← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§333.18-334.3

从问答结构否定矛盾对立的居间者

关于亚里士多德1012a15,亚历山大从问答论辩的结构出发论证矛盾对立不存在居间者,表明只有“是”与“不”两种回答,且“不”仅表示单纯的否定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.79

" Ἔτι ὅταν ἐρομένου εἰ λευκόν ἐστιν." Ὁ νοῦς τοῦ λεγομένου τοιοῦτος. εἰ πρὸς τὸν ἐρόμενον περί τινος εἰ ἔστιν ἢ μή, ὁ ἀποκρινόμενος ἢ εἶναι ἀποκρίνεται ἢ μὴ εἶναι, καὶ ὁ μὲν εἶναι εἰπὼν καταφάσκει, ὁ δὲ ἀρνησάμενος καὶ εἰπὼν μὴ εἶναι οὐδὲν ἄλλο ἢ τὸ εἶναι ἀποφάσκει, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γὰρ δύο μὲν ἀποκρίσεις μόναι περὶ ἑκάστου, τῶν δὲ δύο ἀποκρίσεων ἡ μὲν κατάφασίς ἐστιν ἡ δὲ ἀπόφασις, καὶ οὐδὲν ἄλλο ἐκ τῶν ἀποκρίσεων σημαίνεται ἢ ὑφ’ ἧς μὲν τὸ εἶναι ὑφ’ ἧς δὲ τὸ μὴ εἶναι, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως. εἰ γὰρ ἦν, καὶ ἢ παρὰ τὸ οὒ τὸ ἀρνητικὸν ἄλλην τινὰ ἀπόκρισιν ἔδει εἶναι τρίτην τῷ μὴ τοῦτο μὲν φάσκοντι εἶναι περὶ οὗ ἡ ἐρώτησις, τὸ δὲ μεταξὺ τιθέντι,1 ἢ τὸ οὒ τὸ ἀρνητικὸν μὴ μόνον ἀναιρετικὸν εἶναι τοῦ περὶ οὗ ἡ ἐρώτησις, ἀλλὰ καὶ ἄλλο τι δηλοῦν ἕν. εἰ δὲ μήτε ἄλλη τις ἀπόκρισίς ἐστι μήτε τὸ οὒ τὸ ἀποφατικὸν ἄλλο τι ἢ ἀναίρεσιν ἐκείνου δηλοῖ περὶ οὗ ἡ ἐρώτησις, τοῦτο δέ ἐστιν ἡ ἀπόφασις, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γάρ τι ἦν, ἦν ἄν τις καὶ ἀπόκρισις περὶ αὐτοῦ. αὐτὸς μέντοι ἐπιτομώτερον ἐχρήσατο τῇ ἐπιχειρήσει. εἰ γὰρ ὁ ἐρομένου τινὸς περί τινος εἰ λευκὸν ἀρνούμενος αὐτὸ εἶναι καὶ λέγων οὔ οὐδὲν ἄλλο ἀποφάσκει ἢ τὸ εἶναι αὐτὸ λευκόν, ὃ ἴσον ἐστὶ τῷ μὴ εἶναι αὐτὸ λευκόν, ἀπόφασις δὲ τοῦτο, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως· ἢ γὰρ τὸ ναί ἔδει ἀποκρίνεσθαι ἢ τὸ οὔ, ὧν τὸ μὲν τὸ εἶναι κατάφασις, τὸ δὲ τὸ μὴ εἶναι ἀπόφασις·2 τότε γὰρ ἂν ἦν μεταξύ τι τῆς ἀντιφάσεως, εἰ τὸ οὔ ἡ ἀπόκρισις μὴ μόνον τὴν ἀπόφασιν σημαίνειν ἠδύνατο τούτου περὶ οὗ ἡ ἐρώτησις, ἀλλά τι καὶ ἄλλο, ὃ ἦν μεταξύ.

“此外,每当有人问是否为白时。” 所说之言的意旨如下。如果在有人询问某物是还是不是时,回答者要么回答是,要么回答不是,并且说了是的人做出了肯定,而否认并说了不是的人除了否定它是之外没有否定任何别的东西,那么矛盾对立就不会有任何居间者。因为如果在关于每件事物时仅有两个回答,而在这两个回答中一个是肯定,另一个是否定,且从这些回答中除了由一个表示其是、由另一个表示其不是之外没有表示任何别的东西,那么矛盾对立就不会有任何居间者。因为如果有的话,对于那个并不主张所询问的事物存在而是确立居间者的人来说,除了否定的“不”之外,就本应当有第三种某种别的回答,或者否定的“不”不仅应当取消所询问的事物,而且还应当表明某个别的东西。但是,如果既没有某种别的回答,否定的“不”除了表明对所询问事物的取消之外也不表明任何别的东西,而这就是否定,那么矛盾对立就不会有任何居间者;因为如果有什么存在,也会有某种关于它的回答。不过,他本人是以更简洁的方式使用这一论证的。因为,如果在有人询问某物是否为白时,否认它是并且说“不”的人除了否定它是白的(这等于说它不是白的)之外没有否定任何别的东西,而这就是否定,那么矛盾对立就不会有任何居间者;因为人们要么必须回答“是”,要么必须回答“不”,在其中前者是肯定它是,后者是否定它不是。因为只有当“不”这个回答不仅能够表示对所询问事物的否定,而且还能表示某种作为居间者的别的事物时,矛盾对立才会存在某种居间者。

语法注2 条
  1. 4.79τῷ μὴ τοῦτο μὲν φάσκοντι εἶναι περὶ οὗ ἡ ἐρώτησις, τὸ δὲ μεταξὺ τιθέντι

    与格分词短语 τῷ μὴ ... φάσκοντι ... τιθέντι 作为依附于 ἔδει εἶναι 的关涉与格(dative of interest),意为“对于不主张……而是确立居间者的人来说”。小词 μὴ ... μέν 与 τὸ δὲ ... 在分词短语内部构成对立对比。

  2. 4.79ὧν τὸ μὲν τὸ εἶναι κατάφασις, τὸ δὲ τὸ μὴ εἶναι ἀπόφασις

    关系代词 ὧν 是指代前文两种回答(τὸ ναί 与 τὸ οὔ)的部分属格。随后的 τὸ μέν 与 τὸ δὲ 分别作为主语指代“是”与“不”,述谓名词 κατάφασις 和 ἀπόφασις 与冠词引导的不定词短语 τὸ εἶναι / τὸ μὴ εἶναι(“存在的肯定”与“不存在的否定”)构成同位或说明关系,系词 ἐστί 被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:333.18-334.3