← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§334.4-335.19

主张矛盾对立间存在居间者的两重成因

亚里士多德在《形而上学》卷四第七章(1012a17)中讨论了主张矛盾之间存在居间者的见解之成因,亚历山大对此进行注解,阐明其两大原因:一是无法破解诡辩式论证(如阿那克萨戈拉的混合说),二是对于无可证明的自明原理也妄求证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.80

" Ἐλήλυθε δὲ ἐνίοις αὕτη ἡ δόξα." Λέγει τὴν αἰτίαν δι’ ἣν ἐπὶ ταύτης ἐγένοντο τῆς δόξης οἱ γενόμενοι, τῆς μεταξύ τι εἶναι τῆς ἀντιφάσεως λεγούσης. τὴν δὲ αὐτὴν εἶναι λέγει αἰτίαν, ἥνπερ καὶ ἐπὶ τῶν ἄλλων παραδόξων ἃ τίθενταί τινες· τοὺς μὲν γὰρ τῷ μὴ δύνασθαι λῦσαί τινα ἐριστικὸν καὶ σοφιστικὸν λόγον ἐρωτώμενον περί του ἐνδόντας αὐτῷ θέσθαι τοῦτο οὕτως ἔχειν,1 ὥσπερ ἤδη καὶ ἄλλοις τισὶν ἐνδόντες λόγοις τινὲς παραδόξους καὶ ἀτόπους θέσεις ἔθεντο. ἅμα δὲ διὰ τούτων ἐνδείκνυται ἡμῖν καὶ τὸ χρήσιμον πρὸς φιλοσοφίαν τῶν ἐλέγχων τῶν σοφιστικῶν, εἴ γε παρὰ τὴν ἐκείνων ἄγνοιαν ἀτόπους συμβαίνει τισὶ θέσεις παραδέχεσθαι. οἱ γοῦν περὶ τῆς κινήσεως ὑπὸ Ζήνωνος ἠρωτημένοι λόγοι πολλοὺς οὐ δυναμένους τὸ ἐν τοῖς λαμβανομένοις ψεῦδος συνορᾶν ταράσσουσί τε καὶ ἀπορεῖν ποιοῦσι, μήποτε οὐκ ἔστι κίνησις,2 οὕτως ἐναργές τε καὶ ἐν πᾶσι πρᾶγμα. εἶπε δὲ καὶ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως ἐνδόντας τινὰς λόγοις, τῷ τε ἐκ τῆς διχοτομίας δεικνύντι ὅτι μηδὲν ἔστιν ἕν, καὶ τῷ ὅτι παρὰ τὸ ὂν οὐδέν ἐστι, τοὺς μὲν ὑποθέσθαι ἄτομά τινα εἶναι μεγέθη, τοὺς δὲ εἶναι καὶ τὸ μὴ ὄν. τοιοῦτον δή τι καὶ οἱ μεταξὺ τῆς ἀντιφάσεως εἶναί τι θέμενοι ἔπαθον· οὐ γὰρ δυνηθέντες │ τοὺς περὶ τούτων, ὅτι οὕτως ἔχει, ἐπερωτωμένους λόγους ὄντας σοφιστικοὺς λύειν συνεχώρησαν αὐτοῖς. ἔστι δὲ ἡ ἀπορία, δι’ ἣν ἔθεντό τινες εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, ἥ τε λέγουσα μηδὲν μὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἐκ δὲ τοῦ αὐτοῦ ὁρᾶν τἀναντία γιγνόμενα, καὶ διὰ τοῦτο ἐνυπάρχειν αὐτὰ ἐν ἐκείνῳ καὶ μεμῖχθαι ἐνεργείᾳ ὄντα, τὸ δὲ μεμιγμένον ἔκ τινων μηδενὶ τῶν ἐξ ὧν μέμικται ταὐτὸν εἶναι ἁπλῶς, ἀλλὰ μεταξὺ αὐτῶν, ὡς τὸ κρᾶμα, ὃ οὔτε ὕδωρ εἶναι ἄντικρυς οὔτε οὐχ ὕδωρ· ᾧ καὶ Ἀναξαγόρας ἐπηκολούθησεν. ὅτι δὲ ψευδὴς οὗτος ὁ λόγος καὶ σοφιστικός, δῆλον. πρῶτον μὲν γὰρ ἡ ὑπόθεσις αὐτοῦ ψευδής, τὸ ἐξ οὗ γίγνεταί τινα ἀντικείμενα ἀλλήλοις, τοῦτο ἐκ τῶν ἀντικειμένων μεμῖχθαι. ἔπειτα ὅτι κἀκεῖνο ψεῦδος τὸ ἐπὶ τοῦ μεμιγμένου μηδέτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς εἶναι, μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν. οὐδέτερον μὲν γὰρ τῶν ἐξ ὧν μέμικται ἀληθές· τὸ γὰρ μελίκρατον οὔτε μέλι οὔτε ὕδωρ· αἱ μέντοι ἀμφοτέρων ἀποφάσεις ἀληθεῖς ἐπ’ αὐτοῦ· οὔτε γὰρ μέλι τὸ μελίκρατον οὔτε ὕδωρ. σοφιστικὸς δὲ ὁ λόγος καὶ ὁ λαμβάνων ὅτι τὸ οὔτε ἔστιν οὔτε οὐκ ἔστιν οὐδετέρῳ ταὐτόν ἐστιν, οὔτε τῷ ἔστιν οὔτε τῷ οὐκ ἔστιν, τὸ δὲ οὐδέτερον μεταξὺ ἐκείνων ὧν οὐδέτερόν ἐστιν· ὥστε εἰ τὸ ἔστι τι καὶ οὐκ ἔστι τὸ αὐτὸ ἀντίφασις, εἴη ἄν τι μεταξὺ τῆς ἀντιφάσεως· πᾶσα γὰρ ἀντίφασις διὰ τοῦ εἶναι καὶ μὴ εἶναι. εἰ μὲν γὰρ ἡ οὔτε ἔστιν οὔτε οὐκ ἔστι φωνὴ ἠδύνατο κατά τινος κατηγορεῖσθαί τε καὶ ἀληθεύεσθαι, ἦν ἄν τι ἴσως οὕτω τῆς ἀντιφάσεως μεταξὺ δεικνύμενον· εἰ δὲ μηδὲν τοιοῦτόν ἐστιν, οὐκ ἂν εἴη ἀληθὲς τὸ εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, μηδενὸς ὄντος τοῦ ἐφ’ οὗ ἡ ἑκατέρων ἀπόφασίς ἐστιν. ἀλλ’ οὐδὲ πάντως, εἴ τι ἔστιν οὐδέτερον, ἐκεῖνο μεταξὺ ἐστιν ἐκείνων· καὶ γὰρ ὁ τοῖχος οὔτε ἀπόφασίς ἐστιν οὔτε κατάφασις, ἀλλ’ οὐ διὰ τοῦτο μεταξύ ἐστι καταφάσεως καὶ ἀποφάσεως· τὸ γὰρ μεταξὺ τινων τοιοῦτόν ἐστιν ὥστε μὴ μόνον εἰς ἄλληλα γίνεσθαι τοῖς ἄκροις τὴν μεταβολήν, ἀλλὰ καὶ εἰς τὸ μεταξύ, καὶ τῷ μεταξὺ πάλιν εἰς ἑκάτερον τῶν ἄκρων. οὔτε οὖν ἐκ τοῦ εἶναι εἰς τὸ μήτε εἶναι μήτε μὴ εἶναι μεταβάλλει τι, οὔτε ἐκ τοῦ μὴ εἶναι ὁμοίως εἰς τὸ μήτε εἶναι μήτε μὴ εἶναι. ἀλλ’ οὐδὲ ἐκ τοῦ μήτε εἶναι μήτε μὴ εἶναι, ὅ ἐστι τούτων μεταξύ· τὴν ἀρχὴν γὰρ οὐδὲ ἔστι τι ἐν τῷ μήτε εἶναι μήτε μὴ εἶναι. οἱ μὲν οὖν διὰ ταύτην τὴν αἰτίαν οὕτως ἀπεφήναντο, οἱ δὲ διὰ τὸ πάντων ἀποδείξεις ζητεῖν· τῷ γὰρ τούτων μὴ εἶναι ἀπόδειξιν, τῷ ἀρχὰς αὐτὰ εἶναι ὄντα ἐναργῆ,3 ὑποτίθενταί τε τὰ ἀντικείμενα αὐτοῖς ἅμα ἀληθῆ εἶναι, καὶ προΐστασθαι πειρῶνται αὐτοῦ, οὐ πεπεισμένοι μὲν οὕτως ἔχειν, ὡς ἤλεγξεν αὐτοὺς ἐπὶ τῶν πράξεων μάλιστα, θέσιν δὲ φυλάττειν πειρώμενοι.

“有些人产生这种见解。” 他在陈述产生这种主张矛盾对立之间存在居间者的见解的人,是出于何种原因才产生这一见解的。他说,这个原因与某些人确立其他悖论时的原因相同;因为有些人正是由于无法破解就某事所提问的论辩性和诡辩性的论证,便屈服于它,确立事情就是如此,正如已经有人屈服于某些别的论证而确立了悖理且荒谬的论题一样。同时,通过这些他也向我们表明了诡辩式的反驳对于哲学的用处,如果确实由于对它们的无知,使得某些人接受了荒谬的论题的话。至少,芝诺所提问的关于运动的论证,就使得许多不能看破其预设中所含虚假的人感到扰乱并陷入困惑,怀疑是否运动根本不存在——尽管运动是如此明显且存在于万物之中的事物。他在《物理学》第一卷中也说过,某些人屈服于论证,屈服于通过二分法证明没有任何事物是一的论证,以及除存在之外无物存在的论证,前者便假定存在某种不可分割的量度,后者则假定非存在也是存在的。那些确立矛盾对立之间存在某种居间者的人,也经历了完全类似的事情;因为他们未能破解就这些事情提问的、表明事情就是如此的论证(尽管这些论证是诡辩性的),便向它们妥协了。而某些人据以确立矛盾对立之间存在居间者的那条疑难,正是那条声称无物能从非存在中生成、但人们又看见相互对立的事物从同一事物中生成,因此它们便内在于那事物之中并且在现实存在中混合在一起,而从某些事物混合而成的东西决不单纯等同于它所由以混合的那些事物中的任何一个,而是在它们之间居间的,就像调配物那样,既非纯粹是水也非不是水——阿那克萨戈拉也追随了这一观点。但是,这一论证是虚假和诡辩性的,这是显而易见的。首先,它的前提就是虚假的,即认为某些相互对立的事物所由以生成的那事物,是从对立面中混合而成的。其次,认为在混合物的情况下矛盾对立的任何一个部分(无论是肯定还是否定)都不是真实的,这一说法也是虚假的。因为,它所由以混合的那些事物中的任何一个确实不是真实的(因为蜂蜜水既不是蜂蜜也不是水);然而,对两者的否定对它来说却是真实的(因为蜂蜜水既不是蜂蜜也不是水)。而那个假定“既不是也不是不是”之物与两者都不——既不与“是”也不与“不是”——同一,而两者皆非之物就是在它两者皆非的那些事物之间居间者的论证,也是诡辩性的;因此,如果“某物是”与“同一物不是”是矛盾对立,那么矛盾对立之间就会有某种居间者;因为所有的矛盾对立都是通过“是”与“不是”构成的。因为,如果“既不是也不是不是”这个说法能够表述某物并且是真的,那么矛盾对立的居间者或许就能以这种方式得到展示;但如果没有任何这样的事物,那么矛盾对立之间存在某种居间者就不是真的,因为没有任何事物能让对两者的否定在其上成立。而且,也绝非只要某物两者皆非,它就必然是在那些事物之间居间的;因为墙既不是否定也不是肯定,但并不因此就是在肯定与否定之间居间的;因为某些事物之间的居间者具有这样的性质,即不仅两极之间可以相互转变,而且也可以向居间者转变,并且居间者也可以再次向两极中的每一个转变。因此,没有任何事物从存在转变成既不是也不是不是,同样也没有事物从非存在转变成既不是也不是不是。但甚至也没有事物从作为这些事物之间居间者的“既不是也不是不是”中转变出来;因为根本就没有任何事物处于“既不是也不是不是”之中。所以,有些人是出于这个原因而如此宣告的,而另一些人则是由于寻求一切事物的证明而如此的;因为由于这些原理是明显的事实且是始基,因而没有证明,他们便假定与它们相反的事物同时是真的,并且企图支持它,他们虽然并不相信事情确实如此(正如他在其行动上最清楚地反驳了他们那样),却试图坚守一个论题。

语法注3 条
  1. 4.80τοὺς μὲν γὰρ τῷ μὴ δύνασθαι λῦσαί τινα ἐριστικὸν καὶ σοφistickὸν λόγον ἐρωτώμενον περί του ἐνδόντας αὐτῷ θέσθαι τοῦτο οὕτως ἔχειν

    承接前句的主动词 λέγει 所构成的带不定式的宾格结构(accusativus cum infinitivo)。宾格 τοὺς μὲν 是不定式 θέσθαι 的逻辑主语,分词 ἐνδόντας 与之一致。冠词加不定式短语 τῷ μὴ δύνασθαι λῦσαι 作为原因/方式与格起修饰作用。

  2. 4.80μήποτε οὐκ ἔστι κίνησις

    由动词 ἀπορεῖν ποιοῦσι 引出的表达疑虑或担忧的从句。μήποτε 加直陈式现在时表达试探性的疑虑(“是否或许”),与否定词 οὐκ 连用,表示“运动或许根本不存在”的困惑与担忧。

  3. 4.80τῷ γὰρ τούτων μὴ εἶναι ἀπόδειξιν, τῷ ἀρχὰς αὐτὰ εἶναι ὄντα ἐναργῆ

    两个带冠词的不定式与格(τῷ ... εἶναι)并列,后者作为原因与格说明前者的依据:“由于这些事物没有证明,即由于它们作为明显的事实乃是原理”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:334.4-335.19