← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§31.17-33.5

多元原理论与引入理智和爱作为动因

亚历山大注释亚里士多德《形而上学》984b5–8,阐明多元原理论者更容易引入动因,并说明为了解释自然中的秩序与善,思想家们如何被迫超越质料因,进而探求理智(阿那克萨戈拉)或爱欲(赫西俄德、巴门尼德)作为动因与目的因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32

" Τοῖς δὲ δὴ πλείω ποιοῦσι μᾶλλον ἐνδέχεται λέγειν." Δηλονότι ὡς καὶ ποιητικὴν αἰτίαν πρὸς τῇ ὑλικῇ. λέγοι δ’ ἂν οὐ περὶ τῶν ἄντικρυς καὶ ποιητικὸν αἴτιον ὑποθεμένων (Ἀναξαγόρας δέ ἐστι καὶ Ἐμπεδοκλῆς), ἀλλὰ περὶ τῶν πλείω τὰ αἴτια λεγόντων. ἐνδέχεται γὰρ τούτους ποιεῖν τῶν ὑποκειμένων τούτων τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν, ὡς εἶπε καὶ περὶ Παρμενίδου. ὁ γὰρ λέγων τὰς ἀρχὰς θερμὸν καὶ ψυχρόν, ἢ πῦρ καὶ γῆν, ὡς Παρμενίδης, τὸ θερμὸν καὶ τὸ πῦρ ὡς ποιητικὸν λέγει. ὑπολαμβάνουσι γὰρ τὸ μὲν πῦρ κινητικὴν ἔχειν φύσιν, τὸ δὲ ὕδωρ καὶ τὴν γῆν καὶ τὰ τοιαῦτα (λέγοι δ’ ἂν περὶ τοῦ ἀέρος ἢ περὶ τῶν ἐξ ἐκείνων μεμιγμένων, ὕδατός τε καὶ γῆς) παθητικήν.

“然而,对于将[原理]设得更多的人来说,则更有可能论说。” 显然,是指在质料原因之外也论及动因。他所说的可能并不是那些断然假定了动因的人(即阿那克萨戈拉和恩培多克勒),而是那些主张原因更多的人。因为对他们而言,有可能将这些基底中的一个设为能动的,另一个设为受动的,正如他也谈论过巴门尼德那样。因为像巴门尼德那样主张冷热或火和土为原理的人,是把热和火作为能动者来论述的。因为他们认为,火具有引起运动的本性,而水、土以及诸如此类的事物(他可能是在指气,或者指由它们即水和土混合而成的事物)则具有受动的本性。

§1.33

"Μετὰ δὲ τούτους καὶ τὰς τοιαύτας ἀρχάς." Τούτους τοὺς πάνυ παλαιούς, τὰς δὲ τοιαύτας ἀρχὰς τὰς ὑλικάς. λέγοι δ’ ἂν καὶ μετὰ τοὺς ἐν ταῖς ὑλικαῖς ἀρχαῖς καὶ τὴν ποιητικὴν αἰτίαν θεμένους, ὡς οὐκ οὐσῶν τούτων ἱκανῶν τῶν ἀρχῶν πρὸς τὸ τὴν τῶν ὄντων γεννῆσαι φύσιν·1 τὰ μὲν γὰρ τάξεως μετέχει καὶ κατά τινα ἀκολουθίαν ὁρᾶται γινόμενα, ἐκείνων δὲ οὐδὲν τοιαύτης τάξεως οἷόν τε αἰτίαν παρέχειν. ἀλλ’ οὐδὲ τὸ αὐτόματον εὔλογον τούτων αἰτιάσασθαι· διὰ τοῦτο ἐζήτησαν τὴν τῆς τοιαύτης γενέσεως αἰτίαν, ὥσπερ ὑπ’ αὐτῶν τῶν πραγμάτων καὶ τῆς ἐν τούτοις ἀληθείας ὁδηγηθέντες καὶ ἐπαχθέντες καὶ ἀναγκασθέντες. ἐχομένη δὲ ἀρχὴ γενέσεως μετὰ τὴν ὑλικὴν ἡ ποιητική. καὶ δὴ καὶ Ἀναξαγόρας νοῦν εἰπὼν τὴν ἀρχὴν τῆς τῶν ὄντων γενέσεως ἐθαυμάσθη ὡς μόνος εἰπὼν κατὰ λόγον, τῶν ἄλλων εἰκῇ εἰπόντων ἃ εἶπον διὰ τὸ χωρὶς τῆς τοιαύτης εἰπεῖν αἰτίας. τὸ δὲ καθάπερ ἐν τοῖς ζῴοις προσέθηκε· καὶ γὰρ ἐν τοῖς ζῴοις τοῖς ἔχουσι νοῦν οὗτος ἀρχὴ καὶ αἰτία τῶν γινομένων καλῶς ὑπ’ αὐτῶν. δοκεῖ μὲν οὖν, φησί, φανερῶς πρῶτος ἐπὶ τὴν τοιαύτην αἰτίαν ἐλθεῖν Ἀναξαγόρας, οὐ μὴν ἀλλὰ πρὸ αὐτοῦ Ἑρμότιμος ὁ πολίτης αὐτοῦ δόξαι ἂν τῆς τοιαύτης αἰτίας μνημονεῦσαι. οὗτοι μὲν οὖν ἅμα τῇ ποιητικῇ αἰτίᾳ τήν τε τοῦ καλῶς καὶ τεταγμένως γίνεσθαι τὰ γινόμενα ἀρχὴν καὶ αἰτίαν τῶν ὄντων ἔθεντο2 (τοιοῦτος γὰρ ὁ νοῦς), καὶ τὴν τοιαύτην κίνησιν τὴν ἐπὶ τὸ εὖ ἄγουσαν ἐκ τῆς αἰτίας δηλονότι τῆς ποιητικῆς· τὴν γὰρ τοῦ καλῶς κινεῖσθαι καὶ γίνεσθαι, οὐ τὴν τοῦ μόνον γίνεσθαι καὶ κινεῖσθαι αἰτίαν ἀρχὴν ἔθεντο· τοιοῦτος γὰρ ὁ νοῦς. Οὐ μὴν ἀλλ’ ὑποπτεύσαι ἄν τις, φησί, καὶ Ἡσίοδον πρὸ τούτων οὕτως κινηθῆναι, καὶ εἴ τις ἄλλος ἔρωτα ἢ ἐπιθυμίαν ἐν ταῖς ἀρχαῖς ἔθετο, ὡς δοκεῖ καὶ ὁ Παρμενίδης λέγειν. καὶ παρέθετο τὰ ἔπη αὐτῶν δι’ ὧν λέγουσι ταῦτα· ὁ γὰρ ἔρως καὶ ἡ ἔφεσις τοῦ καλοῦ κατὰ τοὺς οὕτω λέγοντας ἀρχὴ κινήσεως ἂν εἴη. οὗτοι μὲν οὖν τὴν τῶν ἀγαθῶν αἰτίαν ἐν ταῖς ἀρχαῖς ἔθεντο· ἀλλ’ Ἀναξαγόρας μὲν ὡς ποιητικὸν τὸ ἀγαθόν, οἱ δὲ ἔρωτα καὶ ἐπιθυμίαν αἰτιώμενοι ἴσως τὸ ὡς τελικὸν ἀγαθὸν λέγοιεν ἄν· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. ἢ τὸ μὲν ὀρεκτὸν τοιοῦτον, ὁ δὲ ἔρως ποιητικόν, εἰ τῇ ὀρέξει ἑπόμενος ἐποίει ἃ ἐποίει.

“在这些人及诸如此类的原理之后。” “这些人”指极其早期的人,“诸如此类的原理”指质料原理。或者他是在说,在那些在质料原理中也设定了动因的人之后,理由是这些原理不足以生成存在者的本性;因为有些事物分有秩序,并被看到按照某种序列而生成,但前述事物中没有任何一个能够为此种秩序提供原因。然而将这些归咎于自发也是不合情理的;为此,他们探求这种生成的原因,仿佛受到了事实本身及其中的真理的引导、启发和强迫。而紧接着质料原理之后的生成原理就是动因原理。的确,阿那克萨戈拉由于主张理智是存在者生成的原理,也被赞誉为唯一合乎理性地论述的人,而其他人所说之言则是盲目的,因为他们说话时未曾涉及这样的原因。他补充了“正如在动物中那样”;因为在拥有理智的动物中,理智就是它们所做之善事的原理与原因。他说,显然阿那克萨戈拉似乎是最早得出这种原因的人,然而在他之前,他的同邦人赫尔谟提摩似乎也曾提及这种原因。于是,这些人连同动因一起,将生成之物得以良好且有序地生成的原理与原因(因为理智就是这种性质的)设定为存在者的原因,并且显然也设定了从动因引向完善状态的这种运动;因为他们设定为原理的,是美好地运动与生成的因,而不仅仅是生成与运动的因;因为理智就是这种性质的。他说,然而人们可能会推测,赫西俄德在他们之前也曾受到这样的触动,或者正如巴门尼德似乎也曾说过的那样,如果有其他人将爱或欲望置于原理之中的话也是如此。他引用了他们叙述这些事情的诗句;因为按照这样主张的人,爱和对美善之物的向往当是运动的原理。因此,这些人把善的事物的原因置于原理之中;但阿那克萨戈拉是将善作为动因,而那些将原因归于爱和欲望的人,也许是将善作为目的因来谈论的;因为欲求的对象正是这种性质的。或者,欲求的对象是这种性质的,而爱则是动因——如果它是遵循着欲求去施行其所施行之事的话。

语法注2 条
  1. 1.33ὡς οὐκ οὐσῶν τούτων ἱκανῶν τῶν ἀρχῶν πρὸς τὸ τὴν τῶν ὄντων γεννῆσαι φύσιν

    连词 ὡς 引出属格独立结构(οὐκ οὐσῶν τούτων ἱκανῶν τῶν ἀρχῶν),表示探求者寻求新原理的主观理由或动机。介词短语 πρὸς τὸ ... γεννῆσαι 为表示目的的冠词性不定式结构,依附于 ἱκανῶν。

  2. 1.33ἅμα τῇ ποιητικῇ αἰτίᾳ τήν τε τοῦ καλῶς καὶ τεταγμένως γίνεσθαι τὰ γινόμενα ἀρχὴν καὶ αἰτίαν τῶν ὄντων ἔθεντο

    主要动词 ἔθεντο 的直接宾语是 τήν ... ἀρχὴν καὶ αἰτίαν,在冠词 τήν 与中心名词 ἀρχήν 之间嵌入了冠词性属格短语 τοῦ καλῶς καὶ τεταγμένως γίνεσθαι τὰ γινόμενα(其中 τὰ γινόμενα 为不定式的宾格主语)。紧随其后的 τῶν ὄντων 则是限定 ἀρχὴν καὶ αἰτίαν 的宾格性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:31.17-33.5