← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§332.1-333.17

无中介对立中的居间者与无穷后退之谬

注解亚里士多德《形而上学》1012a9–1012a12,亚历山大解释了即便在否定蕴涵相反者的无中介对立(如奇数与偶数)中也必须存在居间者这一荒谬推论,并阐明了设定居间者不仅使肯定与否定之外增加第三者而使存在之物变为一倍半,更会因居间者与两极之间不断产生新的居间者而陷入无穷后退的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.77

" Ἔτι ἐν ὅσοις γένεσιν ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει, καὶ ἐν τούτοις.1" Ὃ λέγει, τοιοῦτόν ἐστιν. εἰ ἔστι τῆς ἀντιφάσεώς τι μεταξύ, καὶ ἐν οἷς γένεσί τε καὶ ὑποκειμένοις ἡ ἀπόφασις οὐδὲν ἄλλο σημαίνει ἢ θέσιν τοῦ ἐναντίου, καὶ ἐν τούτοις ἔσται τι μεταξὺ τῆς ἀντιφάσεως. ἡ δὲ ἀπόφασις τὸ ἐναντίον τίθησιν ἐν τοῖς ἀμέσοις ἐναντίοις, ὅταν κατὰ τοῦ πεφυκότος αὐτὸ δέχεσθαι κατηγορῆται· τὸ γὰρ μὴ νοσοῦν ζῷον ὑγιαίνειν ἀνάγκη, καὶ τὸ μὴ κοιμώμενον ἐγρηγορέναι, καὶ τὸν μὴ ἄρτιον ἀριθμὸν περιττὸν εἶναι. εἰ οὖν ἔστι τι καὶ ἐπὶ τούτων τὸ μεταξύ, ἔσται τι ζῷον ὃ οὔτε ὑγιαίνει οὔτε οὐχ ὑγιαίνει, ὃ ἴσον ἐστὶ τῷ οὐ νοσεῖ, καὶ ἀριθμός τις ὃς οὔτε ἄρτιός ἐστιν οὔτε περιττός, ὃ ἴσον ἐστὶ τῷ οὔτε οὐκ ἄρτιος· καὶ γὰρ ἐπὶ τοῦ μεταξὺ ἀληθεῖς αἱ τῶν ἄκρων ἀποφάσεις. τοῦτο δὲ ἀδύνατον, ὡς δῆλον ἐκ τοῦ ὁρισμοῦ· ὃν γὰρ ἂν λάβωμεν καὶ προχειρισώμεθα ἀριθμόν, οὗτος ἢ ἄρτιός ἐστιν ἢ περιττός. πᾶς γὰρ ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, καὶ ἀριθμός ἐστιν ὃς ἢ ἄρτιός ἐστιν ἢ περιττός.

“此外,在否定引出相反者的所有属中,在这些属中也将[存在居间者]。” 他所说的是这样一回事。如果矛盾对立有某种居间者,那么在那些否定不表示别的而只表示确立相反者的属和载体中,在这些之中也将存在某种矛盾对立的居间者。而在无中介的相反者中,每当否定被述说于天生适于接受该属性的事物时,否定就确立了相反者;因为没有患病的动物必然是健康的,没有入睡的必然是醒着的,不是偶数的数必然是奇数。因此,如果在这些事物上也存在某种居间者,就将存在某种既不健康也不是不健康的动物(这等于说它没有患病),也将存在某种既不是偶数也不是奇数的数(这等于说它也不是非偶数);因为对于居间者而言,两极的否定是真实的。但这绝不可能,正如从定义中显而易见的那样;因为无论我们选取并提出哪一个数,它要么是偶数要么是奇数。因为每一个数要么是偶数要么是奇数,而数就是要么是偶数要么是奇数的东西。

§4.78

"Ἔτι εἰς ἄπειρον βαδιεῖται, καὶ οὐ μόνον ἡμιόλια τὰ ὄντα ἔσται ἀλλὰ πλείω." Ἡ ἐπιχείρησις αὕτη ἐστίν. εἰ ἔστι μεταξύ τι τῆς ἀντιφάσεως, οὐ μόνον ἡμιόλια τὰ ὄντα ἔσται, ὡς δοκεῖ, τρίτου τινὸς προστιθεμένου τῇ τε καταφάσει καὶ τῇ ἀποφάσει τοῦ μεταξύ, ἀλλὰ καὶ ἐπ’ ἄπειρον ἂν προέλθοι. ἡμιόλια μὲν γὰρ ἔσται τῷ παρὰ τὸ ὑπὸ τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως ἐφ’ ἑκάστου σημαινόμενόν τε καὶ δηλούμενον εἶναι τρίτον τὸ μεταξύ, καθ’ οὗ οὔτε ἡ κατάφασις οὔτε ἡ ἀπόφασις.2 ὥσπερ γὰρ εἰ ἦν τι τοῦ ὑγιαίνειν καὶ τοῦ νοσεῖν μεταξύ, οὐκ ἂν ἦν δύο μόνα τό τε ὑγιαίνειν καὶ τὸ νοσεῖν, ἀλλὰ σὺν τούτοις τρίτον τὸ μεταξύ, τὰ δὲ τρία τῶν δύο ἡμιόλια (ὅλα τε γὰρ αὐτὰ ἔχει καὶ προσέτι τὸ ἥμισυ αὐτῶν), οὕτως εἰ καὶ τῆς καταφάσεως καὶ ἀποφάσεως εἴη τι μεταξύ, ἡμιόλια ἂν γίνοιτο τὰ σημαινόμενα ὑπὸ τοῦ ἀποφαντικοῦ λόγου· οὐ γὰρ δύο ἀλλὰ τρία. οὐ μόνον δὲ ἡμιόλιά φησι τὰ ὄντα ἔσεσθαι, ὡς φαίνεται, ἀλλὰ γὰρ καὶ εἰς ἄπειρον ἂν ἡ αὔξησις καὶ ἡ προσθήκη τοῖς οὖσι γίγνοιτο διὰ τὴν μεταξὺ ταύτην φύσιν· εἰ γὰρ ἔσται τις φύσις μεταξὺ σημαινομένη ὑπὸ τῆς ἑκατέρου ἀποφάσεως, τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως, δῆλον ὡς ἔσται καταφῆσαι, εἴ γε περὶ πάντων οἷόν τε καὶ καταφάσκειν καὶ ἀποφάσκειν, ὡς ἐδείχθη ἐν τῷ Περὶ ἑρμηνείας· εἰ δὲ καταφῆσαι καὶ ἀποφῆσαι, ἔσται τι πάλιν καὶ τούτων τῆς τε καταφάσεως τῆς τοῦ μεταξὺ τούτου καὶ τῆς ἀποφάσεως αὐτοῦ μεταξύ τι, καθ’ οὗ ἀληθὴς ἡ ἀμφοτέρων ἀπόφασις, τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως, εἴ γε πάσης ἀντιφάσεώς ἐστι μεταξύ, ὃ δηλονότι καὶ αὐτὸ πάλιν ἔσται τις φύσις, εἴ γε ἐπ’ αὐτοῦ ἀληθὴς ἡ ἑκατέρου ἐκείνων ἀπόφασις. εἰ δὲ ἔστι τι τοιοῦτον, πάλιν καὶ ἐπὶ τούτου κατάφασις ἔσται καὶ ἀπόφασις καὶ ἄλλο τι μεταξύ, καθ’ οὗ ἡ ἑκατέρου τούτων ἀπόφασις· καὶ τοῦτο ἐπ’ ἄπειρον. τὸ δὲ πάλιν γὰρ ἔσται ἀποφῆσαι τοῦτο πρὸς τὴν φάσιν καὶ τὴν ἀπόφασιν ἴσον ἐστὶ τῷ πάλιν γὰρ εὑρεθήσεταί τι οὗ ἔσται ἀποφῆσαι καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν τὰς ἐπὶ τοῦ μεταξὺ τῆς πρώτης ἀντιφάσεως·3 ὃ ἴσον ἄν εἴη τῷ πάλιν γὰρ ἔσται καὶ τῆς ἐπὶ τοῦ μεταξὺ λεγομένης ἀντιφάσεως μεταξύ τι· δῆλον γὰρ ὡς ἔσται τι πάλιν καὶ ταύτης τῆς ἀντιφάσεως μεταξύ, ἐφ’ οὗ πάλιν ὄντος μεταξὺ καὶ αὐτοῦ ἄλλη ὁμοίως ἀντίφασις ἔσται, ἧς πάλιν ἄλλο τι ἔσται μεταξύ, ἐφ’ οὗ πάλιν καὶ αὐτοῦ ὄντος τινὸς ἔσται κατάφασις καὶ ἀπόφασις, ὧν τὸ μεταξὺ πάλιν ἄλλην εἰσάξει φύσιν· ἄλλο γὰρ τὸ σημαινόμενον ὑπὸ τῆς ἀμφοτέρων ἀποφάσεως τοῦ σημαινομένου ὑπὸ τῆς καταφάσεως ἢ τῆς ἀποφάσεως· τοῦτο γὰρ σημαίνει τὸ ἡ γὰρ οὐσία ἐστί τις αὐτοῦ ἄλλη· καὶ τοῦτο ἐπ’ ἄπειρον.

“此外,它将走向无限,并且存在的事物不仅将是一倍半,而且会更多。” 这一论证如下。如果矛盾对立存在某种居间者,由于在肯定和否定之外增加了作为第三者的居间者,存在的事物不仅正如看起来的那样将是一倍半,而且还会走向无限。因为,正是由于在每种情况下由肯定和否定所表示和显明的事物之外,居间者作为第三者存在,且对于它肯定和否定都不成立,所以存在的事物将是一倍半。因为正如如果在健康与患病之间有某种居间者,就不会只有健康和患病两个,而是在这些之外还有作为第三者的居间者,而三是二的一倍半(因为它包含二的全体,此外还有它们的一半),同样,如果肯定和否定之间有某种居间者,那么由断言性陈述所表示的事物就将变为一倍半;因为它们不是两个而是三个。然而他说,存在的事物不仅正如表面显现的那样将是一倍半,而且由于这一居间的本性,存在之物的增加与附加事实上将发生以至于无限。因为如果将存在某种由肯定与否定这两者各自的否定所表示的居间本性,显而易见就能够进行肯定,如果确实正如在《解释篇》中所表明的那样,能够对一切事物进行肯定和否定的话。而如果能够肯定和否定,那么如果一切矛盾对立都有居间者,在这两者(即对该居间者的肯定与其否定)之间又将存在某种居间者,关于它,肯定的否定和否定的否定这两者都是真实的;而如果关于它,那两者的否定是真实的,则显然它自身又将是某种本性。而如果存在某种这样的东西,关于它又将存在肯定与否定,以及另一个居间者,关于该居间者,这两者的否定都是真实的;而这将走向无限。至于“因为相对于该断言和该否定而言,又将能够否定这一点”这句话,就等于说“因为又将发现某种事物,关于它能够将适用于第一矛盾对立之居间者的断言和否定两者都加以否定”;这也等于说“因为关于居间者所说的矛盾对立又将存在某种居间者”。因为显而易见,这一矛盾对立又将存在某种居间者,而当它自身再次作为居间者存在时,同样会有另一种矛盾对立,而它又将有另一个居间者,而当它自身再次作为某物存在时,又会有肯定和否定,它们之间的居间者又将引入另一种本性;因为由两者的否定所表示的事物,不同于由肯定或否定所表示的事物;因为“因为它的实体是某种别的东西”所表示的正是这个意思;而这将走向无限。

语法注3 条
  1. 4.77Ἔτι ἐν ὅσοις γένεσιν ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει, καὶ ἐν τούτοις.

    在引文的后半部分主句“καὶ ἐν τούτοις”中,主要谓语被省略,须根据前文语境(1012a5中的δεῖ εἶναι)补充“ἔσται τι μεταξύ”(将存在某种居间者)。亚历山大本人在紧接的正文中也通过“καὶ ἐν τούτοις ἔσται τι μεταξὺ τῆς ἀντιφάσεως”进行了转述和补充。

  2. 4.78ἡμιόλια μὲν γὰρ ἔσται τῷ παρὰ τὸ ὑπὸ τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως ἐφ’ ἑκάστου σημαινόμενόν τε καὶ δηλούμενον εἶναι τρίτον τὸ μεταξύ, καθ’ οὗ οὔτε ἡ κατάφασις οὔτε ἡ ἀπόφασις.

    带冠词与格不定式“τῷ ... εἶναι”用于表示原因(“由于……存在”)。该不定式的主语为“τρίτον τὸ μεταξύ”(居间者作为第三者[存在]),介词短语“παρὰ τὸ ... σημαινόμενόν τε καὶ δηλούμενον”表示“在被肯定和否定所表示和显明的事物之外”,关系从句“καθ’ οὗ ...”修饰“τὸ μεταξύ”。

  3. 4.78τὸ δὲ πάλιν γὰρ ἔσται ἀποφῆσαι τοῦτο πρὸς τὴν φάσιν καὶ τὴν ἀπόφασιν ἴσον ἐστὶ τῷ πάλιν γὰρ εὑρεθήσεταί τι οὗ ἔσται ἀποφῆσαι καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν τὰς ἐπὶ τοῦ μεταξὺ τῆς πρώτης ἀντιφάσεως

    由中性冠词“τὸ”使亚里士多德原文引句(1012a13–14)名词化作主语,后接谓语“ἴσον ἐστὶ τῷ ...”(等于……)。由与格冠词“τῷ”引导的部分提供了解释与重述,其中“οὗ ἔσται ἀποφῆσαι...”中的“οὗ”为关系代词属格,充当“ἀποφῆσαι”所涉及的对象(即关于它能够加以否定)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:332.1-333.17