← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§340.8-341.27

万物皆真皆假说的自相矛盾与无穷倒退

注疏亚里士多德《形而上学》1012b11–18,从否定矛盾中间项推导出“二者皆假”的不可能性,阐明“一切皆真”与“一切皆假”的主张必然陷入自相颠覆,并揭示了企图将单个命题排除在外必然导致无穷倒退的逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.85

" Ἔτι εἰ πᾶν ἢ φάναι ἢ ἀποφάναι ἀναγκαῖον." Ἔδειξε πρὸ ὀλίγου ὅτι μηδέν ἐστιν ἀντιφάσεως μεταξύ, ἀλλὰ κατὰ παντὸς ἢ κατάφασις ἢ ἡ ἀπόφασις. εἰ δὲ τοῦτο ὑγιὲς καὶ οὐδὲν ἄλλο παρὰ τὴν ἀντίφασίν ἐστιν, ἀδύνατον ἀμφότερα ψευδῆ εἶναι· ἠδύνατο γὰρ ψευδῆ μόνως οὕτως ἀμφότερα γίνεσθαι, εἰ ἦν τι μεταξὺ αὐτῶν· μηδενὸς δὲ ὄντος μεταξύ, ἀνάγκη θάτερον μὲν αὐτῶν ἐπὶ παντὸς ἀληθὲς εἶναι, θάτερον δὲ ψευδὲς μόνον, ἀλλ’ οὐκ ἄμφω ἀληθῆ ἢ ἄμφω ψευδῆ. πάλιν δὲ τὸ ἀδύνατον ἄμφω ψευδῆ εἶναι εἶπεν, ἐπεὶ προείρηκεν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων πάντα ψευδῆ εἶναι. τοῖς τε γὰρ τὴν ῥύσιν αἰτιωμένοις τοῦτο λέγειν μᾶλλον ἕπεται, ἀλλὰ καὶ Ἀναξαγόρᾳ τῷ πάντα ἐν πᾶσι μεμῖχθαι λέγοντι καὶ μηδὲν διὰ τοῦτο τῶν ὄντων εἰλικρινῶς εἶναι ὃ λέγεται εἶναι.

“再者,如果断言或否定任何事物都是必然的。” 他不久前指出,在矛盾之间没有任何居间者,而是对任何事物要么肯定要么否定。如果这是健全的,并且在矛盾之外没有任何其他事物,那么二者皆假便是不可能的;因为只有在它们之间存在某种居间者的情况下,二者才可能皆成为假。然而既然没有任何居间者,对于一切事物而言,其中之一必然为真,而另一者仅仅为假,却不可能二者皆真或二者皆假。他又重申二者皆假是不可能的,因为他此前已经说过,根据所论述的内容,一切皆假反而更容易被接受。因为这不仅更符合那些归因于流动的人的主张,而且也更符合声称万物混合于万物之中、并因此现有之物没有一个是纯粹为它被声称之物的阿那克萨哥拉。

§4.86

"Συμβέβηκε δὲ καὶ τὸ θρυλούμενον." Θρυλούμενον μὲν εἶπεν, ἐπεὶ καὶ ἄλλοι τούτῳ πρὸς τοὺς ταῦτα λέγοντας ἐχρήσαντο ὡς ὄντι ἐναργεῖ, φανερώτατα δὲ Πλάτων κεκίνηκεν αὐτὸ ἐν τῷ Θεαιτήτῳ· πῶς δὲ αὐτοὶ αὑτοὺς ἀναιροῦσιν, ἔδειξεν. ὁ μὲν γὰρ πάντα ἀληθῆ λέγων ἀναιρεῖ αὑτὸν τῷ καὶ τὸν τἀναντία ἑαυτῷ λέγοντα, ὅτι μηδὲν ἀληθές ἐστιν ἢ μὴ πάντα, ἀληθεύειν λέγειν,1 ὅ ἐστιν ἀναιρετικὸν τῆς δόξης τῆς πάντα ἀληθεύειν τιθεμένης· ὥστε κατὰ τὸν τιθέμενον πάντα εἶναι ἀληθῆ, ἀληθὲς καὶ τὸ μὴ πάντα εἶναι ἀληθῆ. ὁ δὲ πάντα ψευδῆ εἶναι λέγων λόγος ἑαυτὸν ἀναιρεῖ, ὅτι εἰ πάντα εἴη ψευδῆ, καὶ αὐτὸς οὗτος ἂν εἴη ψευδὴς ὁ πάντα ψευδῆ λέγων, ἀληθὴς ἄρα ὁ ἀναιρετικὸς αὐτοῦ, ὁ μὴ πάντα ψευδῆ λέγων.

“并且那广为流传的说法也同样发生。” 他说“广为流传”,是因为其他人针对持这些主张的人也把这作为昭然若揭的道理来使用,最显见的是柏拉图在《泰阿泰德篇》中阐发了它;而[亚里士多德]指出了他们如何自相颠覆。因为声称一切皆真的人,通过声称连那说出与自己相反之话的人——即声称无物为真或并非一切皆真的人——也是说真话的,从而颠覆了自身,而这正破坏了设定一切皆真的意见;因此根据设定一切皆真的人,并非一切皆真也是真的。另一方面,声称一切皆假的论述也颠覆自身,因为如果一切皆假,那么连这个声称一切皆假的论述自身也将是假的,因而颠覆它的、声称并非一切皆假的论述便将是真的。

§4.87

"Ἐὰν δὲ ἐξαιρῶνται ὁ μὲν τὸν ἐναντίον ὡς οὐκ ἀληθὴς μόνος." Εἰ φυλασσόμενοι, φησί, τὸ ἑπόμενον αὐτοῖς ἄτοπον, τὸ δι’ ὧν τίθενται ἀναιρεῖν τὰ ὑπ’ αὐτῶν τιθέμενα, ὑπεξαιροῦνται καὶ λέγουσιν ὁ μὲν πάντα ἀληθῆ λέγων χωρὶς τοῦ λέγοντος ὅτι μὴ πάντα ἀληθῆ, ὅς ἐστιν ἀναιρετικὸς τοῦ πάντα ἀληθῆ, ὁ δὲ λέγων πάντα ψευδῆ χωρὶς τοῦ ὑπ’ αὐτοῦ (τοῦτον γὰρ εἶναι μόνον ἀληθῆ), ἀκολουθήσει αὐτῶν ἑκατέρῳ ἐν τῷ ἕνα ὑπεξαιρεῖσθαι τὸ ἀπείρους τοιούτους συγχωρεῖν εἶναι·2 οὐ γὰρ μόνος ἔσται ψευδὴς ὁ λέγων μὴ πάντα εἶναι ἀληθῆ, ὡς βούλεται ὁ πάντα ἀληθῆ λέγων, ἀλλὰ καὶ ὁ λέγων ἀληθὲς εἶναι τὸ μὴ πάντα ἀληθῆ εἶναι, ἄλλος ὢν τοῦ λέγοντος μὴ πάντα εἶναι ἀληθῆ· οὐ γὰρ ὁ αὐτὸς λόγος τῷ οὐ πάντα ἀληθῆ ὁ λέγων ἀληθὲς εἶναι τὸ μὴ πάντα εἶναι ἀληθῆ. ἀλλὰ καὶ ὁ λέγων ἀληθὲς εἶναι τὸ ἀληθῆ εἶναι τὸν λέγοντα λόγον μὴ πάντα εἶναι ἀληθῆ, ἄλλος ὢν ἐκείνων, καὶ αὐτὸς ἔσται ψευδής. ἀλλὰ καὶ ὁ τοῦτον λέγων τὸν λόγον ἀληθῆ, ὁ λέγων, ‘ἀληθές ἐστι τὸ λέγειν τὸν λόγον τὸν λέγοντα ἀληθὲς εἶναι τὸ μὴ πάντα εἶναι ἀληθῆ ἀληθῆ εἶναι’. καὶ οὕτως ἐπ’ ἄπειρόν τις αὐτῶν τῇ τοῦ ἀληθοῦς προσθήκῃ δείξει κατὰ τὸν ἕνα μόνον φάσκοντα ψευδῆ εἶναι λόγον ἀπείρους τοὺς ψευδεῖς λεγομένους. καὶ εἴη ἂν ἡ σύνθεσις ἡ ἐπ’ ἄπειρον τῶν ἀληθῶν τοιαύτη· ψευδές ἐστι τὸ οὐ πᾶς λόγος ἀληθής ἐστι τῷ ἀληθὲς εἶναι τὸ πάντα εἶναι ἀληθῆ· ψεῦδός ἐστι τὸ ἀληθές ἐστιν ἀληθὲς εἶναι τὸ λέγειν μὴ πάντα εἶναι ἀληθῆ· ψεῦδός ἐστι τὸ ἀληθές ἐστι τὸ λέγειν ἀληθεύειν τὸν λέγοντα ἀληθὲς εἶναι τὸ λέγειν μὴ πάντα εἶναι ἀληθῆ. καὶ τοῦτο ἐπ’ ἄπειρον. ὁμοίως δὲ καὶ ἀληθεῖς ἄπειροι κατὰ τὸν λέγοντα πάντων ψευδῶν ὄντων μόνον ἀληθῆ εἶναι τὸν λέγοντα πάντας ψευδεῖς· οὐ γὰρ μόνον ἀληθὴς ἔσται κατ’ αὐτοὺς ὁ λέγων πάντα ψευδῆ εἶναι, ἀλλὰ καὶ ὁ λέγων ‘ἀληθές ἐστι τὸ πάντας ψευδεῖς εἶναι’· εἰ γὰρ μὴ οὗτος, οὐδ’ ὁ πρὸ αὐτοῦ. ἀλλὰ καὶ ὁ λέγων ‘ἀληθής ἐστι λόγος ὁ λέγων ἀληθὲς εἶναι τὸ πάντα ψευδῆ εἶναι’· καὶ τοῦτο ἐπ’ ἄπειρον. βραχέως δὲ τοῦτο ἐδήλωσεν εἰπὼν ὁ γὰρ λέγων τὸν ἀληθῆ λόγον ἀληθῆ ἀληθής ἐστιν. ὁμοίως δηλονότι καὶ ψευδὴς ὁ λέγων ἀληθῆ τὸν ψευδῆ λόγον, ἄλλως τε καὶ πλασματῶδες τὸ αἰτεῖσθαι ταῦτα καὶ ὑποτίθεσθαι.

“如果他们做出例外排除,一方把相反的论述排除在外,以为仅有它不为真。” 他说,如果他们防备伴随自身的荒谬后果——即通过他们所设定的东西来颠覆自身所设定的东西——而做出例外排除,声称万物皆真的人把声称“并非一切皆真”的人(这是颠覆“一切皆真”的)排除在外,而声称一切皆假的人则把自己所提出的论述排除在外(因为唯有这一项是真),那么在做出这单一例外的排除中,他们双方都将随之承认存在着无数个这样的论述。因为不仅如声称一切皆真者所希望的那样,唯有说“并非一切皆真”的人是假的,而且那声称“并非一切皆真是真的”的人,既然不同于说“并非一切皆真”的人,也将是假的;因为声称“并非一切皆真是真的”论述,与“并非一切皆真”并不是同一个论述。不仅如此,那声称“那说并非一切皆真的论述为真,这件事是真的”的论述,由于不同于前述那些,它自身也同样将是假的。更有甚者,那声称这一论述为真的论述——即声称“声称‘那声称并非一切皆真是真的论述为真’这件事是真的”——也是如此。这样,通过对“真”的不断累加,根据那断言只有一个论述为假的人,任何人都可以无限地指出被称为假的论述有无穷之多。而关于真命题的无限组合就会是这样的:“根据一切皆真是真的,‘并非每一个论述都是真的’是假的”;“‘声称并非一切皆真是真的是真的’这件事是假的”;“‘声称那说声称并非一切皆真是真的人是讲真话的这件事是真的’是假的”。而这会推至无限。同样地,根据声称在万物皆假时唯有说“一切皆假”的论述为真的人,真实的论述也将有无穷多个。因为根据他们,不仅声称“一切皆假”的人是真的,而且声称“‘一切皆假’是真的”的人也将是真的;因为如果这一个不真,那么在它之前的也不真。此外,那声称“‘声称一切皆假为真’的论述是真的”的人也是如此;而这同样推至无限。他通过说“因为那声称真论述为真的人是真实的”简要地表明了这一点。显然,那声称假论述为真的人同样也是假的;况且要求并假定这些例外本身纯粹是虚构的。

语法注2 条
  1. 4.86τῷ καὶ τὸν τἀναντία ἑαυτῷ λέγοντα, ὅτι μηδὲν ἀληθές ἐστιν ἢ μὴ πάντα, ἀληθεύειν λέγειν

    与格冠词 τῷ 使不定词 λέγειν 名词化以表示手段或原因。在该结构内部,τὸν ... λέγοντα 充当主格性宾格,ἀληθεύειν 为从属不定词,而分词 τὸν ... λέγοντα 的内容又由 ὅτι 从句(ὅτι μηδὲν ἀληθές ἐστιν ἢ μὴ πάντα)作进一步阐明,构成了层层嵌套的宾格不定词结构。

  2. 4.87ἀκολουθήσει αὐτῶν ἑκατέρῳ ἐν τῷ ἕνα ὑπεξαιρεῖσθαι τὸ ἀπείρους τοιούτους συγχωρεῖν εἶναι

    主句动词 ἀκολουθήσει 以带冠词的不定词短语 τὸ ... συγχωρεῖν εἶναι(“承认存在无数个这样的论述”)作为实际主语,以 αὐτῶν ἑκατέρῳ 作间接宾语。介词短语 ἐν τῷ ἕνα ὑπεξαιρεῖσθαι(“在排除单一例外时”)作为状语表示条件与伴随情境,全句的骨干是“在排除一个例外的情况下,承认……的后果将伴随他们各自”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:340.8-341.27