← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§335.20-336.22

真假的定义与论证始基及早期学说对比

针对亚里士多德提出反驳所有这些人的始基出于“定义”这一论断,亚历山大从“真”与“假”的定义以及言语必然表达意义的前提予以阐明,随后对赫拉克利特与阿那克萨戈拉的历史学说进行了对比评述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.81

" Ἀρχὴ δὲ πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ." Ἀρχήν φησιν εἶναι τῆς δείξεως πρός τε τοὺς διὰ τὸ ἐνδοῦναι τοῖς σοφίσμασι τοῖς περὶ τοῦ ταῦτα οὕτως ἔχειν ἐρωτωμένοις θεμένους τὸ μεταξὺ εἶναί τι τῆς ἀντιφάσεως, καὶ πρὸς τοὺς πάντων ἀποδείξεις ἀπαιτοῦντας καὶ διὰ τοῦτο ὡς μὴ δυναμένων ἀποδειχθῆναι τοῦ τε μηδὲν εἶναι τῆς ἀντιφάσεως μεταξὺ καὶ τοῦ μὴ συμψεύδεσθαι τὴν ἀντίφασιν λέγοντας ταῦτα, πρὸς δὴ πάντας τούτους ἀρχήν φησιν εἶναι τὴν ἀπὸ τῶν ὁρισμῶν,1 τὸν αὐτὸν λόγον λέγων ὃν εἶπε καὶ κατ’ ἀρχὰς τῆς πρὸς τοὺς τὴν ἀντίφασιν ἅμα ἀληθῆ εἶναι λέγοντας ἀντιλογίας. ἂν γὰρ συγχωρῶσι τὰ ὀνόματα σημαίνειν τι, ὃ ἀναγκαῖόν ἐστιν αὐτοῖς διδόναι, εἰ μέλλοιεν ὅλως χρῆσθαι λόγῳ, χρὴ τὸν λόγον τοῦ σημαινομένου ὑπό τε τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους τῶν ὀνομάτων, οἷς χρῶνται, λαμβάνειν· οἵτινες λόγοι ὁρισμοὶ ἂν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψεύδους, ὅτε καὶ διὰ τοῦ διδόναι σημαίνειν τι δι’ ὧν λέγουσι συγχωροῦσι καὶ τὸ ὁρισμὸν εἶναι. ἂν δὴ τὸ μὲν ἀληθὲς σημαίνῃ τὸ τὸ ὂν εἶναι λέγειν2 καὶ τὸ μὴ ὂν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ ὂν μὴ εἶναι λέγειν ἢ τὸ μὴ ὂν εἶναι, καὶ παρὰ ταῦτα μηδὲν ἄλλο ἀληθὲς ἢ ψεῦδος, τούτων δὲ τὰ μὲν καταφάσεις τὰ δὲ ἀποφάσεις, οὐδὲν ἂν ἀληθὲς ἢ ψεῦδος εἴη παρὰ κατάφασιν καὶ ἀπόφασιν· εἰ δὲ μηδὲν ἀληθὲς παρὰ ταῦτα, οὐδ’ ἂν μεταξύ τι αὐτῶν εἴη· ἦν γὰρ ἂν κἀκεῖνο πρὸς τούτοις ἀληθὲς ἢ ψεῦδος, εἴ γε καὶ αὐτὸ λόγος ἀποφαντικός. ἢ εἶπεν ἀρχὴν εἶναι πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ τοῦ σημαίνειν,3 διότι συγχωρήσαντες σημαίνειν διὰ τῶν ὀνομάτων τι, δηλονότι καὶ λόγον τινὰ εἶναι τὸν ὑπὸ τῶν ὀνομάτων σημαινόμενον συγχωροῦσιν. εἰ δὲ τοῦτο, οὐκέτ’ ἂν ὑπὸ τοῦ αὐτοῦ ὀνόματος καὶ ὁ ἀντικείμενος σημαίνοιτο· οὕτως δὲ οὔτε ἂν πάντα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἴη, οὔτε οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. εἰπὼν δὲ τὴν ἀρχὴν ἔσεσθαι τῆς πρὸς αὐτοὺς ἀντιλογίας ἀπὸ τοῦ ὁρισμοῦ, ἐφεξῆς ἱστορεῖ τίς μὲν τῶν ἀρχαίων τὴν ἀντίφασιν ἔλεγεν ἀληθῆ εἶναι, τίς δὲ τὸ μεταξύ τι εἶναι τῆς ἀντιφάσεως. ἔτι δέ γε δείκνυσιν ἅμα καὶ ὅτι καὶ τῷ ἀληθεῖ καὶ τῷ ψευδεῖ τοῖς ὀνόμασιν ἐχρῶντο, ὧν ἡμεῖς νῦν ἀξιοῦμεν τοὺς ὁρισμοὺς λαμβάνεσθαι καὶ ἀπ’ αὐτῶν ἄρχεσθαι τῆς πρὸς αὐτοὺς ἀντιλογίας. Ἡράκλειτος μὲν λέγων πᾶν εἶναί τε καὶ μὴ εἶναι καὶ ἅμα τὰ ἀντικείμενα εἶναι, τὴν ἀντίφασιν ἅμα ἀληθῆ τίθεται καὶ πάντα εἶναι ἀληθῆ ἀποφαίνεται, Ἀναξαγόρας δὲ εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως λέγει· τὸ γὰρ μῖγμα εἰ ἐξ ἀγαθοῦ καὶ κακοῦ εἴη, οὔτε ἀγαθὸν οὔτε πάλιν οὐκ ἀγαθόν, ὁμοίως δὲ καὶ οὔτε κακὸν οὔτε αὖ οὐ κακόν· διὸ μεταξύ τι εἶναι λέγει τῆς ἀντιφάσεως καὶ πάντα ψευδῆ τὰ ἀντικείμενα, τουτέστι καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. ὅταν γὰρ ᾖ μεμιγμένα τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ ἐξ αὐτῶν φησι μῖγμα οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν καὶ οὔτε κακὸν οὔτε οὐ κακόν, ἀλλ’ εἶναι τὸ τοιοῦτον μῖγμα. πάντα δὴ ἡγεῖτο ἐν πᾶσι μεμῖχθαι, ὥστε περὶ ἑκάστου τῶν ὄντων πᾶσαι αἱ ἀντιφάσεις ψευδεῖς κατ’ αὐτόν.

“而针对所有这些人的始基出于定义。” 他说,针对那些由于屈服于就这些事情如此这般提问的诡辩而确立矛盾对立之间存在某种居间者的人,以及针对那些要求一切事物的证明、并因此以既无法证明矛盾对立之间毫无居间者也无法证明矛盾对立不会同假为由而说这些话的人,针对所有这些人,论证的始基乃是出于定义的,他说出了在反对那些声称矛盾对立同时为真者的辩驳之初所说的同一道理。因为如果他们承认名称具有某种意义(如果他们打算全盘使用言语,就必须给予承认),就必须把握他们所使用的“真”与“假”这两个名称所意谓之物的说明;这些说明便是定义,一个是关于真的,另一个是关于假的,既然通过承认通过他们所说的话有某种意义被表达出来,他们也就承认了定义的存在。那么,如果“真”意谓说存在者存在且不存在者不存在,而“假”意谓说存在者不存在或不存在者存在,且除此之外别无任何真或假,而这些说法中有些是肯定,有些是否定,那么在肯定与否定之外就不会有任何真或假;而如果除这些之外别无真者,它们之间也就不会有任何居间者;因为如果那[居间者]本身也是断言性的言辞,它原本也必须在这些之外是非真即假的。或者,他说针对所有这些人的始基出于意谓的定义,乃是因为既然承认了通过名称表达出某种意义,他们显然也就承认了存在着由名称所意谓的某种说明。如果这样,相反的说明便不再由同一名称所意谓;这样一来,既不会万物对同一者都为真,也不会是“决不更是这而不是那”。在说明了针对他们的辩驳始基将出于定义之后,他接着叙述了古代人中有谁主张矛盾对立为真,有谁主张矛盾对立之间存在居间者。不仅如此,他还同时表明,他们也使用了“真”与“假”这些名称,我们现在正要求把握它们的定义并由此开始针对他们的辩驳。赫拉克利特声称一切既存在又不存在且对立面同时存在,从而确立矛盾对立同时为真,并宣告万物皆真;而阿那克萨戈拉则声称矛盾对立之间存在某种居间者。因为如果混合物是由善与恶构成的,它便既非善、反过来也非非善,同样既非恶、另一方面也非非恶;因此他声称矛盾对立之间存在某种居间者,且一切对立面皆为假,即肯定与否定皆假。因为他说,当善与恶混合在一起时,由它们而来的混合物既非善也非非善,既非恶也非非恶,但这样的混合物确实存在。因此他认为万物在万物中混合,以至于根据他的观点,关于每一个存在者,所有的矛盾对立都是假的。

语法注3 条
  1. 4.81Ἀρχήν φησιν εἶναι τῆς δείξεως πρός τε τοὺς ... πρὸς δὴ πάντας τούτους ἀρχήν φησιν εἶναι τὴν ἀπὸ τῶν ὁρισμῶν

    在句首的 Ἀρχήν φησιν εἶναι τῆς δείξεως 之后,插入了两个由 πρός 引导的长大对等成分(πρός τε τοὺς ... καὶ πρὸς τοὺς ...),随后通过 πρὸς δὴ πάντας τούτους ἀρχήν φησιν εἶναι τὴν ἀπὸ τῶν ὁρισμῶν 实现了主句结构的复述重开(epanalepsis)。其句法骨架归结为一个主干命题,即他声称针对所有这些人的论证始基乃是出自定义的始基。

  2. 4.81τὸ τὸ ὂν εἶναι λέγειν

    中性单数宾格定冠词 τὸ 将整个不定式短语 τὸ ὂν εἶναι λέγειν 名词化,作动词 σημαίνῃ 的直接宾语。在该短语内部,λέγειν 是主导不定式,其宾语则是由宾格加不定式构成的短语 τὸ ὂν εἶναι(“存在者存在”)。

  3. 4.81ἢ εἶπεν ἀρχὴν εἶναι πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ τοῦ σημαίνειν

    连词 ἤ(“或者”)引入了对亚里士多德词句的另一种解释。带冠词的不定式属格 τοῦ σημαίνειν 直接修饰 ὁρισμοῦ,可理解为“出于意谓的定义”或“出于意谓这一限定”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:335.20-336.22