← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§329.5-330.16

从变化的不可能性驳斥矛盾之中间者

注解亚里士多德《形而上学》1011b29,从变化的不可能性驳斥了将矛盾对立之居间者视为“任意事物之间的居间者”之说,继而论证即便将其视为“相反者之间的居间者(严格意义的居间者)”,也会导出从双重否定产生向两极之变化的荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.74

" Ἔτι ἤτοι τὸ μεταξύ ἐστιν ἀντιφάσεως, ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ." Ἡ ἐπιχείρησις τοιαύτη. ὁ λέγων μεταξύ τι εἶναι τῆς ἀντιφάσεως ἤτοι οὕτως ἐρεῖ τι μεταξὺ ὡς λευκοῦ καὶ μέλανος, ἀντικειμένων τε καὶ ἐναντίων ὄντων, τὸ φαιὸν ἤ τι ἄλλο τῶν μεταξὺ χρωμάτων, καὶ ὅλως τῶν ἀντικειμένων ἀλλήλοις, ἢ ὡς τῶν τυχόντων τινῶν εἴωθε λέγεσθαι μεταξὺ τὸ μηδέτερον αὐτῶν ὄν, οἷον ἵππου καὶ ἀνθρώπου, εἰ λέγοι τις μεταξὺ τὸ μήτε ἄνθρωπον μήτε ἵππον εἶναι. ἀλλ’ εἰ μὲν οὕτως λέγοι τις εἶναι μεταξὺ τῆς ἀντιφάσεώς τι ὡς τῶν τυχόντων μεταξὺ καλεῖν ἔθος τὸ μηδέτερον, οὐκ ἂν εἴη τοῦτο κυρίως μεταξύ·1 οὐ γὰρ οἷόν τε ἐκ τοῦ οὕτως λεγομένου μεταξὺ μεταβολὴν εἰς τὰ ἄκρα γίνεσθαι· ἐκ δὲ τῶν μεταξὺ ἀεὶ γίνεται εἰς τὰ ὧν ἐστι μεταξὺ μεταβολή. ἀλλ’ οὐδὲ τὰ ὧν τοιοῦτον τὸ μεταξὺ ἢ ἀντικείμενα ἂν εἴη ἀλλήλοις ἢ μεταβάλλοι ἂν εἰς ἄλληλα, εἰ τὰ τυχόντα εἴη· οὐ γὰρ μεταβάλλει τὸ τυχὸν εἰς τὸ τυχόν, ὁρᾶται δὲ ἀεὶ κατὰ τὴν ἀντίφασιν γινομένη ἡ μεταβολή· ἐκ γὰρ ἀγαθοῦ εἰς οὐκ ἀγαθόν, καὶ ἐξ οὐκ ἀγαθοῦ εἰς ἀγαθὸν ἡ μεταβολή, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰ δὴ πᾶσα μὲν μεταβολὴ εἰς τὰ ἀντικείμενα ἢ τὰ μεταξύ, τοιούτου δὲ τοῦ μεταξὺ λαμβανομένου οὔτε εἰς τὸ μεταξὺ οὔτε ἐκ τοῦ μεταξὺ ἡ μεταβολή, ἀλλ’ οὐδὲ ὁρίσαι ἄλληλα, ὧν τὸ τοιοῦτον μεταξύ, οὔτε ἂν ἐκεῖνα ἀντικείμενα ἀλλήλοις εἴη, οὐδὲ ἀντίφασιν ποιοῦντα, οὔτε τὸ ληφθὲν αὐτῶν ὡς μεταξὺ μεταξύ. ἐκ μὴ ἀγαθοῦ γὰρ εἰς ἀγαθὸν μεταβάλλει, ἢ ἐκ τούτου εἰς μὴ ἀγαθόν. νῦν δὲ ἀεὶ φαίνεται. εἰ εἴη, φησί, τὸ τῆς ἀντιφάσεως μεταξὺ τοιοῦτον, καὶ οὕτως αὐτῶν μεταξὺ ὡς τὰ τυχόντων τινῶν μεταξὺ λαμβανόμενα, καθὸ μηδετέρῳ αὐτῶν ἐστι τὰ αὐτά, οὐκ ἂν εἰς αὐτὰ γίγνοιτο μεταβολὴ ἢ ἀπὸ τῆς καταφάσεως ἢ ἀπὸ τῆς ἀποφάσεως· τοῦ μὲν γὰρ ἀγαθοῦ εἰς οὐκ ἀγαθὸν ἡ μεταβολή, καὶ τοῦ οὐκ ἀγαθοῦ, ὅταν κατὰ τοῦτο μεταβάλλῃ, εἰς ἀγαθὸν ἡ μεταβολή. ἀλλὰ μὴν ἀεὶ φαίνεται ἐν οἷς τί ἐστι μεταξύ, εἰς τοῦτο γινομένη ἑκατέρου τῶν ἄκρων τε καὶ ἀντικειμένων ἡ μεταβολή. λείπεται ἄρα ὡς ἀντικειμένων εἶναι αὐτῶν μεταξύ τι, εἰ ἔστιν, ὡς τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιόν, ὃ καὶ κυρίως ἐστὶ μεταξύ. διὸ καὶ οὕτως εἶπεν εἰ δὲ ἔστι μεταξύ, τουτέστιν εἰ δὲ ἔστι κυρίως αὐτῶν μεταξύ, καὶ οὕτως ἔχει ἡ ἀντίφασις ὡς ἀντικεῖσθαί τε καὶ μεταξύ τι ἔχειν αὐτῆς (τοῦτο γὰρ σημαίνει τὸ καὶ οὕτως ἡ ἀντίφασις, λείποντος τῇ λέξει τοῦ ἔχει, ἢ καὶ οὕτως ἡ ἀντίφασις, τουτέστι καὶ οὕτως ἐστὶ τὸ εἶναι τῇ ἀντιφάσει),2 συμβήσεται, φησί, τὴν γένεσιν καὶ τὴν μεταβολὴν τὴν εἰς λευκὸν γίγνεσθαι ἐξ οὐχὶ οὐ λευκοῦ,3 ἀλλ’ οὐκ ἐκ τοῦ οὐ λευκοῦ· τοῦτο δέ, ἐπεὶ διὰ τῶν μεταξὺ γίνεται εἰς τὰ ἄκρα ἡ μεταβολή. τὸ δὴ ἐκ τοῦ μεταξὺ τοῦ τε λευκοῦ καὶ τοῦ οὐ λευκοῦ μεταβάλλον εἰς λευκὸν ἐξ οὐχὶ οὐ λευκοῦ μεταβάλλοι ἂν εἰς λευκόν, καὶ γίνοιτο ἄν τι λευκὸν ἐξ οὐχὶ οὐ λευκοῦ. ἡ γὰρ ἑκατέρου τῶν ἄκρων ἀπόφασις ἀληθὴς κατὰ τοῦ μεταξύ· τὸ γὰρ φαιὸν οὔτε λευκὸν οὔτε μέλαν. εἰ δὴ καὶ τοῦ λευκοῦ καὶ τοῦ οὐ λευκοῦ μεταξύ τί ἐστιν, ἔσται ἐπὶ τούτου ἀληθὲς τὸ οὐχὶ οὐ λευκόν· τὸ γὰρ οὐ λευκὸν ἡ ἀπόφασις ἦν καὶ τὸ ἀντικείμενον, ὥστε καὶ ἡ εἰς τὸ λευκὸν ἐκ τούτου μεταβολὴ ἐξ οὐχὶ οὐ λευκοῦ γένοιτο ἄν· ἐκ γὰρ τῶν οὕτως μεταξὺ γίνεται εἰς τὰ ἄκρα μεταβολή. ἀλλὰ μὴν τὸ οὐχὶ οὐ λευκὸν λευκόν ἐστιν· οὐδὲν δὲ εἰς ὃ ἔστι μεταβάλλει· γίνεται γὰρ εἰς λευκὸν μεταβολὴ ἐξ οὐ λευκοῦ, ἀλλ’ οὐκ ἐξ οὐχὶ οὐ λευκοῦ. οὐκ ἄρα ἔσται τι τῆς ἀντιφάσεως μεταξύ.

“此外,矛盾对立的居间者要么如同黑与白之间的灰色,”论证如下。那个声称在矛盾对立之间存在某种居间者的人,要么是在如同白与黑——它们既相对立又是相反者——之间的灰色或居间的其他颜色,以及一般而言彼此对立的事物[之间的居间者]那样,述说某种居间者;要么是如同习惯上把任意两物之间既非此亦非彼者称为居间者那样,例如马与人之间,如果有人把既非人亦非马者说成是居间者的话。但是,如果有人如此声称矛盾对立之间有某种居间者,如同习惯上把既非此亦非彼者称为任意事物之间的居间者那样,这绝非严格意义上的居间者;因为从以这种方式被称作居间者的事物出发,不可能产生向两极的变化;但从居间者出发,总是会产生向以其为居间者的两端的变化。此外,如果它们是任意的事物,那么以这种居间者为其间之物的事物本身,既不会相互对立,也不会相互转化;因为任意事物不会转化为任意事物,但按照矛盾对立产生的变化却是始终可见的;因为变化是从好到不好,从不好到好,而在其余事物上也是如此。因此,如果所有变化都是向着对立者或居间者进行,而在居间者被作如此理解时,既没有向居间者的变化,也没有从居间者出发的变化,以这种居间者为其间之物的事物也不会相互规定,那么那些事物既不会相互对立,也不会构成矛盾对立,被当作它们之居间者的东西也不会是居间者。因为变化是从不好到好,或者从这[好]到不好。但事实上,[变化]始终显现出来。他说,如果矛盾对立的居间者是这般的,并且在它们之间居间就像任意事物之间被当取的居间者那样(在于它与它们两者都不相同),那么向着它们的变化既不会来自肯定,也不会来自否定;因为好[的变化]是向着不好,而不好的变化(当它依此变化时)是向着好。然而,在存在居间者的地方,两极和对立者各自向这一[居间者]发生变化乃是始终可见的。因此,剩下的结论是:如果存在居间者,它必定作为对立者之间的居间者存在于它们之间,如同白与黑之间的灰色,这亦是严格意义上的居间者。因此他也这样说道:“如果存在居间者”,亦即如果严格意义上存在它们之间的居间者,并且矛盾对立处于既相互对立又拥有某种自身之居间者这样的状态(因为“矛盾对立也是如此”表明的就是这一点,在言辞中缺少“拥有”一词;或者“矛盾对立也是如此”,亦即“矛盾对立的存在也是如此”)。他说,这将得出结论:向白者的生成和变化将从“非不白者”产生,而不是从不白者产生;这是因为向两极的变化是通过居间者产生的。那么,从白与不白的居间者向白者变化的东西,就会从“非不白者”向白者变化,某种事物就会从“非不白者”变成白者。因为两极中每一方的否定对于居间者而言都是真实的;因为灰色既不是白也不是黑。因此,如果白与不白之间也有某种居间者,那么对于这个居间者而言,“非不白”将是真实的;因为不白乃是否定和对立者,以至于从这出发向白者的变化也将从“非不白者”产生;因为从以这种方式居间的事物出发,会产生向两极的变化。然而,非不白者就是白者;没有任何事物会向着它已经是的东西变化;因为向白者的变化是从不白者产生的,而不是从非不白者产生的。因此,在矛盾对立之间绝不会有任何居间者。

语法注3 条
  1. 4.74ἀλλ’ εἰ μὲν οὕτως λέγοι τις εἶναι μεταξὺ τῆς ἀντιφάσεώς τι ὡς τῶν τυχόντων μεταξὺ καλεῖν ἔθος τὸ μηδέτερον, οὐκ ἂν εἴη τοῦτο κυρίως μεταξύ

    条件句 εἰ μὲν οὕτως λέγοι ... οὐκ ἂν εἴη 的前件使用希求语气,后件使用带有 ἄν 的希求语气表潜在可能。ὡς 是引出方式比较的连词(“正如……”),支配带有不定词 καλεῖν 及其宾语 τὸ μηδέτερον 的非人称结构 ἔθος [ἐστί]。

  2. 4.74καὶ οὕτως ἡ ἀντίφασις, λείποντος τῇ λέξει τοῦ ἔχει, ἢ καὶ οὕτως ἡ ἀντίφασις, τουτέστι καὶ οὕτως ἐστὶ τὸ εἶναι τῇ ἀντιφάσει

    亚历山大对亚里士多德原文简短语句 καὶ οὕτως ἡ ἀντίφασις 的语法分析。他提出了两种补全方式:一种视为动词 ἔχει 的省略(由属格绝对结构 λείποντος ... τοῦ ἔχει 表达,意为“矛盾对立处于这种状态”);另一种视为补充动词 ἐστί 及与格结构(ἐστὶ τὸ εἶναι τῇ ἀντιφάσει,意为“对于矛盾对立而言其存在亦是如此”)。

  3. 4.74ἐξ οὐχὶ οὐ λευκοῦ

    介词 ἐκ 支配名词化了的否定短语 οὐχὶ οὐ λευκόν,以属格形式 οὐχὶ οὐ λευκοῦ 出现(意为“从非不白者出发”)。οὐχί 否定紧随其后的整个 οὐ λευκόν(属于居间者的述语“不白”),这一双重否定结构在逻辑上等同于肯定项(即白),用以揭示论证中的悖谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:329.5-330.16