- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:341.28-343.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德驳斥了“万物皆静”与“万物皆动”这两种极端的自然学观点,并进而基于存在永恒动者与天体的设定反驳了“无物永恒”的主张(1012b22–1012b29);亚历山大就此阐释了论题的连贯性、文句的句法特征以及第一推动者与被推动者的必然性。
" Φανερὸν δὲ ὅτι οὐδὲ οἱ πάντα ἠρεμεῖν λέγοντες ἀληθῆ λέγουσιν οὐδ’ οἱ πάντα κινεῖσθαι." Αὕτη ἡ λέξις οὐ φέρεται ἔν τισιν ὡς οὖσα οἰκεία τῆς φυσικῆς· οὐ μὴν ἀλλ’ ἐπεὶ συγχρώμενος τοῖς προδεδειγμένοις περὶ αὐτῶν λέγειν δοκεῖ, οὐκ ἂν εἴη παντάπασιν ἀλλοτρία τῶν προειρημένων. κειμένου γὰρ τοῦ μήτε ἀληθῆ πάντα εἶναι μήτε ψευδῆ,1 ἀκολουθοίη ἂν τὸ μήτε τοὺς ἠρεμεῖν πάντα λέγοντας ἀληθεύειν μήτε τοὺς κινεῖσθαι· ἕπεται γὰρ τοῖς μὲν ἠρεμεῖν πάντα λέγουσι τὸ μηδὲν μεταπίπτειν, ἀλλ’ ἀεὶ τὰ αὐτὰ ἀληθῆ τε καὶ ψευδῆ μένειν, ὁρῶμεν δὲ ὅτι μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ ἡ κατάφασις μὲν ἀληθὴς ἡ ἀπόφασις δὲ ψευδής, ἢ ἔμπαλιν, ἀλλὰ μεταπίπτει, καὶ ἐφ’ οὗ πρότερον ἦν ἡ κατάφασις ἀληθής, ἡ ἀπόφασις πάλιν ἀληθὴς γίνεται, εἴ γε ἀληθές ἐστι τό τε ὂν εἶναι λέγειν καὶ τὸ μὴ ὂν μὴ εἶναι. αὐτὸς γοῦν ὁ λέγων πάντα ἠρεμεῖν πρότερόν τε οὐκ ἦν καὶ ὕστερον οὐκ ἔσται· ὃ ἀδύνατον ἄνευ μεταβολῆς γίνεσθαι. τοῖς δ’ αὖ πάντα συνεχῶς κινεῖσθαι λέγουσι τὸ μηδὲν ἀληθὲς εἶναι· οὐδὲν γὰρ ὑπομένει τὴν τοῦ τόδε τι εἶναι κατηγορίαν, ἀλλὰ μεταπίπτει, ἀληθὲς δὲ ἦν τὸ τὸ ὂν εἶναι λέγειν. πάντα οὖν ψευδῆ κατ’ αὐτοὺς ἔσται· τοῦτο γὰρ καὶ ἐν τοῖς πρὸ ὀλίγου εἰρημένοις εἶπεν ἕπεσθαι τοῖς πάντα συνεχῶς ῥεῖν τε καὶ κινεῖσθαι λέγουσιν. ἀλλὰ δέδεικται ὅτι μὴ οἷόν τε πάντα ψευδῆ εἶναι. λέγοι δ’ ἂν μηδέτερον τῶν εἰρημένων ἀληθὲς εἶναι, μήτε τὸ πάντα ἠρεμεῖν μήτε τὸ πάντα κινεῖσθαι, ὅτι τούτων ἑκάτερον μοναχῶς λέγεται κατὰ πάντων. εἶπε δὲ τοῦτο ἀδύνατον εἶναι· ἕπεται γὰρ καὶ τῷ μὲν πάντα ἠρεμεῖν τὸ ἀεὶ τὰ αὐτὰ ἀληθῆ τε καὶ ψευδῆ μένειν καὶ μὴ μεταπίπτειν εἰς ἄλληλα, ὃ ὅτι ἀδύνατον, ἔδειξε δι’ οὗ παρέθετο. ὁ γὰρ λέγων αὐτὸς τήνδε τὴν δόξαν καὶ πρότερόν γε οὐκ ἦν καὶ ὕστερον οὐκ ἔσται, ὥστε οὔτε τὰ πάντα ἠρεμεῖ οὔτε ταὐτὰ ἀεὶ μένει ἀληθῆ καὶ ψευδῆ. τὸ γὰρ ὄντος αὐτοῦ, ὅτε ἔστιν, εἶναι αὐτὸν λέγειν ἀληθὲς ὂν οὐκ ἔστιν ἀληθὲς λεγόμενον, ὅτε μὴ ἔστι. πάλιν δὲ τῷ πάντα κινεῖσθαί τε καὶ ῥεῖν ἕπεται τὸ μηδὲν ὡρίσθαι μηδὲ ἀληθὲς εἶναι. τοῦτο δὲ ὅτι μὴ ἀληθές, τὸ μηδὲν εἶναι ἀληθές, δέδεικται πρότερον.
“显而易见,既非声称万物静止的人讲出了真理,亦非声称万物运动的人讲出了真理。” 这一语句在某些抄本中并未收录,理由是它理应属于自然学;然而,既然他似乎是通过兼用此前所证明的论点来论述这些问题,它便绝非完全外在于前述的内容。因为一旦设定了既非万物皆真亦非万物皆假,随之而来的便是:既非声称万物静止的人是在说真话,亦非声称万物运动的人是在说真话。因为对于声称万物静止的人而言,随之而来的结论是没有事物发生转变,而是相同的事物始终保持为真且为假;然而我们看到,并非对于同一事物而言肯定始终为真而否定始终为假,或者反之,而是会发生转变,并且对于曾经肯定为真的事物,否定再次变为真——如果断言存在者存在以及不存在者不存在确实为真的话。至少,声称万物静止的这位说者本人,此前并不存在,此后也将不存在;而这没有变化是绝不可能发生的。另一方面,对于声称万物持续运动的人而言,随之而来的结论则是无物为真;因为没有事物经受得住作为‘某一特定之物’的述谓,而是会发生转变,而断言存在者存在曾经是真的。因此根据他们,万物都将是假的;因为正如他在不久前所说的那些话中所言,这也同样伴随着那些声称万物持续流动和运动的人。但已经证明,万物皆假是不可能的。而他会说,所说的两项都非真——既非万物静止,亦非万物运动——因为这两者中的每一项都是对一切事物以单一的方式述说的。并且他说过这是不可能的;因为对于‘万物静止’而言,随之而来的结论是相同的事物始终保持为真且为假,而不相互转变,而这为何不可能,他已通过所列举的例子予以说明。因为表达这一意见的当事人本人,此前并不存在,此后也将不存在,所以既非万物静止,亦非相同事物始终保持为真和假。因为当他存在时,说他存在是真的,但当他不存在时,如此言说便不再是真的。另一方面,对于‘万物运动且流动’而言,随之而来的结论是没有事物被规定或为真。而无物为真这件事并非真的,此前已经证明。
"Ἀνάγκη γὰρ τὸ ὂν μεταβάλλειν." Καὶ τοῦτο δεικτικὸν παρέθετο τοῦ μὴ πάντα κινεῖσθαι. ἔχει δὲ ἡ λέξις ἀκαταλληλότερον·2 εἰ γὰρ ἔστι κίνησις, ἀνάγκη τι ὂν μεταβάλλειν, εἴ γε ἡ κίνησις ἔκ τινος ἔστιν εἴς τι μεταβολή, ἀδύνατον δὲ ἔκ τινος εἴς τι μεταβάλλειν μὴ ὄντος τινὸς τοῦ μεταβάλλοντος· τοῦτο δὴ τὸ ὂν μεταβάλλον τε καὶ κινούμενον, ὅτε κινεῖται, ἀνάγκη ἐν τῷ εἶναι μένειν τε καὶ κατὰ τοῦτο ἠρεμεῖν. εἰ γὰρ εἴη κατὰ τόπον Σωκράτης κινούμενος, δεῖ τὸν Σωκράτην μένειν, ὅτε κινεῖται Σωκράτης· οὕτω γὰρ ἔσται καὶ κατὰ τόπον κινούμενος Σωκράτης. καὶ καθόλου δὴ ἐπὶ πάσης κινήσεως, εἰ ἡ κίνησις μεταβολή ἐστιν ἔκ τινος εἴς τι, σῳζομένου τοῦ κινουμένου κατὰ τὴν οὐσίαν, δεῖ εἶναί τι τὸ μεταβάλλον ἄλλο ὂν παρὰ τὰ καθ’ ἃ ἡ μεταβολή, καὶ κατὰ τοῦτο ἑστάναι. εἰ ἄρα ἔστι μεταβολή, δεῖ τι καὶ ἑστάναι· καὶ γὰρ ἡ κατὰ γένεσιν καὶ φθορὰν μεταβολὴ ὑποκειμένου τινὸς καὶ σωζομένου καὶ μεταβάλλοντος εἰς ταῦτα γίνεται· τοιοῦτον γὰρ ἡ ὕλη.
“因为存在者发生变化是必然的。” 这也是作为并非万物都在运动的证明,由他提出来的。然而这句话的表述在句法上略显不调和;因为如果存在运动,就必然有某种存在者在变化(如果运动确实是从某种事物到某种事物的变化),而如果没有进行变化之物存在,从某种事物到某种事物的变化便是不可能的。那么,这个在变化且被运动的存在者,当它被运动时,必然保持在存在之中并在这一方面处于静止。因为如果苏格拉底依空间被运动,苏格拉底在被运动时苏格拉底必须保持;因为只有这样,依空间被运动的苏格拉底才会存在。而且普遍地在一切运动中,如果运动是从某种事物到某种事物的变化,而在其实体上被运动之物得以保持,那么发生变化之物必然是不同于变化依之发生的那些事物的某种事物,并在这一方面保持停顿。因此如果存在变化,某种事物也必须停顿;因为即使依生成与消灭的变化,也是由于某种基质存在、被保持并变化为这些而发生的;因为质料就是这样的东西。
"Ἀλλὰ μὴν οὐδὲ πάντα ἠρεμεῖ ἢ κινεῖταί ποτε, ἀεὶ δὲ οὐθέν.3" Ὃ λέγει τοιοῦτόν ἐστιν. ἀλλὰ μὴν οὔτε πάντα τὰ ὄντα ποτὲ μὲν ἠρεμεῖ ποτὲ δὲ κινεῖται, οὐδὲν δὲ ἔστιν ὃ ἀεὶ κινεῖται, ἢ ἄλλο ὃ ἀεὶ ἠρεμεῖ. τοῦτο γὰρ εἶπε διὰ τοῦ ἀεὶ δ’ οὐθέν. τοῦτο δὲ διὰ πλειόνων ἔδειξεν οὕτως ἔχον ἐν τῷ τελευταίῳ τῆς Φυσικῆς ἀκροάσεως. ὑπομιμνήσκει δὲ καὶ νῦν αὐτοῦ ὅτι ἔστι τι ἐν τοῖς οὖσιν ἀκίνητον καὶ ἄλλο ἀεικίνητον, εἰπὼν ἔστι γάρ τι ὃ ἀεὶ κινεῖ τὰ κινούμενα. τὸ γὰρ ὑπὸ τοῦ ἀεὶ κινοῦντος κινούμενον ἐδείχθη συνεχῶς τε καὶ ἀεὶ προσεχῶς κινοῦν τῇ οἰκείᾳ κινήσει ἀιδίῳ οὔσῃ τὰ κινούμενα· τοῦτο δὲ ἦν ὁ αἰθήρ, ὃ καὶ κυκλοφορικὸν καλεῖ σῶμα· διὰ γὰρ τούτου καὶ τὰ ἄλλα κινεῖ τὸ ἀεὶ κινοῦν. ἀλλὰ καὶ ὅτι τὸ πρῶτον κινοῦν ἀκίνητον ἀνάγκη εἶναι καὶ ἠρεμοῦν, δέδεικται καὶ αὐτό.
“然而既非万物在某时静止或运动,而没有任何事物永远如此。” 他所说的是这样的意思:然而并非一切存在者都在某时静止、在某时运动,而没有任何事物永远运动,或另一事物永远静止。因为这就是他通过‘而没有任何事物永远如此’所说的。并且他在《自然哲学讲演录》的最后一卷中,通过多重论证证明了情况确是如此。而他现在也通过说‘因为存在着某种永远推动被运动之物的东西’,提醒人们在存在者之中既有不动之物,也有另一种永动之物。因为那被永远推动者所推动之物,已被证明是以其自身永恒的特有运动,持续且始终直接推动着那些被运动之物;而这就是以太,他也称之为作圆周运动的物体;因为永远推动者正是通过它来推动其他事物的。然而第一推动者必然是不动的且处于静止,这本身同样已经被证明了。
- 4.88κειμένου γὰρ τοῦ μήτε ἀληθῆ πάντα εἶναι μήτε ψευδῆ
独立属格结构,提出了此前论证所确立的前提“既非万物皆真亦非万物皆假”,作为后续主句 ἀκολουθοίη ἄν 的条件与依据。
- 4.89ἔχει δὲ ἡ λέξις ἀκαταλληλότερον
ἀκαταλληλότερον 为中性比较级副词用法,意为“在句法上不太连贯/不调和”。亚历山大指出亚里士多德的原句(“因为存在者发生变化是必然的”)作为反驳“万物皆动”的论据在字面上略显脱节,因此注解者借此引出对“变化中必须有保持静止的基质”这一论证环节的补充说明。
- 4.90Ἀλλὰ μὴν οὐδὲ πάντα ἠρεμεῖ ἢ κινεῖταί ποτε, ἀεὶ δὲ οὐθέν
标目(lemma)的句法结构。否定词 οὐδέ 统摄整个复合命题,否定了“万物皆在某时静止或运动,而没有任何事物永远如此”这一主张。亚历山大在随后的释义中用 οὔτε πάντα... οὐδὲν δὲ ἔστιν ὃ ἀεὶ κινεῖται... 明确了该否定的管辖范围。
