← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§328.5-329.4

排中律与否定矛盾对立之间的居间项

亚历山大就亚里士多德《形而上学》1011b23的引文作出注解,阐明矛盾对立之间不可能存在任何中间项(排中律)。他依据关于真与假的定义(说存在者存在且非存在者不存在为真,反之为假),指出若对居间项进行肯定或否定将导致既非真亦非假的荒谬后果,从而驳斥了中间项的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.73

" Ἀλλὰ μὴν οὐδὲ μεταξὺ ἀντιφάσεως ἐνδέχεται εἶναι οὐδέν." Δείξας ὅτι μὴ οἷόν τε ἅμα τἀναντία ὑπάρχειν, ἐφεξῆς δείκνυσι διὰ πλειόνων ὅτι μηδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως. προσκατασκευάζοιτο δ’ ἂν διὰ τούτου τὸ μηδὲ ψεύδεσθαι ἅμα τὴν ἀντίφασιν· ᾧ ἕποιτο ἂν τὸ διαιρεῖν ἐπὶ παντὸς αὐτὴν τὸ ἀληθές τε καὶ τὸ ψεῦδος.1 εἰ γὰρ μήτε ἀληθὲς ἅμα, ὡς δέδεικται, μήτε ἅμα ψευδές (δύναιτο γὰρ ἂν τοῦτο εἰρῆσθαι μεταξὺ τῆς ἀντιφάσεως), λείπεται τὸ ἐπὶ παντὸς τὸ ἕτερον αὐτῆς μόριον ἀληθὲς εἶναι, τὸ δὲ ἕτερον ψεῦδος. ὅτι οὖν μηδὲν τῆς ἀντιφάσεως μεταξὺ δείκνυσι. δεῖ δὲ μίαν λαμβάνειν ἀντίφασιν· τοῦτο δὲ εἴη ἄν, εἰ ἓν καθ’ ἑνὸς εἴη καὶ τὸ καταφασκόμενον καὶ τὸ ἀποφασκόμενον· εἰ γὰρ μὴ ἓν καθ’ ἑνὸς εἴη, οὐ μία ἔτι καὶ ἡ αὐτὴ ἀντίφασις, ἀλλὰ πλείους ἔσονται αἵ τε καταφάσεις καὶ ἀποφάσεις. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἔν τε τῷ Περὶ ἑρμηνείας καὶ ἐν τῷ Περὶ καταφάσεως. διὸ καὶ αὐτὸς προσέθηκε τὸ ἓν καθ’ ἑνός. πρὸς δὲ τὴν δεῖξιν τοῦ μηδὲν εἶναι τῆς ἀντιφάσεως μεταξὺ πρώτῃ ἐπιχειρήσει χρῆται τοιαύτῃ. ὁρίζεται τί ἐστι τὸ ἀληθὲς καὶ τί τὸ ψεῦδος, καὶ λαμβάνει ἀληθὲς μὲν εἶναι τὸ τὸ ὂν λέγειν εἶναι καὶ τὸ μὴ ὂν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ ὂν λέγειν μὴ εἶναι ἢ τὸ μὴ ὂν εἶναι· ὧν τὰ μὲν καταφάσεις εἰσί, τὰ δὲ ἀποφάσεις. ὁ δὴ τὸ μεταξὺ τοῦτο λέγων εἶναι ἢ μὴ εἶναι, εἰ ὅλως ἔστι τι (διὰ γὰρ τοῦ ὥστε καὶ ὁ λέγων τοῦτο εἶναι ἢ μὴ περὶ τοῦ μεταξὺ εἴρηκε), δῆλον μὲν ὅτι ἀληθεύοι μὲν ἂν ἢ ψεύδοιτο.2 πᾶς γὰρ ὁ περί τινος ἀποφαινόμενος καὶ ἢ εἶναι αὐτὸ λέγων ἢ μὴ εἶναι ἀληθεύει ἢ ψεύδεται. ἀδύνατον δὲ τοῦτο ἐπὶ τούτου· οἱ γὰρ τὸ ὂν ἢ τὸ μὴ ὂν ἢ εἶναι ἢ μὴ εἶναι λέγοντες ἦσαν οἱ ἀληθεύοντες, τουτέστιν οἱ κατάφασιν ἢ ἀπόφασιν λέγοντες, τὸ δὲ μεταξὺ τῆς ἀντιφάσεως οὐδὲ τὸ ἕτερον τούτων. ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ἀληθεύουσι μὲν καὶ ψεύδονται οἱ τὸ ὂν καὶ μὴ ὂν εἶναι ἢ μὴ εἶναι λέγοντες, ὡς ὡρίσθη, ὁ δὲ τὸ μεταξὺ τῆς ἀντιφάσεως λέγων εἶναι ἢ μὴ εἶναι οὔτε τὸ ὂν εἶναι ἢ μὴ εἶναι λέγει οὔτε τὸ μὴ ὄν, τῷ τὸ μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος μήτε ὂν εἶναι μήτε μὴ ὄν·3 ὥστε οὔτ’ ἂν ἀληθεύοι οὔτε ψεύδοιτο ὁ τὸ εἶναι αὐτοῦ ἢ τὸ μὴ εἶναι κατηγορῶν. ὁμοίως δὲ καὶ εἰ μὴ τὸ εἶναι ἢ μὴ εἶναι αὐτοῦ κατηγορεῖ τις, ἄλλο δέ τι· οὐδὲ γὰρ ἄλλο τι κατηγορῶν αὐτοῦ ἢ ἀληθεύσει ἢ ψεύσεται, τῷ δεῖν μὲν αὐτὸ εἶναι ἢ μὴ εἶναι, εἰ μέλλοι ὁ κατηγορῶν τι αὐτοῦ ἢ ἀληθεύειν ἢ ψεύδεσθαι· τὸ δὲ μεταξὺ τοῦ ὄντος καὶ μὴ ὄντος καὶ τῆς ἀντιφάσεως οὔτε ὂν ἐστιν οὔτε μὴ ὄν.

“然而在矛盾对立之间,也不可能有任何居间之物。” 在表明相反事物不可能同时属于〔同一事物〕之后,他接下来通过较多的论证表明,在矛盾对立之间没有任何居间之物。通过这一点,矛盾对立也不能同时为假也将被附带确立;而由此将得出,它在所有情况下都划分真与假。因为如果它既不能同时为真(正如已经证明的那样),也不能同时为假(因为这可以被称为矛盾对立之间的居间状态),那么剩下的结论就是在所有情况下,它的一个组成部分为真,而另一个组成部分为假。因此,他证明了在矛盾对立之间没有任何居间之物。但是,必须取一个单独的矛盾对立;而如果所肯定者与所否定者都是就一物肯定或否定一物,这种情况便会成立;因为如果不是就一物而言的一物,就绝不再是同一且单一的矛盾对立,而是肯定与否定都将变成多数。关于这些问题,在《解释篇》和《论肯定》中已有更为详细的论述。因此他自己也补充了“就一物而言的一物”。为了证明在矛盾对立之间没有任何居间之物,他首先采用了如下的论证方式。他定义了什么是真,什么是假,并认为:说存在者存在且非存在者不存在,乃是真;而说存在者不存在,或者说非存在者存在,乃是假;在这些之中,有些是肯定,有些是否定。因此,那个声称这一居间者存在或不存在的人——如果它终究是某种事物的话(因为通过“以至于声称这存在或不存在的人”这句话,他是就居间者而说的)——显然要么说的是真话,要么说的是假话。因为任何对某物做出断定,并说它存在或者不存在的人,要么说真话要么说假话。但就这[居间者]而言,这是不可能的;因为说真话的人乃是那些说存在者或非存在者存在或不存在的人,亦即陈述肯定或否定的人;而矛盾对立之间的居间者绝非这两者中的任何一个。他的意思是这样的:如所定义的那样,那些说存在者和非存在者存在或不存在的人说的是真话和假话,但那个说矛盾对立之间的居间者存在或不存在的人,既不是在说存在者存在或不存在,也不是在说非存在者[存在或不存在],这是因为存在者与非存在者之间的居间者既非存在者亦非非存在者;因此,对它述说存在或不存在的人,既不会说真话,也不会说假话。同样,如果有人对它述说的不是存在或不存在,而是某种其他属性,情况也是如此;因为述说它的某种其他属性的人,也不会要么说真话要么说假话,这是因为:如果述说它某种属性的人将要么说真话要么说假话,那么它自身必须要么存在要么不存在;但存在者与非存在者之间的居间者,亦即矛盾对立之间的居间者,既非存在者亦非非存在者。

语法注3 条
  1. 4.73ᾧ ἕποιτο ἂν τὸ διαιρεῖν ἐπὶ παντὸς αὐτὴν τὸ ἀληθές τε καὶ τὸ ψεῦδος

    关系代词 ᾧ 的先行词是前文的名词化不定式短语 τὸ μηδὲ ψεύδεσθαι ἅμα τὴν ἀντίφασιν。宾格代词 αὐτήν 是不定式 διαιρεῖν 的逻辑主语,其直接宾语为 τὸ ἀληθές τε καὶ τὸ ψεῦδος,意指矛盾对立自身在一切事物中划分真与假。

  2. 4.73ὁ δὴ τὸ μεταξὺ τοῦτο λέγων εἶναι ἢ μὴ εἶναι ... δῆλον μὲν ὅτι ἀληθεύοι μὲν ἂν ἢ ψεύδοιτο

    句首主格分词短语 ὁ δὴ τὸ μεταξὺ τοῦτο λέγων εἶναι ἢ μὴ εἶναι 经历了插入句以及接续的 δῆλον ὅτι 从句,未与任何主节动词直接搭配,构成了悬垂主格(nominativus pendens)。其句法逻辑为:“对于声称该居间者存在或不存在的人而言,显然他要么说真话,要么说假话”。

  3. 4.73τῷ τὸ μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος μήτε ὂν εἶναι μήτε μὴ ὄν

    与格定冠词 τῷ 引导名词化不定式从句 τὸ ... μήτε ὂν εἶναι μήτε μὴ ὄν,构成表示原因的与格结构(“由于……的缘故”)。它指出了居间项为何无法被归入陈述存在者之真假定义的根本理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:328.5-329.4