← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§330.17-331.36

基于思想断言与存在非存在否定矛盾居间者

亚历山大阐释了亚里士多德在《形而上学》1012a2–1012a5中否定矛盾对立居间者的两个论证:其一基于思想通过肯定与否定断言真假,其二基于若存在居间者则一切矛盾对立乃至存在与非存在之间都必有居间者(从而导致生成与消灭之间存在不可能的实体性变化)的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.75

" Ἔτι πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια ἢ κατάφησιν ἢ ἀπόφασιν." Συντιθέντι τὸν πάντα νοῦν1 ἡ ἐπιχείρησις τοιαύτη. εἰ πᾶν τὸ ὁπωσοῦν ὄν, εἴτε ὡς νοητὸν ὂν εἴτε ὡς διανοητόν, ἡ διάνοια ἀποφαίνεται καὶ ἀληθεύει ἢ ψεύδεται περὶ αὐτοῦ καταφάσκουσα ἢ ἀποφάσκουσα (ἐν γὰρ τῷ καταφάσκειν ἢ ἀποφάσκειν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι, ὡς δέδεικται ἐκ τοῦ ὁρισμοῦ τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους), περὶ οὗ μὴ οἷόν τέ ἐστι τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι καταφάσκουσαν ἢ ἀποφάσκουσαν, τοῦτο οὐδ’ ἂν εἴη τι τὴν ἀρχήν. περὶ δὲ τοῦ λεγομένου μεταξὺ τῆς ἀντιφάσεως εἶναι οὐχ οἷόν τε τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι, ὅτι μηδὲ καταφάσκειν ἢ ἀποφάσκειν· ὥστε οὐδ’ ἂν εἴη τι τῆς ἀντιφάσεως μεταξύ. αὐτὸς μέντοι ἐπιτόμως τὴν ἐπιχείρησιν εἶπεν· οὐ γὰρ εἶπεν οὐδὲ τὸ συνημμένον πᾶν, τὸ εἰ πᾶν τὸ νοητὸν καὶ διανοητὸν ἡ διάνοια ἀποφαινομένη ἢ κατάφησιν ἢ ἀπόφησιν, οὐδὲν τῆς ἀντιφάσεώς ἐστι μεταξύ, ἀλλὰ μόνον τὸ ἡγούμενον ἔθηκε καὶ κατασκευὴν ὅλου τοῦ συνημμένου, προσχρησάμενος τῷ ὁρισμῷ ὃν ἀπέδωκε πρὸ ὀλίγου τοῦ ἀληθεύειν τε καὶ ψεύδεσθαι. εἴη δ’ ἂν λέγων διὰ τοῦ πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια κατάφησι καὶ ἀπόφησιν ὅτι περὶ παντὸς οὗ ἀποφαίνεται ἡ διάνοια, ἢ κατάφησιν ἢ ἀπόφησι περὶ αὐτοῦ· πᾶν μὲν γὰρ ὃ ὡς ἀποφαινομένη λέγει, ἢ ἀληθεύει ἢ ψεύδεται ἢ καταφάσκουσα ἢ ἀποφάσκουσα, ὡς ἐκ τοῦ ὁρισμοῦ τοῦ ἀληθεύειν τε καὶ ψεύδεσθαι δῆλόν ἐστιν. διανοητόν τε καὶ νοητόν ἤτοι ἐκ παραλλήλου2 εἴρηκεν, ἢ διανοητὸν μὲν λέγει τὸ πρακτόν, ἢ ὃ διεξέρχεται ἡ διάνοια ἐκ πλειόνων συλλογιζομένη ἢ δι’ ἐπαγωγῆς λαμβάνουσα, νοητὸν δὲ τὸ θεωρητὸν ἢ τὸ ἁπλοῦν νόημα· περὶ ἀμφότερα γὰρ ἡ συγκατάθεσις καὶ ἡ κατάφασίς τε καὶ ἡ ἀπόφασις. πάνυ δὲ συντόμως καὶ ἐπιτετμημένως ἡ λέξις ἔχει· μόνον γάρ, ὡς εἶπον, ἐν αὐτῇ τὸ ἡγούμενον ἐν τῷ λόγῳ ἔθηκεν.

“此外,思想肯定或者否定每一个思虑的对象和理智认识的对象。” 对于把整个含义综合起来的人而言,论证如下。如果对于以任何方式存在的每一个事物,无论是作为理智认识的对象还是作为思虑的对象,思想做出断言,并通过肯定或否定它而述说真或述说假(因为正如从真与假的定义所表明的那样,述说真或述说假就在于肯定或否定),那么对于思想不可能做出断言并通过肯定或否定来述说真或述说假的事物,根本就不会是任何存在。但是,关于被称为矛盾对立之居间者的东西,思想不可能做出断言,也不可能述说真或述说假,因为它甚至既不能肯定也不能否定;因此在矛盾对立之间绝不会有任何居间者。不过,他自己简要地陈述了这一论证;因为他甚至没有陈述整个假言命题,即“如果做出断言的思想肯定或者否定每一个理智认识的对象和思虑的对象,那么矛盾对立之间就没有任何居间者”,而只是提出了假言命题的前件以及对整个假言命题的奠基,附带使用了他不久前给出的述说真与假的定义。而他通过“思想肯定和否定每一个思虑的对象和理智认识的对象”所说的意思是,关于思想做出断言的每一事物,它要么对它肯定,要么对它否定;因为关于它作为断言者所说的一切,正如从述说真与假的定义中所表明的,它要么肯定要么否定,从而要么述说真要么述说假。他说“思虑的对象和理智认识的对象”,要么是作为同义词并列陈述,要么思虑的对象是指可实行之物(行动的对象),或者是思想通过从多个前提推论或通过归纳把握而历经的对象,而理智认识的对象是指观照的对象或单纯的思想内容;因为赞同以及肯定和否定都适用于两者。这段行文极其简明而缩约;因为正如我所说,他在其中只提出了论证中的前件。

§4.76

"Ἔτι παρὰ πάσας δεῖ εἶναι τὰς ἀντιφάσεις, εἰ μὴ λόγου ἕνεκα λέγεται." Ἡ ἐπιχείρησις βραχέως μὲν εἴρηται καὶ αὕτη, ἔστι δὲ ὁ νοῦς αὐτῆς τοιοῦτος. εἴ γε τῆς ἀντιφάσεως ἔστι τι μεταξύ, οὐ τῆσδε μὲν τῆς περὶ τόδε τι ἀντιφάσεως ἔσται μεταξύ τῆσδε δὲ οὐκ ἔσται, ἀλλὰ πάσης ἔσται τι μεταξύ, εἰ μὴ λόγου χάριν τοῦτο λέγεται· ἀλλ’ ὡς οὕτως ἔχον. ὥστε ἐπεὶ ἀντίφασις καὶ τὸ ἀληθεύειν καὶ τὸ μὴ ἀληθεύειν, ἔσται τι καὶ ταύτης μεταξύ. ἀλλὰ μὴν ἐπὶ τοῦ μεταξὺ ἡ ἀπόφασις τῶν ἄκρων ἀληθής. ἔσται ἄρα τις μεταξὺ πρότασις τῆς τε ἀληθοῦς τῆς λεγούσης ‘Δίων περιπατεῖ’, καὶ ψευδοῦς τῆς ‘Δίων οὐ περιπατεῖ’, ἣ οὔτε ἀληθὴς ἔσται οὔτε οὐκ ἀληθής· τοῦτο δὲ ἄτοπον. καὶ παρὰ τὸ ὂν καὶ παρὰ τὸ μὴ ὂν ἔσται. καὶ αὕτη βραχέως μὲν εἴρηται ἡ ἐπιχείρησις, ὃ δὲ λέγει, τοιοῦτόν ἔστιν. εἰ τῆς ἀντιφάσεώς ἔστι τι μεταξύ, ἔσται τι μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος, ἐφ’ οὗ καὶ πρὸ ὀλίγου εἶπεν ὅτι ἔσται τι τοιοῦτον ὃ ὁ λέγων αὐτὸ εἶναί τε καὶ μὴ εἶναι ἢ ἀληθεύει ἢ ψεύδεται, εἴτε κατάφησιν ἢ ἀπόφησιν· οὐχ οἷόν τε δὲ τοῦτο, τῷ τὸ μεταξὺ τοῦτο μήτε ὂν εἶναι μήτε μὴ ὄν, τὸ δὲ ἀληθὲς καὶ ψεῦδος ὡρίσθαι ταῖς τούτων καταφάσεσι καὶ ἀποφάσεσι. περὶ δὴ τούτου καὶ νῦν λέγων τοῦ μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος φησὶν ὅτι εἰ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος ἔστι τι μεταξύ, ἔσται τις μεταξὺ καὶ μεταβολὴ γενέσεως καὶ φθορᾶς. εἰ γάρ ἐστιν ἡ μὲν γένεσις εἰς τὸ ὂν ἐκ τοῦ μὴ ὄντος μεταβολή, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὂν ἐκ τοῦ ὄντος, ἡ εἰς τὸ μεταξὺ ἔκ τινος τῶν ἄκρων ἢ ἐκ τοῦ μεταξὺ εἰς τι ἐκείνων οὔτε γένεσις ἔσται οὔτε φθορά, οὖσα κατ’ οὐσίαν μεταβολή· οὔτε γὰρ εἰς ὂν ἔσται οὔτε εἰς μὴ ὄν, οὔτε ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος. ἐν δὲ τούτοις ἦν ἡ γένεσις καὶ ἡ φθορά· ἡ γὰρ κίνησις ἡ κατὰ τόπον ἢ ἡ κατὰ ποιότητα ἢ ἡ κατὰ ποσότητα οὔτε κατ’ οὐσίαν μεταβολὴ οὔτε μεταξὺ γενέσεως καὶ φθορᾶς· τὸ γὰρ μεταξύ τινων κυρίως τοιοῦτον ὡς εἰς ἑκάτερον τῶν ἄκρων ἐξ αὑτοῦ γίνεσθαι μεταβολήν, ὃ ἐπ’ οὐδενός ἐστι τούτων. δεῖ δὲ προσυπακούειν τῷ παρὰ γένεσιν καὶ φθορὰν μεταβολή τις ἔσται τὸ κατ’ οὐσίαν,3 ἢ τὸ μεταξὺ οὖσα γενέσεώς τε καὶ φθορᾶς.

“此外,除非仅仅是出于言辞而说,否则在所有矛盾对立之外必定存在[居间者]。” 这一论证同样陈述得很简短,但其含义如下。如果矛盾对立确实有某种居间者,绝不会是关于某一特定事物的这一矛盾对立有居间者,而那一矛盾对立没有居间者;相反,如果这并非出于言辞而说,而是作为实情而言,那么每一个矛盾对立都将有某种居间者。因此,既然述说真与不述说真也是一种矛盾对立,那么在这之中也会有某种居间者。然而,对于居间者而言,两极的否定是真实的。因此,在说“狄翁在散步”的真命题与说“狄翁不在散步”的假命题之间,必定存在某种居间的命题,它既不是真的,也不是非真的;但这极为荒谬。 “并且在存在之外和在非存在之外也将存在[居间者]。”这一论证同样陈述得很简短,但他所说的是这样一回事。如果矛盾对立有某种居间者,那么在存在与非存在之间也会有某种居间者;关于这一点,他不久前也曾说过,将会有某种这样的东西存在,以至于说它存在与说它不存在的人,无论肯定还是否定,要么述说真要么述说假;但这绝不可能,因为这个居间者既非存在亦非非存在,而真与假已被这些东西的肯定和否定所规定。因此,他现在谈到存在与非存在的这一居间者时说,如果存在与非存在之间存在某种居间者,那么在生成与消灭之间也会存在某种居间的变化。因为如果生成是从非存在向着存在的变化,消灭是从存在向着非存在的变化,那么从两极之一向居间者的变化,或者从居间者向两极之一的变化,既不会是生成也不会是消灭,尽管它乃是依实体的变化;因为它既不向着存在,也不向着非存在,既不来自存在,也不来自非存在。然而生成和消灭正是在这些之中;因为空间运动、质的运动或量的运动,既不是依实体的变化,也不是生成与消灭之间的居间变化;因为严格意义上的某物之间的居间者,乃是从其自身会产生向两极各自的变化,而这在上述运动中没有一种是适用的。对于“在生成与消灭之外将会有某种变化”,人们必须补足“依实体的[变化]”,或者“作为生成与消灭之居间的[变化]”来理解。

语法注3 条
  1. 4.75Συντιθέντι τὸν πάντα νοῦν

    与格分词 συντιθέντι 属于“评判主体的与格”(dativus judicantis),意为“对于将全部含义综合起来的人而言”。它指明了把握论证整体结构的视角,而非主句的语法主语。

  2. 4.75ἐκ παραλλήλου

    介词短语 ἐκ παραλλήλου 为固定成语,意为“并列地”或“作为同义词连用”。此处提出一种解释的选择:亚里士多德究竟是将 διανοητόν 与 νοητόν 作为同义词并陈,还是如后文所述将二者区分为思虑推论的对象与直观观照的对象。

  3. 4.76δεῖ δὲ προσυπακούειν τῷ παρὰ γένεσιν καὶ φθορὰν μεταβολή τις ἔσται τὸ κατ’ οὐσίαν

    动词 προσυπακούειν 带与格(τῷ...,指被补充的原文语句)和宾格(τὸ κατ’ οὐσίαν...,指补充理解的内容),构成“对某语句补足理解某概念”的句式。这表明读者需要在亚里士多德简省的语句中补入使论证完整所必需的限定语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:330.17-331.36