- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:338.23-340.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《形而上学》卷Gamma第8章(1012b5–8)中指出,对于所有此类论辩必须首先要求澄清语词意谓什么(真与假的定义);亚历山大对此解释了避免丐题的论辩方法,并通过三种不同的解读详细阐释了经文的异文与压缩紧凑的句法结构。
" Ἀλλὰ πρὸς πάντας τοὺς τοιούτους λόγους αἰτεῖσθαι δεῖ, καθάπερ ἐλέχθη." Εἰπὼν τίσι μὲν ἕπεται τὸ συναληθεύειν τὴν ἀντίφασιν, τίσι δὲ τὸ συμψεύδεσθαι, τίσι δὲ ἄμφω, καὶ δείξας αὐτοὺς μὴ δεόντως χρωμένους τῷ ἀληθεύειν καὶ τῷ ψεύδεσθαι ὀνόματι, ἐπάνεισιν ἐπὶ τὸν λόγον οὗ ἤρξατο. ἔφη δὲ δεῖν ἐξ ὁρισμοῦ τὴν πρὸς αὐτοὺς ἔνστασίν τε καὶ ζήτησιν ποιεῖσθαι· τοῦτο δὴ καὶ νῦν λέγει, καὶ διδάσκει πῶς χρὴ ποιεῖν. χρὴ γάρ, φησί, παρ’ αὐτῶν, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἠξιώσαμεν, αἰτεῖσθαι καὶ ἐξετάζειν, οὐχὶ εἰ εἶναί τι καὶ μὴ εἶναι λέγουσι, καὶ εἰ ἐφ’ οὗ τὸ εἶναι, ἐπὶ τούτου οἷόν τε καὶ τὸ μὴ εἶναι λέγειν (ταῦτα μὲν γὰρ ἀξιοῦντες δόξομεν τὸ ἐν ἀρχῇ λαμβάνειν), ἀλλὰ εἰ σημαίνουσι δι’ ὧν λέγουσιν, αἰτητέον1 παρ’ αὐτῶν· εἰ μὲν γὰρ μὴ σημαίνουσιν, οὐδ’ ἂν διαλέγοιντο· εἰ δὲ σημαίνουσι, τὸν λόγον καὶ τὸν ὁρισμὸν ἑκάστου τῶν ὑπὸ τῶν λεγομένων ὑπ’ αὐτῶν σημαινομένων ληπτέον, καὶ δὴ καὶ τί τὸ ψεῦδος καὶ τἀληθὲς αὐτὸ σημαίνει, οἷς χρῶνται καὶ αὐτοί, καὶ λόγους τοὺς ὑπὸ τῶν ὀνομάτων σημαινομένους, οἵτινες ὁρισμοὶ ἂν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψευδοῦς.
“但是对于所有这些论辩,正如所说的那样,应当提出要求。” 在说明了矛盾对立同时为真伴随哪些人而来、同时为假伴随哪些人而来、以及二者伴随哪些人而来,并指明他们未能妥当地使用“说真话”与“说假话”这些名称之后,他[亚里士多德]回到了他最初开始的论辩。因为他曾说,针对他们的反驳与探讨必须基于定义来进行;这正是他现在所说的,并且他教导了应当如何去做。因为他说,正如我们在前面也要求过的那样,应当向他们提出要求并进行审问,不是去问他们是否说某物存在且不存在、以及对“存在”所适用的事物是否也可能说“不存在”(因为若要求这些,我们就会被认为是在要求最初的出发点[丐题]),而是必须向他们要求,审问他们是否通过所言之词有所意谓;因为如果他们毫无意谓,他们甚至不能进行对话;但如果他们有所意谓,就必须把握由他们所说出的语词所意谓的每一事物的说明和定义,特别是把握他们自己也在使用的“假”与“真”本身意谓着什么,以及由名称所意谓的说明——这些说明便将是一方关于真、另一方关于假的定义。
"Εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθὲς φάναι ἢ ἀποφάναι ψεῦδός ἐστιν.2" Τὸ λεγόμενον ἀσαφῶς μὲν εἴρηται, εἴη δ’ ἂν τοιοῦτον. εἰ μηδὲν ἄλλο τὸ ἀληθές ἐστιν ἢ τὸ οὕτως ἔχον φάναι οὕτως ἔχειν, καὶ πάλιν τὸ οὕτως ἔχον ἀποφάναι ψεῦδος, δῆλον ὡς ἄλλο μὲν ὑπὸ τοῦ ἀληθοῦς σημαίνεται ἄλλο δὲ ὑπὸ τοῦ ψεύδους, καὶ ἀδύνατον τῶν μὲν καταφασκόντων περὶ τοῦ αὐτοῦ τῶν δὲ ἀποφασκόντων ἢ πάντας λέγειν ψεύδεσθαι ἢ πάντας ἀληθεύειν. ἂν μὲν γὰρ οἱ καταφάσκοντες ἀληθεύωσιν, ὡς ἔχει τὸ πρᾶγμα λέγοντες αὐτὸ ἔχειν, οἱ αὐτὸ τοῦτο ἀποφάσκοντες αὐτοῦ ψεύσονται· τοῦτο γὰρ ὑπὸ τοῦ ψεύδεσθαι σημαίνεται, τὸ ἀποφάσκειν τινὸς ὃ ὑπάρχει αὐτῷ. εἰ δὲ ἡ ἀπόφασις ἀληθής, δῆλον ὡς ἀνάγκη τὴν κατάφασιν εἶναι ψευδῆ· εἰ γὰρ ἐν μηδενὶ ἄλλῳ τὸ ἀληθές τε καὶ ψεῦδος ἢ ἐν τῇ τοῦ αὐτοῦ καταφάσει καὶ ἀποφάσει, ἀδύνατον πάντα ψευδῆ εἶναι, ὁμοίως δὲ καὶ ἀληθῆ· ἡ γὰρ περὶ τοῦ αὐτοῦ ἀντίφασις ἀμφότερα ἔχει. εἰπὼν δὲ καίτοι δόξειεν ἂν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων πάντα ψευδῆ εἶναι, καθ’ Ἡράκλειτον κινεῖσθαι πάντα λέγοντα, ἢ πάντα ἀληθῆ, ὡς Ἀναξαγόρας ἔλεγέ τε καὶ ᾤετο, ὅτι μὴ οἷόν τε πάντα ψευδῆ εἶναι δεδειγμένης τῆς ἀντιφάσεως ὅπως ἔχει, καὶ τἀληθοῦς τε καὶ ψευδοῦς ὡρισμένου, ἐπήνεγκε. φέρεται δὲ καὶ οὕτως ἡ λέξις εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθὲς ἢ φάναι ἢ ἀποφάναι καὶ τὸ ψεῦδός ἐστιν. καὶ εἴη ἂν τὸ λεγόμενον, εἰ μηδὲν ἄλλο τὸ ἀληθὲς σημαίνει ἢ τὸ καταφῆσαί τι ἢ ἀποφῆσαι, καὶ τὸ ψεῦδος ὁμοίως· καὶ γὰρ τοῦτο ἐν τῷ καταφῆσαι ἢ ἀποφῆσαι. βραχέως δὲ τῇ λέξει κέχρηται, ἐπεὶ φθάνει διὰ τῶν πρόσθεν εἰρηκέναι ἀληθὲς μὲν εἶναι τὸ τὸ ὂν εἶναι λέγειν ἢ τὸ μὴ ὂν μὴ εἶναι (ὧν τὸ μὲν κατάφασις τὸ δὲ ἀπόφασίς ἐστι, κατάφασις μὲν περὶ τοῦ ὄντος, ἀπόφασις δὲ περὶ τοῦ μὴ ὄντος), ψεῦδος δὲ τὸ τὸ ὂν μὴ εἶναι λέγειν, ὅ ἐστιν ἀπόφασις τοῦ ὄντος, ἢ τὸ μὴ ὂν εἶναι, ὅ ἐστι κατάφασις ἐπὶ τοῦ μὴ ὄντος. ἅτινα σαφῶς προειρημένα ἐνταῦθα μετενεκτέον· εἰ γὰρ μηδὲν ἄλλο ἀληθές ἐστιν ἢ τὸ τὸ ὂν φάναι εἶναι καὶ τὸ μὴ ὂν μὴ εἶναι, καὶ ψεῦδος τὸ τὸ ὂν μὴ εἶναι, ὅ ἐστι τῆς ἀληθοῦς περὶ τοῦ ὄντος καταφάσεως ἡ ἀπόφασις, καὶ πάλιν τὸ μὴ ὂν εἶναι, ὃ καὶ αὐτὸ κατάφασίς ἐστι τῆς ἀληθοῦς περὶ τοῦ μὴ ὄντος ἀποφάσεως, δῆλον ὡς ἀδύνατόν ἐστιν ἢ ἀληθεύειν ἀμφοτέρους τούς τε τὰς καταφάσεις τὰς περὶ τοῦ αὐτοῦ καὶ τοὺς τὰς ἀποφάσεις λέγοντας, ἢ πάλιν ἀμφοτέρους ψεύδεσθαι· οὗ γὰρ ἦν ἡ κατάφασις ἀληθής, τούτου ἦν ἡ ἀπόφασις ψευδής· ὥστε ἀνάγκη θάτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς θάτερον δὲ ψεῦδος λέγειν, ἀλλ’ οὐ πάντα ἀληθῆ ἢ πάντα ψευδῆ. δύναται καὶ τοιοῦτον εἶναι τὸ λεγόμενον διὰ τῆς λέξεως· εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθῆ φάναι ἢ ὅτι τὸ ἀποφάναι ψεῦδος. τουτέστιν εἰ δὲ μηδὲν ἄλλο σημαίνεται ὑπὸ τοῦ ἀληθῆ εἶναι τὴν κατάφασιν ἢ ὅτι ἡ ἀπόφασίς ἐστι ψευδής· ὁ γὰρ λέγων ἀληθὲς εἶναι τὸ ἡμέραν εἶναι, τὸ μὴ εἶναι ἡμέραν διὰ τῆς καταφάσεως ψεῦδος εἶναι λέγει· εἰ δὲ τοῦτο, ἀδύνατον τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ.
“而如果真并非别的,只是肯定,或者否定是假。” 所言者表达得晦涩,但意思会是如此:如果真并非别的,只是就如此之事物肯定其为如此,而就如此之事物予以否定乃是假,那么显而易见,由真所意谓的与由假所意谓的是不同的,而在就同一事物进行肯定者与进行否定者之中,绝不可能要么所有人都在说假话,要么所有人都在说真话。因为如果肯定者通过按照事物的实情述说其如此而说真话,那么就同一事物否定此点的那些人就会说假话;因为这正是“说假话”所意谓的,即就某物否定其所具有的性质。而如果否定为真,显而易见肯定必然为假;因为如果在同一事物的肯定与否定之外真与假不存在于任何其他之中,那么一切皆假便是不可能的,同样一切皆真也是不可能的;因为关于同一事物的矛盾对立包含着这两方。在说了根据所言者似乎一切皆假(按照声称万物运动的赫拉克利特)比一切皆真(正如阿那克萨戈拉所说且所认为的那样)更可以承认之后,他添上了不可能一切皆假这一点,因为矛盾对立的状况已得到证明,且真与假亦已被定义。这段文字亦有这样的传抄:“而如果真并非别的,只是要么肯定要么否定,且假亦然”。而所言者的意思将是:如果真不意谓别的,只是肯定某物或否定某物[就其为真而言],且假亦同样如此(因为假亦在于肯定或否定之中)。而他简短地运用了这一措辞,是因为他此前已经说过,说是者存在或非是者不存在乃是真(其中一者是肯定,另一者是否定,肯定关于是者,而否定关于非是者),而说是者不存在乃是假(这是对是者的否定),或说非是者存在乃是假(这是就非是者的肯定)。这些在前面已清晰言明的事项必须移至此处;因为如果真并非别的,只是肯定存在者存在且非存在者不存在,而假乃是存在者不存在(这是对关于存在者的真实肯定的否定),以及非存在者存在(这本身亦是对关于非存在者的真实否定的肯定),那么显而易见,就同一事物述说肯定者与述说否定者绝不可能双方皆说真话,亦不可能反过来双方皆说假话;因为对于其肯定为真者,其否定即为假;因此必然说矛盾对立的其中一部分为真而另一部分为假,而不是说一切皆真或一切皆假。通过这一措辞所言者亦可以是这样的:“而如果述说真并非别的,只是否定为假”。这就是说,如果肯定为真所意谓的并非别的,只是否定为假;因为声称白天存在为真的人,通过这一肯定所说的正是白天不存在为假;而若是如此,矛盾对立便不可能同时为真。
- 4.83οὐχὶ εἰ εἶναί τι καὶ μὴ εἶναι λέγουσι, καὶ εἰ ἐφ’ οὗ τὸ εἶναι, ἐπὶ τούτου οἷόν τε καὶ τὸ μὴ εἶναι λέγειν ... ἀλλὰ εἰ σημαίνουσι δι’ ὧν λέγουσιν, αἰτητέον
由 οὐχὶ ... ἀλλά ... 构成的相关结构,对比了作为 αἰτητέον(以及 αἰτεῖσθαι καὶ ἐξετάζειν)宾语的两个由 εἰ 引导的间接疑问从句。此处指明论辩策略:不能直接要求对方承认关于“存在与不存在”的本体论主张(否则会被视作丐题 τὸ ἐν ἀρχῇ λαμβάνειν),而必须要求对方在语义层面上承认其语词是否具有所指。
- 4.84Εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθὲς φάναι ἢ ἀποφάναι ψεῦδός ἐστιν
经文引句(lemma)的句法解释。面对这一高度紧凑晦涩的文句,亚历山大提出了三种解构方式:(1) 补足省略成分:“如果真并非别的,只是肯定[如此者],而否定[如此者]是假”;(2) 依据异文 εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθὲς ἢ φάναι ἢ ἀποφάναι καὶ τὸ ψεῦδός ἐστιν,解释为“如果真并非别的,只是要么肯定要么否定[就真而言],而假亦然”;(3) 改读为 εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθῆ φάναι ἢ ὅτι τὸ ἀποφάναι ψεῦδος,即“如果肯定为真所意谓的并非别的,只是否定为假”。
