- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:326.20-328.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
承接亚里士多德将矛盾律总结为最牢固公理的论述(1011b13),亚历山大解释了相反事物不能共存于同一事物这一命题如何从矛盾律推导而来,并通过分析缺失与否定的区别以及相反事物在有限定条件下的共存情况加以阐明(1011b15–)。
" Ὅτι μὲν οὖν βεβαιοτάτη δόξα πασῶν τὸ μὴ εἶναι ἀληθεῖς ἅμα τὰς ἀντικειμένας φάσεις." Τοῦτο ἦν τὸ προκείμενον αὐτῷ δεῖξαι, ὅτι γνωριμώτατον καὶ ἐναργέστατον ἀξίωμα τὸ μὴ συναληθεύεσθαι τὰς ἀντιφάσεις· ὃ δέδειχε διὰ πλειόνων. καὶ τίνα ἄτοπα ἕπεται τοῖς τοῦτο φάσκουσιν, εἴρηται, καὶ τί τὸ κινῆσαν τοὺς οὕτως ὑπολαμβάνοντάς τε καὶ θεμένους, ὅτι τό τε τἀναντία ἐκ τοῦ αὐτοῦ ὁρᾶν γινόμενα1 καὶ τὸ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι περὶ τῶν δοκούντων εἶναι τῶν αὐτῶν.
“由此可见,在一切意见中最为牢固的见解,乃是相互对立的断定不能同时为真。” 摆在他面前的任务正是证明这一点:矛盾对立不能同时为真乃是最为人所熟知且最显然的公理;对此他已经通过较多的论证作了证明。对于声称这一点的人伴随怎样的荒谬后果,已经予以说明;而促动那些如此领会并设立这一主张者的原因是什么,也已予以说明:即看到相反事物从同一事物中生成,以及对于被认为是同一的事物而言,同一的事物并未对所有人显现为相同。
"Ἐπεὶ δὲ ἀδύνατον τὴν ἀντίφασιν ἅμα ἀληθεύεσθαι κατὰ τοῦ αὐτοῦ." Δείξας ἐναργέστατον ὂν ἀξίωμα τὸ μὴ δύνασθαι ἅμα τὴν ἀντίφασιν ἀληθῆ εἶναι, φησὶν ἕπεσθαι τούτῳ τὸ μηδὲ τἀναντία ἅμα δύνασθαι ὑπάρχειν τῷ αὐτῷ, καὶ πῶς ἕπεται δείκνυσι. τῶν μὲν γὰρ ἐναντίων θάτερον στέρησίς ἐστιν2 οὐχ ἧττον,3 τουτέστι τὸ ἕτερον τῶν ἐναντίων οὐχ ἧττον στέρησίς ἐστιν ἢ ἐναντίον. κέχρηται δὲ τῷ ἐπιχειρήματι τούτῳ μάλιστα ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς. δύναται τὸ οὐχ ἧττον σημαντικὸν εἶναι τοῦ οὐχ ἧττον τὸ ἕτερον τοῦ ἑτέρου στέρησις. εἴρηκε μὲν γὰρ ἐν ἐκείνοις τὸ χεῖρον ἐν τῇ τῶν ἐναντίων συστοιχίᾳ στέρησιν εἶναι, κυρίως τοῦ ἀμείνονος εἴδους ὄντος· οὕτως τὸ μέλαν στέρησις τοῦ λευκοῦ καὶ τὸ αἰσχρὸν τοῦ καλοῦ καὶ τὸ πικρὸν τοῦ γλυκέος· ἤδη μέντοι ἑκάτερον ἑκατέρου στέρησις, καὶ ταύτῃ τἀναντία τῶν κυρίως στερήσεων διαφέρει, ᾗ ἐκεῖ μὲν τὸ ἕτερον μόνον τοῦ ἑτέρου στέρησις, ἐπὶ δὲ τῶν ἐναντίων ἑκάτερον ἑκατέρου. λαβὼν δὲ τὸ ἕτερον τῶν ἐναντίων στέρησιν εἶναι τοῦ ἑτέρου, μετὰ ταῦτα προσέθηκε τὸ οὐσίας δὲ στέρησις,4 ἴσον λέγων τῷ ἡ δὲ στέρησις οὐσίας, τουτέστιν ὄντος τινὸς καὶ ὡρισμένου. ὃ ἐξηγούμενος προσέθηκεν ἡ δὲ στέρησις ἀπόφασίς ἐστιν ἀπό τινος ὡρισμένου γένους. οὕτω γὰρ γίνεται σῶζον τὸ λεγόμενον τὴν πρὸς τὰ εἰρημένα συνέχειαν. τίνι δὲ διαφέρει τῆς ἁπλῶς ἀποφάσεως ἡ στερητικὴ ἀπόφασις, ἐδήλωσε διὰ τοῦ προσθεῖναι ἀπό τινος ὡρισμένου γένους. τούτου δὲ σημαντικὸν ἦν καὶ τὸ οὐσίας δὲ στέρησις. ἢ τὸ οὐσίας δὲ στέρησις ἴσον ἐστὶ τῷ ἡ δὲ στέρησις στέρησις οὐσίας καὶ ὄντος τινός· ὂν γάρ τι τὸ ἐστερημένον ἐστέρηταί τινος· οὐ γὰρ ὥσπερ ἀπόφασις, ἣ τινων ἀληθεύεται καὶ κατὰ τῶν πεφυκότων ἐκεῖνο δέχεσθαι μὴ ἐχόντων δέ, καὶ κατὰ τῶν μηδ’ ὅλως πεφυκότων (τὸ γὰρ οὐχ ὁρᾷ καὶ ἐπὶ τοῦ τυφλοῦ ἀληθὲς καὶ ἐπὶ τοῦ τοίχου, ὃς οὐδὲ ὅλως ὄψεως δεκτικός· κατὰ ἀορίστων γὰρ ἡ ἀπόφασις), οὐχ οὕτω καὶ ἡ τυφλότης· ἐπὶ γὰρ τῶν ἀφῃρημένων τὴν ὄψιν μόνον ἀληθεύεται. ὁμοίως καὶ τὸ ἐναντίον, εἴ γε ἡ αὐτὴ φύσις τῶν ἐναντίων δεκτική. τούτῳ γὰρ στέρησις ἀποφάσεως, φησί, διαφέρει, ὅτι ἡ μὲν ἀπόφασις κατά τε ὄντων καὶ μὴ ὄντων κατηγορεῖται, ἡ δὲ στέρησις κατά τινος ὑποκειμένης φύσεως, ἥτις καὶ τοῦ εἴδους καὶ τῆς ἕξεώς ἐστι δεκτική. ἅμα δὲ καὶ τί ἐστι στέρησις καὶ τί δύναται ἐξέθετο, εἰπὼν ἀπόφασις γάρ ἐστιν ἀπό τινος ὡρισμένου· τοῦτο δὲ ἐν τοῖς πρώτοις ἤδη περὶ στερήσεως εἶπεν. εἰ δὴ τῶν μὲν ἐναντίων θάτερον στέρησις θατέρου, ἡ δὲ στέρησις ἀπόφασίς τις, οὐδεμία δὲ ἀπόφασις συναληθεύεται τῇ ἀντικειμένῃ φάσει, οὐδ’ ἂν τὰ ἐναντία συνυπάρχοι ἀλλήλοις. ὁ γὰρ λόγος τοιοῦτος· τὸ ἕτερον τῶν ἐναντίων τοῦ ἑτέρου τῶν ἐναντίων στέρησις· ἡ στέρησις ἀπόφασις οὗ ἐστι στέρησις· τὸ ἕτερον ἄρα τῶν ἐναντίων ἀπόφασίς ἐστι τοῦ οὗ ἐστιν ἐναντίον. εἰ δὲ ἡ ἀπόφασις μὴ συναληθεύει τῇ καταφάσει, οὐδ’ ἂν τὰναντία. ἀλλ’ εἰ μὴ οἷόν τε ἅμα τἀναντία τοῦ αὐτοῦ κατηγορῆσαι ἀληθῶς (προσκείσθωσαν δὲ οἱ διορισμοὶ οἱ ἐν τοῖς ἐναντίοις ὑποτιθέμενοι), οὐδ’ ἂν συνυπάρχειν ἀλλήλοις δύναιτο, ἀλλ’ ἢ πῇ ἄμφω ἢ θάτερον πῇ θάτερον δὲ ἁπλῶς· πῇ μὲν ἄμφω, εἰ κατὰ ἄλλο καὶ ἄλλο μόριον αὐτοῦ ἔχοι τι τἀναντία, θάτερον δὲ πῇ θατέρου ἁπλῶς ὄντος, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς, τὴν ἐκβολὴν τῶν φορτίων ἐν θαλάσσῃ ἁπλῶς μὲν καὶ καθ’ αὑτὴν ἐξεταζομένην ἀκούσιον εἶναι, τότε δὲ ὅτε πράσσεται ἑκούσιον, καὶ τὸν Αἰθίοπα ἁπλῶς μὲν καὶ ὅλον ὁρώμενον μέλανα, πῇ δὲ λευκόν (κατὰ γὰρ τοὺς ὀδόντας), καὶ τὸ ἐγὼ ψεύδομαι, ἁπλῶς ψευδὲς ὄν, πῇ ἀληθές ἐστιν, ὡς ἐν ἄλλοις δέδεικται.
“然而,既然矛盾对立不可能同时就同一事物为真。” 在表明矛盾对立不能同时为真是最显明的公理之后,他说,相反事物不能同时属于同一事物乃是随之而来的结论,并展示了这是如何随之而来的。因为相反事物中的一方同样也是一种缺失;这就是说,相反事物中的一方作为缺失并不亚于作为相反者。而他主要在《论生成与消灭》中运用了这一论证。“不亚于”也可能意味着:一方作为另一方的缺失并不亚于[相反的情况]。因为他在那些著作中说过,在相反事物的对应序列中,较劣的一方是缺失,而较优的一方严格而言是形式;如此,黑色是白色的缺失,丑陋是美丽的缺失,苦是甜的缺失;然而事实上每一方都是另一方的缺失,正是在这一点上相反事物区别于严格意义上的缺失,因为在那里仅仅一方是另一方的缺失,而在相反事物中每一方都是另一方的缺失。在假定相反事物的一方是另一方的缺失之后,他随后补充道“而且是实体的缺失”,这等于说“而缺失是属于实体的”,亦即属于某种存在的且确定的事物。在对此作解释时,他补充道“而缺失是从某个确定的属而来的否定”。因为通过这种方式,所言之物便保持了与前文所述内容的连贯性。至于缺失性否定在何种程度上区别于单纯的否定,他通过补充“从某个确定的属”予以表明。而“而且是实体的缺失”也正表明了这一点。或者,“而且是实体的缺失”等于说“而缺失乃是实体的、即某种存在事物的缺失”;因为被剥夺者作为某种存在者,被剥夺了某种东西。因为这并不像否定那样——否定既对那些本性上能够接受该属性却未具有之物为真,也对那些根本不具备本性接受之物为真(因为“看不见”既对盲人成立,也对完全无法接受视觉的墙壁成立;因为否定是就无规定者而言的)——盲目性却并非如此;因为它仅仅对被剥夺了视力者为真。相反者也是同样,如果同一个自然具有接受相反事物的能力的话。因为他说,正是在这一点上缺失区别于否定:否定既针对存在者也针对非存在者来表述,而缺失则是针对某种底层的自然来表述的,这一自然能够同时接受形式与状态。同时,通过说“因为它是从某个确定者而来的否定”,他也阐明了缺失是什么以及具有何种功能;而关于缺失,他在前面的各卷中已经论述过了。因此,如果相反者的一方是另一方的缺失,而缺失是某种否定,且任何否定都不能与其对立的断定同时为真,那么相反者也不能彼此共存。因为论证如下:相反者的一方是相反者另一方的缺失;缺失乃是它所作为缺失之物的否定;因此相反者的一方是它所作为相反者之物的否定。如果否定不能与肯定同时为真,相反事物也不能。然而,如果不可能就同一事物同时真实地述说相反事物(但需附加在相反事物中所设定的各项限定),它们也不能彼此共存,而要么两者在某一方面,要么一方在某一方面而另一方无条件地[属于]:两者在某一方面,是指如果一个事物就其自身不同的部分具有相反者;而一方在某一方面、另一方无条件地存在,则正如他在《伦理学》中所说的,在海中抛弃货物,若无条件地且就其自身考察是非自愿的,但在实施之时则是自愿的;又如埃塞俄比亚人无条件地且整体来看是黑的,但在某一方面则是白的(因为就牙齿而言);以及“我说谎”无条件而言是假的,但在某一方面则是真的,正如在其他著作中所证明的那样。
- 4.71ὅτι τό τε τἀναντία ἐκ τοῦ αὐτοῦ ὁρᾶν γινόμενα
ὅτι 引导的从句用作同位语,用以解释前文的 τί τὸ κινῆσαν(“促动[他们]的是什么”)。从句中带有定冠词的不定词短语 τό ... ὁρᾶν 作主语,支配宾格加分词结构 τἀναντία ... γινόμενα(“看到相反事物……生成”)。
- 4.72τὸ ἐγὼ ψεύδομαι, ἁπλῶς ψευδὲς ὄν, πῇ ἀληθές ἐστιν
带有中性定冠词 τό 的整个命题 ἐγὼ ψεύδομαι 用作名词短语主语(“‘我说谎’这一陈述”)。分词短语 ἁπλῶς ψευδὲς ὄν 作让步性修饰(“虽然无条件而言是假的”),与主要谓语 πῇ ἀληθές ἐστιν(“在某一方面是真的”)相连。
- 4.72τῶν μὲν γὰρ ἐναντίων θάτερον στέρησίς ἐστιν οὐχ ἧττον
注疏者对 οὐχ ἧττον 的修饰和含义给出了两种解释:其一,相反者的一方“作为缺失并不亚于作为相反者”(οὐχ ἧττον στέρησίς ἐστιν ἢ ἐναντίον);其二,一方“作为另一方的缺失并不亚于相反的情况”(οὐχ ἧττον τὸ ἕτερον τοῦ ἑτέρου στέρησις),即两者互为缺失。无论哪种读法,都构成了将相反对立还原为缺失对立乃至否定的逻辑依据。
- 4.72οὐσίας δὲ στέρησις
针对亚里士多德的原句 οὐσίας δὲ στέρησις,亚历山大提供了两种句法重构:其一,重排语序与结构为 ἡ δὲ στέρησις οὐσίας(“而缺失是属于实体的[缺失]”);其二,补出名词为 ἡ δὲ στέρησις στέρησις οὐσίας(“缺失乃是作为实体及存在者之物的缺失”),将 οὐσίας 理解为缺失的承载底层。
