- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:336.23-337.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《形而上学》卷四第7章(1012a29),阐明主张“万物皆假”(阿那克萨戈拉立场)与“万物皆真”(赫拉克利特立场)的单向断言,如何在排中律确立(即每一对矛盾必定一真一假)的前提下被双双驳斥。
" Διωρισμένων δὲ τούτων φανερὸν ὅτι καὶ τὰ μοναχῶς λεγόμενα καὶ τὰ κατὰ πάντων.1" Δείξας ὅτι κατὰ μὲν Ἡράκλειτον συναληθεύουσιν αἱ ἀντιφάσεις, κατὰ δὲ Ἀναξαγόραν συμψεύδονται, φησὶν ὅτι διωρισμένων τούτων, δηλονότι ὧν ἐφθάκαμεν εἰρηκέναι, φανερὸν γέγονε καὶ ὅτι μήτε ἅμα συμψεύδονται μήτε ἅμα συναληθεύουσιν αἱ ἀντιφάσεις, ἐπεὶ μηδὲ ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως· φανερὸν γάρ, φησίν, ἐκ τούτων ὅτι ἀδύνατόν ἐστι καὶ τὰ μοναχῶς λεγόμενα, ὃ ἐξηγούμενος προσέθηκε τὸ καὶ τὰ κατὰ πάντων· τὰ γὰρ κατὰ πάντων ὁμοίως λεγόμενα μοναχῶς λέγεται. τίνα δὲ λέγεται οὕτως, αὐτὸς δι’ ὧν ἐπήνεγκεν ἔδειξεν, εἰπὼν ὥσπερ τινὲς λέγουσιν, οἱ μὲν οὐδὲν φάσκοντες εἶναι ἀληθές, ὡς Ἀναξαγόρας. τὸ γὰρ μηδὲν ἀληθὲς εἶναι λέγειν τῶν ὄντων μοναχῶς κατὰ πάντων ἐστὶ λέγειν· ὁμοίως καὶ τὸ πάντα ἀληθεύειν, ὡς Ἡράκλειτος, καὶ τοῦτο μοναχῶς λέγειν κατὰ πάντων ἐστίν. τούτων δὲ ὅτι μηδέτερον ἐνδέχεται ἀληθὲς εἶναι, γνώριμον ἐκ τοῦ δεδεῖχθαι ἐπὶ παντὸς πάσης ἀντιφάσεως τὸ μὲν ἕτερον μόριον ἀληθὲς εἶναι τὸ δὲ ἕτερον ψεῦδος. οὐκέτι γὰρ τούτου οὕτως ἔχοντος οἷόν τε ἢ μηδὲν ἀληθὲς εἶναι ἢ πάντα ἀληθῆ εἶναι· κατὰ γὰρ τοὺς μηδὲν ἀληθὲς εἶναι λέγοντας οὔτε ἡ κατάφασις οὔτε ἡ ἀντικειμένη αὐτῇ ἀπόφασις ἀληθής ποτε ἐπί τινος, κατὰ δὲ τοὺς πάντα ἀληθῆ ἡ ἀντίφασις ἅμα ἀληθής. λέγων δὲ περὶ τῶν πάντα τὰ ὄντα ψευδῆ λεγόντων εἶπεν οὐδὲν γὰρ κωλύειν φασὶν οὕτως ἅπαντα εἶναι ὡς τὸ τὴν διάμετρον εἶναι σύμμετρον, τουτέστιν ὁμοίως πάντα ψευδῆ εἶναι τῷ τὴν διάμετρον σύμμετρον εἶναι. εἰπὼν δὲ τὸ ἕτερον, τὸ πάντα ψευδῆ λέγειν, τῶν μοναχῶς λεγομένων λέγει καὶ τὸ ἕτερον τὸ οἱ δὲ πάντα ἀληθῆ· ὃ εἰπὼν προσέθηκε σχεδὸν γὰρ οἱ τοιοῦτοι λόγοι οἱ αὐτοὶ τῷ τοῦ Ἡρακλείτου, λέγων τὸν Ἡρακλείτου εἶναι λόγον τὸν λέγοντα πάντα ἀληθῆ καὶ πάντα ψευδῆ εἶναι. καίτοι πρὸ ὀλίγου ἔδειξεν ἑπόμενον τῇ Ἡρακλείτου δόξῃ, λέγοντος πᾶν εἶναι καὶ μὴ εἶναι, τὸ πάντα ἀληθῆ λέγειν. ἢ τοῦτο ἕπεται αὐτῷ λέγοντι πᾶν εἶναι καὶ μὴ εἶναι καὶ τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα ἀληθῆ, τὸ πάντα καὶ ἀληθῆ ἅμα καὶ ψευδῆ λέγειν εἶναι. εἰ γὰρ ἅμα τὰ ἀντικείμενα ἕκαστόν ἐστι, καὶ ἔστι τε καὶ οὐκ ἔστιν, ἔσται μὲν καὶ τὸ εἶναι ἡ κατάφασις καὶ τὸ μὴ εἶναι ἡ ἀπόφασις ἀληθῆ κατ’ αὐτόν· οὐ μὴν ἀλλὰ καὶ ἑκάτερον αὐτῶν πάλιν ψεῦδος· καθ’ ὅσον μὲν γὰρ οὐκ ἔστι τὸ εἶναι, ἡ κατάφασις ψευδής,2 καθ’ ὅσον δὲ πάλιν τὸ μὴ εἶναι, καὶ ἡ ἀπόφασις ψευδής. ὥστε πάντα κατ’ αὐτὸν ἅμα καὶ ἀληθῆ καὶ ψευδῆ· αἱ μὲν γὰρ ἀληθεῖς καταφάσεις τὰς ἀποφάσεις ψευδεῖς ποιοῦσιν, αἱ δὲ ἀποφάσεις τὰς καταφάσεις.
“而这些既经规定,显而易见,以单一方式所言说者,即就一切所言说者,[也是不可能的]。” 在表明了根据赫拉克利特矛盾对立同真、而根据阿那克萨戈拉则同假之后,他说,这些既然已经规定(显然是指我们之前已经说过的那些事情),矛盾对立既不同时同假也不同时同真便也已经显明了,因为矛盾对立之间毫无居间者。因为他说,由这些显而易见,“以单一方式所言说者” ——为了解释这一点,他添上了“即就一切所言说者”——也是不可能的;因为同样就一切所言说者乃是以单一方式被言说的。至于究竟哪些事物是以这种方式被言说的,他通过紧接着提出的内容亲自予以指明,说“正如某些人所说,一部分人断言毫无真者”,如同阿那克萨戈拉。因为说存在者中毫无真者,乃是就一切以单一方式言说;同样,如赫拉克利特那样说万物皆真,这也同样是就一切以单一方式言说。而这两者无一可能为真,这从已经表明对一切事物而言,每一种矛盾对立的一方组成部分为真而另一方组成部分为假乃是显而易见的。因为在此事如此确立之后,便不再可能要么毫无真者,要么万物皆真;因为根据那些声称毫无真者的人,肯定与其对立的否定对于任何事物都决不可能为真,而根据那些声称万物皆真的人,矛盾对立则同时为真。而在论及那些声称一切存在者皆为假的人时,他说:“因为他们声称,没有任何事情妨碍万物皆如此,就像对角线是可通约的那样”,即万物皆假就像对角线是可通约的那样。而在说出了以单一方式言说者中的一种、即说万物皆假之后,他又说出了另一种,即“而另一些人则[说]万物皆真”;在说了这句话之后,他又添上:“因为这样的说法几乎与赫拉克利特的说法相同”,说主张万物皆真且万物皆假的学说乃是赫拉克利特的学说。然而不久之前他曾表明,主张万物皆真乃是伴随着赫拉克利特关于一切既存在又不存在的见解而来的。或者不如说,对主张一切既存在又不存在且矛盾对立对一切事物皆同时为真的他而言,所伴随而来的乃是说万物同时既真又假。因为如果每一事物同时即是对立面,既存在又不存在,那么根据他的观点,肯定的“存在”与否定的“不存在”固然皆为真;不仅如此,它们之中的每一者反过来又同样为假。因为就“存在”不存在而言,肯定为假;而就“不存在”[不存在]而言,否定亦为假。因此根据他的学说,万物同时既真又假;因为真实的肯定使否定成为假,而[真实的]否定则使肯定[成为假]。
- 4.82Διωρισμένων δὲ τούτων φανερὸν ὅτι καὶ τὰ μοναχῶς λεγόμενα καὶ τὰ κατὰ πάντων.
在引文(经文)中省略了主要谓语。亚历山大在紧随其后的阐释中补充了“ἀδύνατόν ἐστι καὶ τὰ μοναχῶς λεγόμενα”(以单一方式所言说者也是不可能的),表明应当在亚里士多德的原句中补充类似“ἀδύνατά ἐστιν”(是不可能的)这样的谓语成分。
- 4.82καθ’ ὅσον δὲ πάλιν τὸ μὴ εἶναι, καὶ ἡ ἀπόφασις ψευδής
在“καθ’ ὅσον δὲ πάλιν τὸ μὴ εἶναι”小句中,承接并省略了前一分句“καθ’ ὅσον μὲν γὰρ οὐκ ἔστι τὸ εἶναι”中的动词“οὐκ ἔστι”。其平行的结构意为:“就‘不存在’反过来[不存在]而言,否定亦为假”。
