸ μὲν γὰρ ἀναγκαῖον τῆς περὶ αὐτῶν διαλήψεως ἡ χρῆσις δείκνυσι· πᾶσαι γὰρ αἱ ἐπιστῆμαι τούτοις χρώμεναι τὰ προκείμενα αὐταῖς δεικνύουσιν· ὅτι δὲ μηδεμιᾶς ἴδιός ἐστι τῶν καθ’ ἕκαστα ἐπιστημῶν, ἡ κοινὴ χρῆσις αὐτῶν παρίστησι. πρὸς δὲ τούτοις κεῖται, περὶ ὧν ὁ διαλεκτικὸς κατὰ τὸ ἔνδοξον ποιεῖται τοὺς λόγους, περὶ τούτων τὴν πρώτην φιλοσοφίαν ἐπιστημονικῶς λέγειν·1 καὶ γὰρ τῷ διαλεκτικῷ περὶ τὰ κοινὰ πᾶσιν ἢ τοῖς πλείστοις ἡ πραγματεία, καὶ περὶ τῶν πολλαχῶς δὲ λεγομένων ὁ διαλεκτικὸς διαλαμβάνει. ἔσται τοίνυν καὶ διαλεκτικὴ ὁμοία τῇ πρώτῃ φιλοσοφίᾳ, περὶ τῶν αὐτῶν διαλαμβάνουσα, λογικῶς μέντοι ἀλλ’ οὐκ ἐπιστημονικῶς. ὅτι δὲ καὶ ἡ τάξις τοῦ βιβλίου αὕτη, δῆλον ἐκ τοῦ ποιεῖσθαι μὲν αὐτὸν τὴν διαίρεσιν τῶν πολλαχῶς λεγομένων τούτων, οἷς αἱ ἐπιστῆμαι χρῶνται, ἃ κοινῶς τῷ ὄντι παρακολουθεῖ· περὶ ὧν εἶπε καὶ ἐν τῷ δευτέρῳ δεῖν τὸν φιλόσοφον πραγματεύεσθαι διελόμενον ποσαχῶς ἕκαστον αὐτῶν λέγεται· ἀκόλουθον δέ ἐστι μετὰ τὸ δειχθῆναι περὶ τίνων ἐστὶ τῆς πρώτης φιλοσοφίας ἡ θεωρία, ὃ ἐν τῷ τρίτῳ2 δέδεικται, ἐφεξῆς περὶ τούτων πρώτων θεωρεῖν οἷς ἀναγκαῖον χρῆσθαι πρὸς τὴν τῶν ἄλλων τῶν μελλόντων δείκνυσθαι θεωρίαν τε καὶ δεῖξιν. διὸ καὶ πρῶτον περὶ ἀξιώματος εἶπε τοῦ ἐπὶ παντὸς δεῖν τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὄντος πρὸς τὰς δείξεις χρησίμου· μεθ’ ἃ ἐν τούτῳ τὴν διαίρεσιν ποιεῖται τῶν οὕτως πολλαχῶς λεγομένων. ὅτι δὲ μὴ ἀτελὲς τὸ βιβλίον, ὡς οἴονταί τινες τεκμαιρόμενοι τῷ μὴ πάντων αὐτὸν τῶν πολλαχῶς λεγομένων τὴν διαίρεσιν ποιεῖσθαι, δῆλον ἐκ τοῦ μὴ ἁπλῶς ἐν αὐτῷ προκεῖσθαι τοῦτο ποιεῖν, ἀλλὰ τούτων μόνων οἷς ὡς κοινοῖς αἱ ἐπιστῆμαι πᾶσαι χρώμεναι τὰ προκείμενα αὐταῖς δεικνύουσιν· οὔτε γὰρ περὶ τῶν ὁμωνύμων λέγειν ἡμῖν πρόκειται, οὔτε περὶ πάντων τῶν ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, ἀλλὰ περὶ τῶν τὸ πολλαχῶς ἐχόντων, διότι τῷ ὄντι καθὸ ὄν ἐστιν ὑπάρχει καὶ αὐτῷ λεγομένῳ πολλαχῶς. διὸ οὐχὶ μαθηματικὸν ἤ τι τῶν τοιούτων λαμβάνει, ἃ καὶ αὐτὰ πολλαχῶς λέγεται, ὅτι μὴ τούτοις προσχρώμεναι αἱ ἐπιστῆμαι δεικνύουσί τι τῶν ὑφ’ αὑτάς, ἀλλὰ ἀρχῇ καὶ αἰτίᾳ καὶ φύσει καὶ στοιχείῳ καὶ τοῖς τοιούτοις, ὧν πάντων κοινῶν ὄντων πεποίηται τὴν διαίρεσιν ἐν αὐτῷ ὡς ὄντων οἰκείων τῆσδε τῆς πραγματείας. ὅθεν καὶ μᾶλλον δῆλον γίνεται τὸ βιβλίον ὅτι ἐκ ταύτης ἐστὶ τῆς συντάξεως· εἰ γάρ τινα τούτοις παρακείμενα παραλέλειπται, διαιροῖτο ἂν κἀκεῖνα κατὰ τὴν τῶν οἷς ἐστι παραπλήσια διαίρεσιν. ποιούμενος δὲ τὴν διαίρεσιν ἐν τούτῳ τῷ βιβλίῳ τούτων ὅσα κοινῶς τῷ ὄντι ὑπάρχοντά τε καὶ παρακολουθοῦντα δοκεῖ πλεοναχῶς λέγεσθαι, πρῶτον περὶ ἀρχῆς λέγει. Ὅτι δὲ ἡ ἀρχὴ οὐ μιᾷ τινι φύσει τοῦ ὄντος παρακολουθεῖ, γνώριμον· πᾶσαι γὰρ αἱ ἐπιστῆμαι ἀρχαῖς τισι χρῶνται. τὴν ἀρχὴν δὲ ἑπταχῶς ἀποδίδωσι λέγεσθαι. καθ’ ἕνα μὲν τρόπον ἀρχή, ὅθεν ἄν τις τοῦ πράγματος, οὗ ἀρχὴ λέγεται, κινηθείη πρῶτον· ἀρχὴ γὰρ μήκους καὶ ὁδοῦ, ὅθεν ἀρξάμενοι δίιμεν αὐτήν. οὕτως ἀρχὴ καὶ τὰ ἐναντία πέρατα τοῦ αὐτοῦ τοῖς ἢ ἐντεῦθεν ἢ ἐντεῦθεν ἀρχομένοις· διὸ ἡ τοιαύτη ἀρχὴ καὶ πέρας ποτὲ γίνεται. ἀρχὴ λέγεται καὶ ὅθεν ἀρξαμένων κάλλιστα ἂν τὸ προκείμενον γένοιτο,3 ὡς ἐπὶ τῶν μαθήσεων· ἐν ταύταις γὰρ πολλάκις οὐκ ἀπὸ τῶν πρώτων ἀρχόμεθα, ἀλλ’ ἀφ’ ὧν ῥᾷστα ἄν ὁ μανθάνων παρακολουθήσαι, ὡς ἀρίστως ἐν ταῖς Κατηγορίαις ἐν τῷ περὶ ποιότητος λόγῳ πεποίηκεν· εἶπε γὰρ τὴν ποιότητα εἶναι καθ’ ἣν ποιοί τινες λεγόμεθα, διὰ τοῦ ποιοῦ, ὑστέρου μὲν ὄντος τῆς ποιότητος γνωριμωτέρου δέ, τὴν διδασκαλίαν τῆς ποιότητος ποιησάμενος.
在《形而上学》各卷中被题名为“Δ”的那一卷——在其中他对某些以多种方式述说的事物进行了划分——属于亚里士多德,这无论从其文辞还是从其中所言说的内容来看都是显而易见的;而它也属于这一部论著,从他此前所说的话中也是清楚的。因为他已经证明,关于普遍的存在以及共同从属于它的事物的探究属于第一哲学家,而存在的共同之物就是一切科学都在使用的那些东西。因为第一哲学家的沉思正是关于这些的;因为关于它们的探究并不特属于那些科学中的任何一门;因为对于存在者中的任何一个而言,并非在其作为‘某一特定之物’的范围内,它们中的某种事物才从属于它,而是从属于作为存在者的存在者,而这正是第一哲学家的探究对象。因为关于它们的把握是必然的,这一点其实际运用即可证明;因为一切科学都通过使用它们来证明呈现在它们面前的论题;而它不特属于任何个别科学,这一点它们被共同使用即予以表明。此外,已经确立的前提是:关于辩证家依循通论进行论说的那些事物,第一哲学以科学的方式加以言说;因为辩证家也是关于对一切人或对多数人共同的事物进行探究,并且辩证家也处理以多种方式述说的事物。因此,辩证法也将类似于第一哲学,处理同样的事物,然而却是逻辑地而非科学地处理。而这部书的编排正是如此,这一点从他针对科学所使用的、共同伴随着存在者的这些以多种方式述说的事物进行划分即可看出;关于这些,他也在第二卷中说过,哲学家必须在区分了它们每一项依多少种方式述说之后来进行探究;而在指明了第一哲学的沉思是关于哪些事物之后(这已在第三卷中证明),接下来最先对为了沉思和证明那些即将被证明的其他事物而必然要使用的那些事物进行沉思,是顺理成章的。因此,他首先谈论了关于在一切情况下必须肯定或否定的公理——它对于证明是有用的;在此之后,便在本书中对以这种方式被多义述说的事物进行划分。而这部书并非如某些人根据他并未对所有多义述说的事物进行划分而推测的那样是不完整的,这一点从他并没有在这部书中单纯以此为目的,而仅仅针对一切科学作为共同之物来使用以证明呈现在它们面前之论题的那些事物,即可明了。因为呈现在我们面前的任务既不是论述同名异义的事物,也不是论述所有源于一且归于一的事物,而是论述具有多义性的事物,这是由于这种多义性从属于作为存在者的存在者,而存在者本身就是以多种方式被述说的。因此,他没有采纳‘数学的’或任何这类本身也以多种方式述说的事物,因为科学并不是兼用这些来证明自身统辖下的某种事物,而是〔兼用〕‘原理’、‘原因’、‘自然’、‘元素’以及诸如此类的事物,鉴于这些全都是共同的,他便在本书中作为切合于本论著的内容对它们进行了划分。由此也更为清楚地表明这部书正是出自这一部论著;因为如果与这些邻近的某些事物被遗漏了,那些事物也可以按照与它们相类似的事物的划分来进行划分。那么,在本书中对被认为共同属于存在者且伴随着存在者而以多种方式述说的所有事物进行划分时,他首先论述了‘原理’。而原理并非仅仅伴随着存在者的某一单一自然,这是众所周知的;因为一切科学都在使用某些原理。而他指出原理是以七种方式被述说的。按照一种方式,原理就是人们对于被称为原理的事物最先由之被运动的起点;因为长度和道路的原理,就是我们从之出发去穿越它的起点。照此,对于从这边或从那边出发的人而言,同一事物的相反两端也都是原理;因此,这样的原理有时也会成为终点。原理也被说成是从之出发事情能得到最圆满成就的起点,如在学习的情形中那样;因为在这些学习中,我们往往不是从最初的事物出发,而是从学习者最容易领会的事物出发,正如他在《范畴篇》关于性质的论述中极其出色地做到的那样;因为他说性质就是据之我们被称为某种性质者的东西,通过比性质更为后起却更为熟知的‘具某种性质者’,来展开关于性质的教学。
- 5.0πρὸς δὲ τούτοις κεῖται, περὶ ὧν ὁ διαλεκτικὸς κατὰ τὸ ἔνδοξον ποιεῖται τοὺς λόγους, περὶ τούτων τὴν πρώτην φιλοσοφίαν ἐπιστημονικῶς λέγειν
非人称动词 κεῖται(“已确立的是……”)支配随后的带不定式结构(τὴν πρώτην φιλοσοφίαν... λέγειν)。关系从句(περὶ ὧν...)倒置在其先行词介词短语(περὶ τούτων)之前。
- 5.0ἐν τῷ δευτέρῳ ... ἐν τῷ τρίτῳ
此处提及的“第二卷”(ἐν τῷ δευτέρῳ)与“第三卷”(ἐν τῷ τρίτῳ)反映了古代注疏家的分卷习惯:大阿尔法(A)为第一卷,贝塔(B)为第二卷,伽马(Γ)为第三卷(小阿尔法 α 未计入正数或被另作处理)。
- 5.0ἀρχὴ λέγεται καὶ ὅθεν ἀρξαμένων κάλλιστα ἂν τὸ προκείμενον γένοιτο
分词 ἀρξαμένων 充当带有不定主语的属格绝对结构(“当人们从……出发时”),或与省略的施事者一致,表达一种条件含义(“对于从……开始的人而言,事情最能达成”)。
