← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§337.20-338.22

流转说与混合说导出一切皆假的荒谬性

亚历山大阐明了亚里士多德驳斥就一切以单一方式断定真或假的观点的论证,并指出从赫拉克利特的常流说与阿那克萨戈拉的混合说出发,所导出的荒谬结论毋宁是一切皆假,而非一切皆真。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.82#2

τούτῳ δὴ τῷ λόγῳ τῷ κατὰ πάντων ἄμφω κατηγοροῦντι σχεδόν φησι τοὺς αὐτοὺς ἐκείνους ἀμφοτέρους εἶναι τοὺς μοναχῶς ἑκάτερον κατηγοροῦντας, καὶ δείκνυσι πῶς εἰσιν οἱ αὐτοί· ὅτι γὰρ ὁ λέγων καὶ ἀληθῆ πάντα καὶ ψευδῆ πάντα καὶ ἰδίᾳ ἑκάτερον κατηγορεῖ πάντων, τό τε ἀληθῆ αὐτὰ εἶναι καὶ πάλιν τὸ ψευδῆ, διὰ τοῦτο αὗται αἱ δόξαι αἱ μοναχῶς λέγουσαι ἑκάτερον αἱ αὐταί εἰσιν τῇ κατὰ πάντων ἀμφότερα κατηγορούσῃ. ἐὰν δὲ αἱ αὐταί, ἀδύνατος δὲ ἐκείνων ἑκατέρα, ἀδύνατος ἂν εἴη καὶ ἡ ἄμφω κατὰ πάντων κατηγοροῦσα. ὅτι δὲ ἐκείνων ἑκατέρα ψευδής, ἐδείχθη διὰ τοῦ πάσης ἀντιφάσεως ἐπὶ παντὸς θάτερον μὲν ἀληθὲς θάτερον δὲ ψεῦδος εἶναι. δύναται καὶ τὸ ὥστε εἴπερ ἀδύνατα ἐκεῖνα εἰρηκέναι ἐπὶ τοῦ ἄμφω λέγοντος,1 καὶ πάντα ἀληθῆ καὶ πάντα ψευδῆ· ἐδείχθη γὰρ διὰ πλειόνων ὅτι ἀδύνατον τὴν ἀντίφασιν ἅμα εἶναι τοῦτο· ἅμα γὰρ ταῦτα ἀληθῆ τε καὶ ψευδῆ γίνεται, ἐπεὶ τὸ ὥστ’ εἴπερ ἀδύνατα ἐκεῖνα περὶ τῶν προειρημένων τε καὶ προδεδειγμένων λέγει τῶν πᾶσαν ἀντίφασιν ἀληθῆ ἢ πᾶσαν ἀντίφασιν ψευδῆ τιθέντων (ἐδείχθη γὰρ ὅτι μηδέτερον ἀληθές)· ὄντων δὲ ἐκείνων ἀδυνάτων, ὡς δέδεικται, ἀδύνατα ἂν εἴη καὶ τὰ μοναχῶς ἐπὶ πάντων τῶν ὄντων λεγόμενα ὅτι ἀληθῆ ἢ ὅτι ψευδῆ. δύναται δὲ καὶ αὐτὸν Ἡράκλειτον λέγειν πάντα ἀληθῆ καὶ πάντα ψευδῆ εἰρηκέναι, καθ’ ὅσον ἔλεγε τὰ ἐναντία συνυπάρχειν, ἐναντία δὲ καὶ τὸ πάντα ἀληθῆ καὶ τὸ πάντα ψευδῆ. προστίθησι δὲ τοῖς φθάνουσι δεδεῖχθαι, ὡς ἐναργῶς ἐνίων οὐσῶν ἀντιφάσεων τοιούτων περὶ ὧν οὐδεὶς ἂν ἐνδοιάσειεν, ὡς ἢ ἀμφοτέρων τῶν μορίων ἀληθῶν εἶναι δυναμένων ἢ ἀμφοτέρων ψευδῶν·2 ὃ δεικτικὸν ἂν εἴη τοῦ μὴ κατὰ πάντων μοναχῶς ἑκάτερον. εἶεν δ’ ἂν τοιαῦται ἀντιφάσεις τὸ τὴν διάμετρον σύμμετρον εἶναι ἢ μὴ σύμμετρον, καὶ καθόλου ὧν θάτερον μὲν ἀναγκαῖον θάτερον δὲ ἀδύνατον, ὁποῖά ἐστι τὰ ἐν τῇ οὐσίᾳ τινῶν καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα. εἰπὼν δὲ προδήλως μήτε ἀληθεῖς ἅμα ἐπ’ ἐνίων ἀντιφάσεων δύνασθαι λέγεσθαι τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν μήθ’ ἅμα ψευδεῖς, ἐπήνεγκε τὸ καίτοι δόξειεν ἂν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων τὸ ψευδεῖς ἀμφοτέρας εἶναι· τοῦτο γὰρ λείπει. ἀποτεινόμενος δὲ ταῦτα πρὸς Ἡράκλειτον λέγει καὶ ὅσοι διὰ τὸ συνεχῆ τὴν ῥύσιν εἶναι ἐν τοῖς οὖσιν ἔλεγον ἅμα κατ’ αὐτῶν ἀληθὲς καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι. ὅσον γὰρ ἐπὶ τοῖς λεγομένοις ὑπ’ αὐτῶν,3 μᾶλλον ἂν ὑγιὲς εἴη τὸ ψευδεῖς πάσας εἶναι· εἰ γὰρ συνεχὴς ἡ ῥύσις καὶ μηδὲν ὑπομένει, οὐδὲν ἂν ὑγιῶς καὶ ἀληθῶς εἴη κατηγορῆσαι κατά τινος, ᾧ ἀκόλουθον τὸ πάντα εἶναι ψευδῆ· ἀνάγκη γὰρ τὸν ὁτιοῦν ὁρίζοντα κατὰ τοῦ συνεχῶς ῥέοντος καὶ εἰς μηδὲν ὡρισμένον μεταβάλλοντος ψεύδεσθαι. ὥστε καθ’ Ἡράκλειτον πάντα ἀληθῆ λέγοντα τοὐναντίον ἂν μᾶλλον ἁρμόττοι πάντα λέγειν ψευδῆ εἶναι, εἴ γε συνεχῶς ὑπελάμβανε πάντα ῥεῖν τε καὶ μεταβάλλειν. ἔδειξε δὲ τὸ αὐτὸ τοῦτο καὶ Ἀναξαγόρᾳ ἑπόμενον ἄτοπον διὰ τὸ πάντα μεμῖχθαι, τὸ δὲ μεμιγμένον μήτε εἶναί τι ἁπλῶς τούτων ἐξ ὧν ἐστι, μήτε ἁπλῶς μὴ εἶναι.

因此,他说那两种以单一方式分别断定每一方的观点,与这一就一切断定二者的论辩几乎相同,并且指明了它们为何相同:因为声称万物皆真且万物皆假的人,也分别就一切断定其中的每一方——即它们皆真以及它们又皆假——因此,这些以单一方式言说每一方的见解,与那断定二者属于一切的见解是相同的。而如果它们是相同的,且它们之中的每一方皆不可能,那么就一切断定二者的见解也就同样不可能。而它们之中的每一方皆为假,已通过在一切矛盾对立中、就一切而言总是一方为真而另一方为假而得到了证明。也可以将“因此,如果那些是不可能的”理解为他是针对主张二者的人说的,即主张万物皆真且万物皆假的人;因为已经通过诸多论证表明矛盾对立不可能同时是这样;因为这些同时变成为真且为假,因为他说“因此,如果那些是不可能的”,乃是针对前述已证的那些主张每一矛盾对立皆真或每一矛盾对立皆假的人(因为已经表明两者皆非真);而在那些见解如已表明的那样皆不可能的情况下,就一切存在者以单一方式所言说的皆真或皆假,也就同样不可能。也可以理解为赫拉克利特本人说过万物皆真且万物皆假,因为他曾说相反者共存,而“万物皆真”与“万物皆假”也是相反者。他在已经证明的内容之外又补充道,显然某些矛盾对立是如此明白,以至于没有人会对此产生怀疑,仿佛两个部分要么皆可能为真要么皆可能为假似的;这便可以表明,每一方并非就一切以单一方式被断定。这样的矛盾对立便是:对角线是可通约的或不可通约的,以及概括来说一方为必然、另一方为不可能的那些矛盾对立,正如属于事物的实体与“是什么”之中的谓项那样。而在表明了在某些矛盾对立中肯定与否定显然既不能同时被说成是真、也不能同时被说成是假之后,他又添上了“然而根据所言者,似乎毋宁可以承认两者皆为假”;因为这一句是缺漏[应予补充]的。他在说这些话时,是针对赫拉克利特以及所有由于存在者处于不断流转之中而主张“存在”与“不存在”对它们同时为真的人。因为就他们所言而言,认为一切皆假反而会更加稳妥;因为如果流转是连续的且无物常驻,那么就没有任何东西可以稳妥且真实地就某物予以断定,随之而来的便是一切皆假;因为对于不断流转且不向任何确定之物转化者下任何定义的人,必然是在说假话。因此,按照声称万物皆真的赫拉克利特,若他确实假定万物皆在不断流转与变化,那么相反地说万物皆假反而会更加合适。而他亦表明,这同样的荒谬结论由于万物混杂也伴随阿那克萨戈拉而来,因为混杂之物既不单纯地是构成它的那些事物中的任何一个,也不单纯地不是。

语法注3 条
  1. 4.82δύναται καὶ τὸ ὥστε εἴπερ ἀδύνατα ἐκεῖνα εἰρηκέναι ἐπὶ τοῦ ἄμφω λέγοντος

    在句法上,非人称动词 δύναται 支配完成时主动不定词 εἰρηκέναι,其语义主语默认为亚里士多德(即“可以理解为他……说了……”)。带有冠词的引句 τὸ ὥστε εἴπερ ἀδύνατα ἐκεῖνα 则充当不定词 εἰρηκέναι 的宾格直接宾语。

  2. 4.82ὡς ἢ ἀμφοτέρων τῶν μορίων ἀληθῶν εἶναι δυναμένων ἢ ἀμφοτέρων ψευδῶν

    连词 ὡς 引导属格绝对结构(ἀμφοτέρων τῶν μορίων... δυναμένων),表示前文动词 ἐνδοιάσειεν(产生怀疑)所否定的主观假定或设想(即“仿佛两个部分皆可能为真……”)。

  3. 4.82ὅσον γὰρ ἐπὶ τοῖς λεγομένοις ὑπ’ αὐτῶν

    习惯短语 ὅσον ἐπί 搭配与格(“就……而言”),构成限制后文主句 μᾶλλον ἂν ὑγιὲς εἴη... 适用范围的副词性限定结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:337.20-338.22